158
γενομένων περὶ σπονδῶν διὰ τῶν πρέσβεων, οὐ γὰρ αὐτοὶ συνῆλθόν γε ἀλλήλοις, συνέβησάν τε καὶ ἔθεντο σπονδὰς εἰρηνικὰς, ὥστε Ὀρχάνην βασιλέως εἶναι φίλον καὶ τὰς κατὰ τὴν ἕω πόλεις, ὅσαι ἔτι ἦσαν ὑπήκοοι Ῥωμαίοις, ἀδικεῖν μηδέν· ἔπειτα ἀλλήλους ἠμείβοντο δώροις, Ὀρχάνης μὲν ἵππους πέμψας καὶ κύνας θηρευτικὰς τάπητάς τε καὶ παρδάλεων δοράς· βασιλεὺς δὲ ἐκπώματά τε ἀργυρᾶ καὶ ὑφάσματα οὐκ ἐξ ἐρίων μόνον, ἀλλὰ καὶ Σηρικὰ, καὶ τῶν βασιλικῶν ἐπιβλημάτων ἓν, ὃ περὶ πλείστου παρὰ τοῖς βαρβάρων σατράπαις ἄγεται ἀεὶ καὶ τιμῆς εἶναι δοκεῖ τεκμήριον καὶ εὐμενείας· ἐφ' ᾧ τότε καὶ αὐτὸς ὑπερήσθη τε τῶν ἄλλων μᾶλλον καὶ χάριτας ὡμολόγει βασιλεῖ. 1.448 μετὰ τοῦτο Ὀρχάνης μὲν ἐπανέζευξεν εἰς τὴν οἰκείαν, βασιλεὺς δὲ ἀπόβασιν ποιησάμενος καὶ ἐφ' ἡμέραις ἑπτὰ περὶ τὰ ἐκεῖσε χωρία διατρίψας, οὔπω γὰρ ἄχρι τότε ταῦτα ἦν ἑωρακὼς, καὶ τὸν σῖτον ὅσος ταῖς ναυσὶν ἐνῆν, Νικομηδεῦσι παρασχὼν, ἅμα παντὶ τῷ στόλῳ εἰς Βυζάντιον ἐπανῆκε· καὶ μηδὲν ἀναβαλλόμενος εὐθὺς τὴν περὶ τοῦ Συργιάννη δίκην ἐποιεῖτο. καὶ Τζαμπλάκων μὲν ὅσα καὶ πρότερον αὖθις κατηγόρει καὶ μάρτυρας παρείχετο τῶν λεγομένων· Συργιάννης δὲ καὶ αὐτὸ μὲν ἐκ τοῦ ὁμοίου παρεισῆγε τοὺς συνεροῦντας αὐτῷ περὶ ὧν ἀπελογεῖτο· ἐδόκει δὲ οὐδὲν προφέρειν ἰσχυρὸν, ἀλλ' ἐπλανᾶτο περὶ τὰς ἀποδείξεις καὶ ἀδύνατος ἐδόκει εἶναι. βασιλεὺς μὲν οὖν καὶ οἱ ἄλλοι παρόντες τῶν συγκλητικῶν ἐβασάνιζόν τε τὰ λεγόμενα παρ' ἑκατέρων καὶ ἐπειρῶντο ἀπὸ τῆς συζητήσεως τἀληθῆ ἀνερευνᾷν· ὁ μέγας δομέστικος ἐφθέγγετο οὐδὲν, ἀλλὰ καθῆστο μόνον ἀκροώμενος τῶν λεγομένων. τρὶς δὲ καὶ τετράκις γενομένου συλλόγου περὶ τῶν αὐτῶν, ἐπεὶ ὁ Συργιάννης συνεώρα τὴν νίκην πρὸς Τζαμπλάκωνα χωροῦσαν, ἐδόκει δεῖν διακρούσασθαι τὴν δίκην καὶ ἐδεῖτο βασιλέως προθεσμίαν αὐτῷ ἔτι παρασχεῖν ἐπὶ τῷ μάρτυρας ἑτέρους ἀγαγεῖν, οἳ δυνήσονται αὐτῷ συνάρασθαι πρὸς τὸ διαφυγεῖν τὴν καταδίκην. βασιλεὺς δὲ παρέσχετο προθύμως καὶ ὅ,τι ἂν ἕτερον δοκοίη δυνάμενον αὐτῷ ἐπικουρίαν παρασχεῖν τινα μηδὲν ἀναβαλλόμενον κελεύσας ἐκπορίζειν ἑαυτῷ. Τζαμπλάκων δὲ κατεβόα τοῦ δικαστηρίου καὶ δεινὰ ἐποιεῖτο, εἰ 1.449 προφάσει χρώμενος τοῖς μάρτυσι Συργιάννης διαφύγοι τὴν ἐπὶ τῇ δίκῃ τιμωρίαν διαδράς. οὐ γὰρ ἄλλο τι δύνασθαι αὐτῷ τὴν προθεσμίαν· μάρτυρας γὰρ αὐτῷ οὔτε πλείους οὔτε βελτίους εἶναι τῶν παρηνεγμένων. ἐδεῖτό τε βασιλέως, εἰ μὴ πλεῖστα βούλοιτο χαρίζεσθαι Συργιάννῃ, δεσμωτηρίῳ ἀμφοτέρους ἐμβληθέντας φρουρεῖσθαι τὴν ἄφιξιν τῶν μαρτύρων περιμένοντας. δίκαια δὲ φάσκοντος βασιλέως τὸν Τζαμπλάκωνα ἀξιοῦν, «Ἀλλ' οὐ καλὸν» εἶπεν ὁ Συργιάννης «εἰκῇ καὶ μάτην εἱργομένους ταλαιπωρεῖσθαι, ἐξὸν ἐγγυητὰς παρασχομένους ἀμφοτέρους τοῦ μὴ ἀποδρᾶναι ἀναπαύλης ἀπολαύειν, οἴκοι διατρίβοντας.» ὡς δὲ καὶ τοῦτο ἀσφαλείας ἐνέχυρον ἄξιον ἐδόκει εἶναι, τὸν σύλλογον μὲν διέλυσεν ὁ βασιλεὺς, τοὺς ἐγγυητὰς δὲ ἐκέλευε παρέχειν τοῖς δικαζομένοις. ἐς τὴν ὑστεραίαν δὲ ὁ Συργιάννης γενόμενος ἐν τῇ τοῦ μεγάλου δομεστίκου οἰκίᾳ «Τὰ μὲν ἐν τῇ Χαλκιδικῇ» ἔφη «εἰρημένα πρὸς ἐμὲ πέρας ἤδη ἔσχεν· ἃ καὶ πρότερον πιστευόμενα, νῦν μᾶλλον ἢ πρότερον ἐπὶ τῶν ἔργων βέβαια ἐφάνη. πρὸς οὐδὲν γὰρ ἐπὶ τῆς δίκης ἐναντία πράττων ἢ φθεγγόμενος ἐμοὶ ἐφάνης· ἔδει δὲ μηδ' οὕτω παντάπασι κινδυνεύοντα ἀβοήθητον καταλιπεῖν. νυνὶ δὲ μάλιστα ἀναγκαίως ἐπικουρίας δεομένῳ μὴ περιϊδεῖν παρακαλῶ· ἀλλ' ἐπὶ τοῖς πρότερον ἡμαρτημένοις συγγνώμην παρασχόντα, βοηθεῖν τὰ δυνατά. ᾐτεῖτο τε ἐγγύας παρασχεῖν ὑπὲρ αὐτοῦ, ἄχρις ἂν πέμψας ὧν δέοιτο μάρτυρας ἀγάγοι. ἐπαγγειλαμένου δὲ προθύμως ἃ ᾐτεῖτο ἐκπληρώσειν, ἐκεῖθεν μὲν πολλὰς αὐτῷ χάριτας ἀνεχώρησεν ὁμολογῶν. ἐπιγενομέ 1.450 νης δὲ νυκτὸς, ἐκ Βυζαντίου ὡς μάλιστα ἐνῆν λαθὼν πρὶν ἐγγύας παρασχεῖν, εἰς Γαλατᾶν ἐπεραιώθη καὶ κατέκρυψεν ἑαυτὸν ἐν ἀσφαλεῖ. ἐπεὶ δὲ διεθρυλλήθη ἀποδεδρακέναι Συργιάννην,