158
ἐνεστηκότων. καὶ εἰσῄει τὰ βασίλεια πορφυρίδα ετι φορῶν. οἱ γοῦν ἐπὶ ταῖς θύραις δέχονται μὲν τὸν ̓Αντίπατρον, τοὺς δὲ φίλους ἀνείργουσιν. ἐθορυβεῖτο δὲ ηδη κατανοῶν οι ἐληλύθει, ἐπεὶ καὶ ὁ πατὴρ αὐτὸν ἀσπάσασθαι προσιόντα ἀπώσατο, ἀδελφοκτόνον τε καλῶν καὶ ἐπίβουλον αὐτοῦ τῇ ζωῇ, ἀκροατήν τε τούτων καὶ δικαστὴν εσεσθαι τὴν αυριον τὸν Ουαρον ελεγε. καὶ ὁ μὲν ἐπὶ τοιούτοις κακοῖς ῳχετο, ὑπαντῶσι δ' αὐτῷ η τε μήτηρ καὶ ἡ γυνή, αυτη δὲ ην παῖς ̓Αντιγόνου 1.397 τοῦ πρὸ ̔Ηρώδου βασιλεύσαντος· παρ' ων απαντα ἐκμαθὼν πρὸς τὸν ἀγῶνα παρεσκευάζετο. τῇ δ' ἑξῆς συνήδρευον ̔Ηρώδης καὶ Ουαρος, συνῆλθον δὲ καὶ οἱ ἀμφοῖν φίλοι καὶ οἱ συγγενεῖς ̔Ηρώδου καὶ οἱ μηνυταὶ τῶν ̓Αντιπάτρῳ μελετωμένων καὶ δοῦλοι μητρῷοι τοῦ ̓Αντιπάτρου, ἐπιστολὴν φέροντες αὐτῆς μὴ ἐπανήκειν, ὡς πάντων τῷ πατρὶ ἐκπύστων γενομένων, μόνην τε αν καταφυγὴν αὐτῷ λείπεσθαι Καίσαρα καὶ τὸ μὴ γενέσθαι τῷ πατρὶ ὑποχείριον. ̓Αντιπάτρου δὲ προσπεσόντος τῷ πατρὶ καὶ δεομένου ἀκροάσασθαι αὐτοῦ καὶ ουτω ψηφίσασθαι, τοῦτον μὲν εἰς μέσον ἀπάγειν ἐκέλευσεν, αὐτὸς δὲ ὠλοφύρατο τὴν τῶν παίδων διάθεσιν καὶ οτι τὸ γῆρας αὐτοῦ περιέστηκεν εἰς ̓Αντίπατρον, τεθηπέναι τε ελεγεν οπως ̓Αντίπατρος ἐπὶ τοιαῦτα χωρήσειε, διάδοχος μὲν τῆς ἀρχῆς γεγραμμένος, ζῶντος δ' αὐτοῦ τὰ πάντα δυνάμενος, καὶ ἀντὶ τούτων πρὸς τὸν αὐτοῦ φόνον ἐρεθίζων τοὺς συγγενεῖς. ταῦθ' αμα λέγων εἰς δάκρυα τρέπεται. καὶ Νικόλαος ὁ ∆αμασκηνὸς τοῦ βασιλέως ἐπιτρέψαντος κατηγόρει τοῦ ̓Αντιπάτρου, πάντα ἑξῆς διηγούμενος. πολλοὶ δὲ καὶ αλλοι κατ' ̓Αντιπάτρου αὐτεπάγγελτοι ελεγον. Ουαρος δὲ Νικολάου παυσαμένου τῶν λόγων ἐκέλευε τὸν ̓Αντίπατρον ἀπολογεῖσθαι. ὁ δ' ἐπὶ στόμα εκειτο ἀνατετραμμένος, τὸν θεὸν ἐπικαλούμενος ἐπιμαρτυρῆσαι αὐτῷ μηδὲν ἀδικεῖν. ὡς δ' οὐδὲν παρ' ̓Αντιπάτρου ἐλέγετο πλὴν τῆς ἀνακλήσεως τοῦ θεοῦ, τὸ φάρμακον εἰς τὸ μέσον ἐνεχθῆναι ἐκέλευσε. καὶ κομισθέντος, τῶν ἐπὶ θανάτῳ τις ἑαλωκότων πίνειν κεκέλευστο, καὶ πιὼν εὐθὺς εθανε. καὶ Ουαρος ἐξαναστὰς ἀπῄει τοῦ συνεδρίου, ̔Ηρώδης δὲ αὐτίκα εδησε τὸν 1.398 ̓Αντίπατρον, καὶ εἰς ̔Ρώμην ὡς Καίσαρα γράμματα πέμπει περὶ αὐτοῦ. ̔Εάλω δὲ τότε καὶ ἐπιστόλιον ὑπ' ̓Αντιφίλου σταλὲν πρὸς ̓Αντίπατρον, φράζον "επεμψά σοι τὴν παρὰ ̓Ακμῆς ἐπιστολήν, μὴ φεισάμενος τῆς ἐμῆς ψυχῆς. οισθα γὰρ οτι αυθις κινδυνεύω ὑπὸ δύο οἰκιῶν, εἰ γνωσθείην. σὺ δ' εὐτυχοίης περὶ τὸ πρᾶγμα." ὁ δὲ βασιλεὺς καὶ τὴν ἑτέραν ἐζήτει ἐπιστολήν. καὶ ὁ τοῦ ̓Αντιφίλου δοῦλος μὴ λαβεῖν ἑτέραν ἀπισχυρίζετο. ἰδὼν δέ τις τὸν ἐντὸς τοῦ δούλου χιτῶνα ὑπερραμμένον, εικασεν ἐκεῖ κεκρύφθαι τὸ γραμμάτιον· καὶ ειχεν ουτως. λαμβάνουσιν ουν τὴν ἐπιστολὴν δηλοῦσαν ὡς " ̓Ακμὴ ̓Αντιπάτρῳ. εγραψα τῷ πατρί σου οιαν ηθελες ἐπιστολήν, καὶ ἀντίγραφον ποιήσασα τῆς πρὸς τὴν ἐμὴν κυρίαν ὡς παρὰ Σαλώμης ἐσταλμένης, επεμψα, ο ἐπελθὼν οιδα ὡς τιμωρήσεται Σαλώμην." ἡ δὲ πρὸς ̔Ηρώδην ἐπιστολὴ τοιάδε ην "εργον ἐγὼ ποιουμένη μηδέν σε λανθάνειν τῶν κατὰ σοῦ γινομένων, εὑροῦσα ἐπιστολὴν Σαλώμης πρὸς τὴν ἐμὴν κυρίαν κατὰ σοῦ, τὸ ἀντίγραφόν σοι αὐτῆς εστειλα, ἐπικινδύνως ἐμοί, ὠφελίμως δὲ σοί." ην δὲ ἡ ̓Ακμὴ ̓Ιουδαία τὸ γένος, ἐδούλευε δὲ ̓Ιουλίᾳ τῇ Καίσαρος γυναικί, καὶ επρασσε ταῦτα χρήμασι πολλοῖς ὠνηθεῖσα ὑπ' ̓Αντιπάτρου. ̔Ηρώδης δὲ ωρμησε μὲν εὐθὺς ἀνελεῖν τὸν ̓Αντίπατρον ὡς κύκηθρον μεγάλων πραγμάτων, ἐξώτρυνε δὲ αὐτὸν ἡ Σαλώμη στερνοτυπουμένη καὶ κτείνειν αὐτὴν ἀξιοῦσα, εἰ ευροι πίστιν τινὰ ἐπὶ τοῖς κατ' αὐτῆς ἀξιόχρεων, κατασχὼν δ' ἑαυτὸν μετεπέμψατο τὸν υἱόν, κελεύων ἀντειπεῖν μηδὲν ὑπιδόμενον. ὁ δὲ ̓Αντιφίλῳ τὴν πάντων 1.399 αἰτίαν ἀνετίθει. ̔Ηρώδης δ' αυθις γράμματα πρὸς Καίσαρα εστειλεν ἐπὶ κατηγορίᾳ τοῦ ̓Αντιπάτρου, δηλοῦντα καὶ οσα ἡ ̓Ακμὴ συγκακουργήσασα ευρητο· εστειλε δὲ καὶ τῶν ἐκείνης ἐπιστολῶν τὰ ἀντίγραφα. Εἰς νόσον δὲ μεταξὺ ὁ βασιλεὺς ἐμπεσὼν διαθήκας γράφει, τῷ νεωτάτῳ τῶν υἱῶν τὴν βασιλείαν διδούς, μίσει τῷ πρὸς ̓Αρχέλαον καὶ Φίλιππον ἐκ τῶν ̓Αντιπάτρου διαβολῶν. ἀπεγνωκὼς δὲ βιῶναι ετι περὶ ετος ων ἑβδομηκοστὸν