158
Εἰδημονικῶσ. ἐμπείρως. Ειδ' αγε νῦν. διὸ δή. Ειθαρ. ἀντὶ τοῦ εὐθέως. ἀπὸ τοῦ εὐθὺς ευθαρ καὶ ειθαρ. Εἰκαίωσ. ἀντὶ τοῦ μάτην. καὶ εἰκῆ. παρὰ τὸ εικω γέγονεν. epsilon.650 Εἰκότωσ. πρεπόντως. καὶ εἰκὸς τὸ πρέπον, τὸ ἀκόλουθον, τὸ ευλογον. λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ τάχα. εστι δὲ μετοχὴ οὐδετέρου. ἀπὸ τοῦ εικω εἰκὼς καὶ τὸ οὐδέτερον εἰκός. καὶ ἐχώρησεν εἰς ἐπίῤῥημα. σύντονον. Εἰλαδόν. κατὰ συστροφήν. καὶ εἰληδόν. Εἰνάνυχεσ. ἐπὶ ἐννέα νύκτας. Εινεκα. ἀντὶ τοῦ χάριν. πόθεν τὴν ἐπέκτασιν εχει; ἰστέον, οτι εκτασις μὲν ἡ ἐν φωνήεσι γινομένη· ἐπέκτασις δὲ ἡ ἐν στοιχείοις. τὴν δὲ ἐπέκτασιν εἰώθασι λέγειν τὴν κατὰ τὸ τέλος· τοιόσδε· τοσόσδε. εκτασις· ενεκα, εινεκα. Εἰ μή τι. ἀντὶ τοῦ πλήν. ουτως Πλάτων ἐν τῷ ̓Αλκιβιάδῃ ἐχρήσατο· εἰ μή τις σου ἐραστὴς ἐντυγχάνει. Εισω καὶ εσωθεν. ἀπὸ τῆς ἐξ προθέσεως γίνεται εξω, καὶ ἀπὸ τῆς πρὸ πρόσω· ουτω καὶ ἀπὸ τῆς εἰς εισω. Ειτα. μετὰ ταῦτα. ωσπερ ἀπὸ τοῦ δὴ δῆτα, ουτω καὶ ἀπὸ τοῦ ˉεˉι ειτα. Εἰρηκώσ. εἰπών. Τὸ Ε μετὰ τοῦ Κ. ( ̓Αρσενικόν.) ̔Εκατοστιαῖος τόκοσ. ὁ τοκιζόμενος εἰς δώδεκα νομίσματα τὰ ἑκατὸν νομίσματα. ̔Εκάεργοσ. τοξότης, η ὁ εκαθεν εργων, ο ἐστι μαχόμενος, η ὁ ἑκατέρωθεν ειργων καὶ κωλύων τοὺς πολεμίους. οιον· epsilon.651 -ἑκάεργος ̓Απόλλων. εργον γὰρ τὴν μάχην οιδεν Ομηρος καλεῖν. η ὁ πόῤῥωθεν ἐργαζόμενος. Εκαστοσ. παρὰ τὸ εκατος. ὁ μὴ πέλων ἐγγὺς, οιον κεχωρισμένος καὶ μὴ συλλήβδην ων πρὸς ετερον. ἐπιμερίζοντες τὸ πλῆθος φασὶν ἑκάτερος εκαστος. Εκατοσ. ὁ ηλιος. ἐκ τοῦ ἑκὰς, εκατος. ευ εἰδὼς ἀγόρευε θεοπροπίας ̔Εκάτοιο. ̔Εκατηβόλος καὶ ἑκατηβελέτησ. ὁ τοξότης. ̓Απόλλωνος, ἑκατηβελέταο ανακτος. τοῦ μακρόθεν βάλλοντος καὶ ἐπιτυγχάνοντος. παρὰ τὸ ἑκὰς καὶ τὸ βέλος γίνεται ἑκαβελέτης, καὶ πλεονασμῷ τῆς ˉτˉη ἑκατηβελέτης, ὡς ετυμος ἐτήτυμος. ὁ εκαθεν βάλλων τοξότης. ̓Εκ καταλόγου. τῶν εἰς στρατιώτας τελούντων. ̓Εκβιβαστήσ. δοκιμαστής. ̓Εκ γειτόνων. ἀντὶ τοῦ γειτνιῶσαν. ἐκ γειτόνων τῆς μεγαλοφροσύνης παροικοῦσαν τὴν ἀλαζονείαν ἐκφεύγει. Εκδημοσ. ὁ ἀπόδημος. Εκδηλοσ. ὁ φανερός. Εκδικοσ. ὁ τὴν ἀλήθειαν ἐκδικῶν. εκδικος καὶ ὁ εξω τοῦ δικαίου. ̓Εκ δυοῖν. ἐκ δύο. ̓Εκ γενετῆσ. ἐκ τῆς γεννήσεως. ̓Εκεῖνοσ. παρὰ τὸ ἑκὰς ἐπίῤῥημα, ο σημαίνει τὸ πόῤῥωθεν. τὴν γὰρ πόῤῥω δεῖξιν σημαίνει. καὶ οἱ ∆ωριεῖς κῆνος αὐτὴν φασὶ καὶ τῆνος, ἀντιδιαστέλλοντες αὐτὴν ἐπὶ τῆς πλησίον δείξεως. epsilon.652 εὑρίσκεται μέντοι, φησὶν ̓Απολλώνιος, καὶ τὴν τῆνος ἐπὶ τῆς πόῤῥω δείξεως. ̔Εκηβόλοσ. ὁ ̓Απόλλων. ἀπὸ τοῦ βάλλειν ἑκὰς καὶ μακρόθεν. ̓Εκκήρυκτοσ. ὁ ἀπόβλητος. Εκηλοσ. ὁ ησυχος. παρὰ τὸ ἑκὰς εκαλος καὶ εκηλος. παρὰ ουν τὸ εκηλος γίνεται ευκηλος. η παρὰ τὸ εικω τὸ ὑποχωρῶ, ἡσυχάζει γὰρ ὁ ὑποχωρῶν. η παρὰ τὸ ἀκὴν ακηλος καὶ εκηλος, ιν' ῃ ὁ ησυχος. η παρὰ τὸ ἑκὼν εκηλος. ̓Εκλογεῖσ. οἱ ἐκλέγοντες. ̓Εκνεφίασ. ανεμος ουτω καλούμενος, ος λίαν σφοδρῶς πνέει. παρὰ τὸν γνόφον. οἱονεὶ ὁ νέφη συνάγων καὶ ἐξ αὐτῶν κινούμενος. †ὁ ανωθεν κατιὼν καὶ ετερος ων παρὰ τοὺς ˉιˉβ, ωσπερ καὶ ὁ τυφών. ουτοι δέ εἰσι βλαπτικώτατοι λίαν, οιον κεραύνιοι οντες.† Εκπαγλος καὶ εκπλαγοσ. ὁ καταπληκτικός. παρὰ τὸ πέλαγος· φοβερὸν γὰρ τοῖς πλέουσιν· ἐκπέλαγος, καὶ κατὰ συγκοπὴν εκπλαγος καὶ εκπαγλος. ̓Εκποίητοσ. ἀποκηρύκτου διαφέρει, οτι ὁ ἀποκήρυκτος ἐπὶ κολάσει ἐκβάλλεται, ὁ δὲ ἐκποίητος ὑπὸ τοῦ φύσει πατρὸς δίδοται εἰς ετερον οικον πρὸς θέσιν. Εκπτωτοσ. ωσπερ λέγεται εκβιος ὁ ἐστερημένος τοῦ βίου, καὶ ἐξούσιος ὁ ἐστερημένος τῆς οὐσίας, ουτως καὶ εκπτωτος ὁ ἐστερημένος τῆς πτώσεως. ̓Εκπλαγεῖσ. ἐκπλήξεως εμπλεοι. ἐκπλαγεῖς δὲ γενόμενοι οἱ Λίβυες διὰ τὸ παράδοξον. ̓Εκ ποδὸς ειπετο κατόπιν. ἀντὶ τοῦ σύνεγγυς. epsilon.653 ̓Εκ πολλοῦ. ἐκ παλαιῶν τῶν χρόνων. Εκσπονδοσ. ὁ τὰς σπονδὰς καὶ τοὺς ορκους παραβαίνων καὶ μὴ φυλάττων. ὁ τοίνυν τοὺς ορκους ἐκσπόνδους ποιήσας. ̓Εκ συγκειμένου. προϋπηργμένου, προγεγυμνασμένου. τότε δὲ εἰς τάξιν τινὰ ωσπερ ἐκ συγκειμένου κατέστησαν. ̔Εκταῖοσ. ὁ εκτος. ̓Εκτεύσ. μέτρον ἐστὶν, ὁ ταυτόν ἐστι τῷ χοίνικι. οισθ' ουν