158
φαίνεται τῷ ὄντι τέχνη τις εἶναι τεχνῶν, καὶ ἐπιστήμη ἐπιστημῶν, ἄνθρωπον ἄγειν τὸ πολυτροπώτατον ζῶον καὶ ποικιλώτατον. Ὥσπερ τοῖς σώμασιν, οὐ τὴν αὐτὴν φαρμακείαν καὶ τροφὴν προσφέρονται ἅπαντες, ἄλλοι δὲ ἄλλην, ἢ εὐεκτοῦντες, ἢ κάμνοντες, οὕτω καὶ τὰς ψυχὰς διαφόρῳ λόγῳ καὶ ἀγωγῇ θεραπευτέον. Μάρτυρες δὲ τῆς θεραπείας, ὧν καὶ τὰ πάθη. Τοὺς μὲν ἄγει λόγος, οἱ δὲ ῥυθμίζονται παραδείγματι. Οἱ μὲν δέονται κέντρου, οἱ δὲ χαλινοῦ. Καὶ οἱ μὲν γάρ εἰσι νωθεῖς καὶ δυσκίνητοι πρὸς τὸ καλὸν, οὓς τῇ πληγῇ τοῦ λόγου διεγερτέον, οἱ δὲ θερμότεροι τοῦ μετρίου τῷ 95.1544 πνεύματι καὶ δυσκάθεκτοι ταῖς ὁρμαῖς, καθάπερ πῶλοι γενναῖοι ἔξω τῆς νύσσης θέοντες. Τοὺς μὲν ἔπαινος ὤνησεν, τοὺς δὲ ψόγος· ἀμφότερα μετὰ τοῦ καιροῦ καὶ τοῦ λόγου. Τοὺς μὲν παράκλησις κατορθοῖ, τοὺς δὲ ἐπιτίμησις· καὶ αὖθις, τοὺς μὲν ἐν τῷ κοινῷ διελεγχομένους, τοὺς δὲ κρύβδην. Φιλοῦσι γὰρ οἱ μὲν καταφρονεῖν τῶν ἰδίων νουθετημάτων, πλήθους καταγνώσει σωφρονιζόμενοι· οἱ δὲ πρὸς ἐλευθερίαν τῶν ἐλέγχων ἀναισχυντεῖν, τῷ τῆς ἐπιτιμήσεως μυστηρίῳ παιδαγωγούμενοι, καὶ ἀντιδιδόντες τῆς συμπαθείας τὴν εὐπάθειαν. Τῶν μὲν παρατηρεῖν ἐπιμελῶς ἀναγκαῖον, μέχρι καὶ τῶν σμικροτάτων, ὅσον τὸ οἴεσθαι λανθάνειν· τῶν δὲ ἔστιν ἃ καὶ παρορᾷν ἄμεινον, ὥστε ὁρῶντας μὴ ὁρᾷν, καὶ ἀκούοντας μὴ ἀκούειν· μήτε τῇ χρηστότητι μαλακίζειν, μήτε τραχύνειν τῇ χαλεπότητι. Οὗτος ὅρος πάσης πνευματικῆς προστασίας, πανταχοῦ τὸ καθ' ἑαυτὸν παρορᾷν πρὸς τὸ τῶν ἄλλων συμφέρον. Παίδων φείδεσθαι πατρικὸς νόμος. Τροφὴ καὶ τοῦ τρέφοντός ἐστιν ἡ δίδαξις. Ἐπιτιμῆσαι γαληνῶς, ἐπαινέσαι παιδευτικῶς, καὶ μηδέτερον τῇ ἀμετρίᾳ λυμαίνεσθαι, ἀλλὰ ποιῆσαι καὶ τὴν ἐπιτίμησιν πατρικὴν, καὶ τὸν ἔπαινον ἀρχικόν· μήτε τὸ ἁπαλὸν ἔκλυτον, μήτε στύφον τὸ αὐστηρόν· ἀλλὰ τὸ μὲν ἐπιείκειαν, τὸ δὲ φρόνησιν, καὶ φιλοσοφίαν ἀμφότερα. Ὅσον τὸ ὕψος καὶ τὸ ἀξίωμα, τοσοῦτον καὶ ὁ κίνδυνος. Οἱ ἱερεῖς, ἐνδύσασθε δικαιοσύνην. Μὴ διασπείρωμεν τὰ πρόβατα τῆς νομικῆς, καὶ διαφθείρωμεν, ὑπὲρ ὧν ἔθηκε τὴν ψυχὴν ὁ ποιμὴν ὁ καλὸς, ὁ γινώσκων τὰ ἴδια, καὶ γινωσκόμενος ὑπὸ τῶν ἰδίων, καὶ καλῶν κατ' ὄνομα, καὶ εἰσάγων αὐτὰ, καὶ ἐξάγων ἀπό τε ἀπιστίας εἰς πίστιν, καὶ ἀπὸ τῆς ζωῆς ταύτης εἰς τὴν ἐκεῖθεν ἀνάπαυσιν· φοβηθῶμεν μὴ ἀφ' ἡμῶν ἄρξηται τὸ κρίμα καὶ τὴν ἀπειλήν· μὴ λάβωμεν ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα, αὐτοί τε οὐκ εἰσιόντες, καὶ τοὺς εἰσελθεῖν δυναμένους κωλύοντες. Τὰ πρόβατα, μὴ ποιμαίνετε τοὺς ποιμένας, μηδὲ ὑπὲρ τοὺς ἑαυτῶν ὅρους ἐπαίρεσθε. Ἀρκεῖ γὰρ ὑμῖν ἂν καλῶς ποιμαίνησθε. Μὴ κρίνετε τοὺς κριτὰς, μηδὲ νομοθετῆτε τοῖς νομοθέταις. Οὐ γάρ ἐστιν ὁ Θεὸς ἀκαταστασίας καὶ ἀταξίας, ἀλλ' εἰρήνης καὶ τάξεως. Καὶ ὀφθαλμὸς παιδευτοῦ σιωπῶσα διδασκαλία. Ὅσον κρείττων ἡ ψυχὴ τοῦ σώματος, τοσούτῳ τιμιώτερος τῶν τὰ σώματα θεραπευόντων ὁ τὰς ψυχὰς ἐξιώμενος. Τοσοῦτον ἀνώτερον βασιλείας ἕστηκεν ἱερωσύνη, ὅσον πνεύματος καὶ σαρκὸς τὸ μέσον. 95.1545 Οὐ γὰρ ἔστι τὰ τῶν ἱερέων κρύπτεσθαι ἐλαττώματα, ἀλλὰ καὶ τὰ σμικρότατα ταχέως κατάδηλα γίνεται. Οὐ χρὴ τὴν σύνεσιν ἡλικίᾳ κρίνειν, οὐδὲ τὸν πρεσβύτην ἀπὸ τῆς πολιᾶς δοκιμάζειν, οὐδὲ τὸν νέον πάντως ἀπείργειν τῆς τοιαύτης διακονίας, ἀλλὰ τὸν νεόφυτον. Πολὺ δὲ ἀμφοτέρων τὸ μέσον. Οἱ πολλοὶ ὅταν τινὰ ἴδωσι χρημάτων κρείττονα, εὐθέως αὐτὸν ἐπιτήδειον εἶναι πρὸς ταύτην ἀποφαίνονται οἰκονομίαν. Ὁ τοιοῦτος λυμεὼν ἂν εἴη προστάτης, καὶ λύκος ἀντὶ ποιμένος. Μηδεὶς μήτε νέον διαβάλλῃ, μήτε γέροντα ἐγκωμιάζῃ. Οὔτε γὰρ ἡ πολιὰ ἀρετὴ, οὔτε ἡ νεότης κακία. Πολλοὶ καὶ ἐν νεότητι φιλοσοφίαν ὑπεδείξαντο· πολλοὶ καὶ γὰρ ἐν γήρει ὑπεσκελίσθησαν. Καὶ γὰρ οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ ἦσαν, καὶ τὴν φλόγα δρόσον εἰργάσαντο· καὶ ∆ανιὴλ δωδεκαέτης ὢν, τῷ δήμῳ τῷ Ἑβραϊκῷ διελέγετο, καὶ τοὺς λέοντας πρόβατα ἐποίησεν· οὐ τὴν φύσιν μεταβαλὼν, ἀλλὰ τὴν θηριωδίαν αὐτῶν τῇ πίστει χαλινώσας. Καὶ Παῦλος γεγηρακὼς ἦν καὶ πεπολιωμένος, καὶ σκυλευτὴς γέγονε τῶν Ἐκκλησιῶν. Καὶ μετὰ ταῦτα τὸ βραβεῖον τῆς πίστεως