158
τὴν λύτταν ἐκείνην ἐξηλάθησαν μὲν οἱ κύνες ἐκεῖνοι· οἱ δὲ ἀγαπῶντες αὐτὸν, ἐν τῇ Σιὼν κατεσκήνωσαν, τὴν τῆς αἰνέσεως αὐτῷ θυσίαν προσφέροντες.
ΕΡΜΗΝ. ΤΟΥ ΞΘʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος, τῷ ∆αβὶδ, εἰς ἀνάμνησιν, εἰς τὸ σῶσαί με Κύριον." Τοῦτο δὲ
ἐν ἐνίοις ἀντιγρά 80.1416 φοις εὗρον· οὔτε δὲ παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς. Συμβαίνει δὲ ὅμως τῇ τοῦ ψαλμοῦ διανοίᾳ· σωτηρίαν γὰρ ὁ προφήτης αἰτεῖ, καὶ τῶν πολεμούντων ἀπαλλαγήν. Εἴρηκε δὲ τὸν ψαλμὸν ὁ μακάριος ∆αβὶδ, ὑπὸ τοῦ Ἀβεσσαλὼμ διωκόμενος· εἰκότως δὲ καὶ τὸ εἰς ἀνάμνησιν τῇ ἐπιγραφῇ πρόσκειται· ἡ γὰρ μνήμη τῆς ἁμαρτίας αὐτὸν ἐκέντει τῶν πολεμίων σφοδρότερον· διόπερ βοᾷ· βʹ. "Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες· Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον." Πολλαῖς, φησὶ, καὶ παντοδαπαῖς περικλύζομαι συμφοραῖς· οὗ δὴ χάριν ταχεῖαν αἰτῶ παρασχεθῆναί μοι τὴν βοήθειαν. γʹ. "Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου." ∆ιαμάρτοιεν, φησὶν, οἱ τῆς ἐμῆς σφαγῆς ἐφιέμενοι, καὶ τὴν ἐντεῦθεν αἰσχύνην καρπώσαιντο. "Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω· καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοι κακά." [Ἀντὶ τοῦ, οὐ μόνον τῇ γῇ παραδοθή σονται, ἀλλὰ καὶ μετ' αἰσχύνης τόνδε τὸν βίον ὑπ εξέλθωσιν οἱ κατατυρεύσαντες κατὰ τῶν εὐσεβῶς βιοτευόντων τὰ δεινά· τοῦτο γὰρ καὶ διὰ τῶν ἑξῆς λέγει.] δʹ. "Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι, Εὖγε, εὖγε." Πρὸς δὲ τούτοις καὶ οἱ τοῖς ἐμοῖς κακοῖς ἐφηδόμενοι, τράποιντο εἰς φυγὴν μετ' αἰσχύνης, τὴν ἐμὴν ὁρῶντες μεταβο λήν· εʹ. "Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, ὁ Θεός· καὶ λεγέτωσαν διαπαντὸς, Μεγαλυνθήτω ὁ Θεὸς, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου." Τὸ Κύριος οὐ κεῖται ἐν τῷ Ἑξ 80.1417 απλῷ. Θυμηδίας ἁπάσης, φησὶ, τοὺς σοὺς ἔμπλησον ἐραστάς· ἵνα σου τὰς εὐεργεσίας ὑμνοῦντες χορεύ σωσιν. ʹ. "Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης, ὁ Θεὸς, βοήθησόν μοι." Ἀντὶ τοῦ, Τῆς τῶν προειρημέ νων δικαιοσύνης ἐστέρημαι, καὶ πτωχείᾳ συζῶν τῆς ἀρετῆς οὐκ ἔχω τὸν πλοῦτον." Βοηθός μου καὶ ῥύστης μου εἶ σύ." Τῆς σῆς γὰρ προμη θείας τετύχηκα. "Κύριε, μὴ χρονίσῃς." Ἐπάρκε σον ὅτι τάχιστα, καὶ μὴ ἀναβάλῃ τὴν αἴτησιν. [Περὶ τούτου γὰρ οὐ μόνον ὁ ∆αβὶδ ἀντιβολεῖ, ἀλλὰ καὶ ἅπας ὁ τῶν ἁγίων χορός.]
ΕΡΜΗΝ. ΤΟΥ Οʹ ΨΑΛΜΟΥ. "Τῷ ∆αβὶδ ψαλμός· τῶν υἱῶν Ἰωναδὰβ, καὶ τῶν πρῶτον αἰχμαλωτισθέντων·
ἀνεπίγραφος παρ' Ἑβραίοις." Ὡμολόγησε καὶ αὐτὸς ὁ τὴν ἐπιγραφὴν ποιησάμενος, μὴ εὑρηκέναι ταύτην παρὰ τῷ Ἑβραίῳ, ἀλλ' αὐτὸς αὐτὴν τεθεικέναι. Ἰστέον μέν τοι, ὡς οὐ τοῦ Ἰωναδὰβ υἱοὶ οἱ πρῶτοι ᾐχμα λωτίσθησαν· ὁ γὰρ μακάριος Ἱερεμίας οἶνον αὐτοῖς προσενέγκαι ὑπὸ τοῦ Θεοῦ προσετάχθη εἰς ἔλεγχον τῆς Ἰουδαίων παρανομίας. Ἐκείνων δὲ πιεῖν μὴ βουληθέντων διὰ τὰς τῶν προγόνων ὑπο θήκας, κατηγόρησε λοιπὸν τῆς Ἰουδαίων ἀπειθείας ὁ προφήτης· ὡς ἐκείνων ἀνθρωπίνας ἐντολὰς φυλαττόντων, τούτων δὲ τὰς θείας παραβαινόντων νομοθεσίας. Εἴρηται δὲ ὁ ψαλμὸς ἐκ προσώπου τῶν εἰς Βαβυλῶνα μεταναστάντων, τῆς ἐπανόδου γλιχομένων, καὶ τὴν τῆς δουλείας ποθούντων ἀπαλ λαγήν· γέγραφε δὲ αὐτὸν ὁ μακάριος ∆αβὶδ, τῷ τῶν εὐσεβεστέρων τάγματι προσαρμόσας τοὺς λόγους. [Καὶ μάλιστα τοῖς υἱοῖς τῆς χάριτος προλέγει ἀπαλλαττομένοις τῆς τῶν εἰδώλων μυσαρᾶς δουλείας, Χριστῷ δὲ τῷ Θεῷ πιστεύουσιν καὶ τὴν παρ' αὐτοῦ δεχομένοις προμήθειαν.] αʹ. "Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα." Μὴ διαμάρτω, φησὶ, τῆς ἐλπίδος, τὴν σὴν προσμένων ἐπικουρίαν· μηδὲ ἐπὶ πλεῖστον