Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
κατὰ τὸ ἐν Ἰεζεκιὴλ, "Τροχὸς ἐν τροχῷ." Ἀλλὰ καὶ ἀστραπαὶ αἱ τὸ νοητὸν ἡμῖν ἐξαστράπτουσαι φῶς, οἱ τοῦ Εὐαγγε λίου ἱερουργοὶ, πρὸς οὓς ἐῤῥέθη· "Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου," μέχρι τῶν περάτων τῆς γῆς ἔφα ναν. Οὐ γάρ πού φαμεν ὅτι τῆς εἰς ὑετοὺς γεγενη μένης ἀστραπῆς ἐποιεῖτο μνήμην ὁ ∆αβὶδ, ἀλλὰ τὴν τοῦ νοητοῦ καὶ θείου φωτὸς ἀνάλαμψιν τῷ τῆς ἀστρα πῆς ἤθελε κατασημαίνειν ὀνόματι. Ἰστέον δὲ ὅτι καὶ πᾶς ἅγιος οὐ γεγωνίωται οὐδὲ ἔχει τι σκολιὸν, ἀλλὰ τροχός ἐστιν ὀλίγῳ μέρει τῆς γῆς ἐφαπτόμενος· καὶ ἡ φωνὴ τῆς σοφίας ἐν τῷ τοιούτῳ γίνεται μηδὲν ἔχοντι καμπύλον. Ὁ δὲ ἁμαρτωλὸς τά τε ἄλλα σκολιός ἐστι· κἂν εὔχηται, ἐν ταῖς γωνίαις εὔχεται, κατὰ κεκλιμένας εὐθείας καὶ οὐ τὴν ἐπ' εὐθείας φέρουσαν ὁδὸν τῆς ψυχῆς αὐτοῦ. Ἡμᾶς δὲ καὶ αἰσθηταὶ μὲν ἀστραπαὶ ἐπιστρεφέτωσαν πρὸς τὸν βροντῶντα καὶ ἀστράπτοντα Θεόν· ἔχουσι γάρ τι θαυμαστὸν, τὸ τὰς αὐγὰς ἀθρόον φαινομένας φαίνειν τῇ οἰκουμένῃ, ὤστε λύεσθαι τὸ τῆς νυκτὸς σκότος· οὐ μόνον γὰρ ἤλιος λόει τὸ σκότος, ἀλλὰ καὶ ἀστραπή. Εἰ δὲ δεῖ κἀνταῦθα προσαναμεῖναι τῷ λόγῳ, ὥσπερ κατά τι παράδειγμα, τροχοὶ ὄντες δέχονται τὴν φωνὴν οἱ μεγαλόφωνοι ἀπόστολοι τοῦ κατὰ τὸ Εὐαγγέλιον λόγου· οὕτω καὶ ἀστράπτουσι, καὶ λάμπει αὐτῶν τὸ φῶς ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ἔστιν ἰδεῖν ἀστραπὰς τῶν νοη μάτων αὐτῶν καὶ τῶν πράξεων.
ΨΑΛΜΟΣ ΟΖʹ.
∆ιέῤῥηξε θάλασσαν, καὶ διήγαγεν αὐτούς. (F f. 122) Σέσωκε δὲ καὶ ἡμᾶς κατὰ
τὸν ἴσον τρό πον ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· διεβίβασε γὰρ ἡμᾶς καὶ παρεσκεύασεν, καθάπερ τινὰ θάλασσαν, τοῦ παρόντος βίου τὸν κλύδωνα, τὰς ἐπαναστάσεις, τοὺς πειρασμοὺς, τὰ κύματα. Κεκρατήκαμεν δι' αὐτοῦ καὶ τῶν ἀνθεστηκότων. ∆έδωκεν ἡμῖν πατεῖν 69.1196 ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύ ναμιν τοῦ ἐχθροῦ. Εἰσήγαγεν δὲ ἡμᾶς καὶ εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ἧς διεμέμνητο λέγων· "Μακά ριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. (E f. 159 b) Ἄρτος οὐρανοῦ ὁ τοῦ Θεοῦ Μονογενής· δηλονότι αὐτό ἐστι τὸ μάννα τὸ ἀληθές· ὁ ἄρτος ἐκ τοῦ οὐρανοῦ πάσῃ τῇ λογικῇ κτίσει χορηγούμενος.
ΨΑΛΜΟΣ ΟΗʹ.
Ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος; (C f. 171 b, D f. 202, G f. 86, L f. 191)
Ὅτι δέ χεται Χριστὸς καὶ σφόδρα ἑτοίμως τὰς τῶν ἁγίων πρεσβείας, ἃς ἀντιποιοῖντο πολλάκις ὑπὲρ τῶν πε πλημμεληκότων, συναγωνίζονται γὰρ ὡς ἀδελφοῖς, καὶ μερίζονται τῶν ἐν θλίψει τὸ δάκρυον, καὶ ἰδίας ποιοῦνται τὰς ἑτέρων συμφορὰς, καὶ ὡς αὐτοὶ πά σχοντες δι' ἀγάπην, τῷ φιλαγάθῳ Θεῷ προσπίπτουσι λέγοντες· "Ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος, ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου;" Μὴ μέχρι παν τὸς, φησὶν, καὶ ἀκαταλήκτως ἐπαφήσῃς τὴν ὀργὴν τοῖς ἡμαρτηκόσιν. Οὐ πέφυκας εἶναι τοιοῦτος· πλήτ τει γὰρ ὁ τῶν ὅλων Θεὸς τοὺς ἠμεληκότας τοῦ ζῇν ἐθέλειν ὀρθῶς· ἐπειδὴ δέ ἐστιν πολὺς καὶ ἀπαρά βλητος [cod. ἀπαραβόητος] εἰς φιλανθρωπίαν, οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν. Συστέλλει γὰρ ἀεὶ τὰς ὀργὰς, καὶ οὐκ ἰσοῤῥόπως τοῖς παρ' ἡμῶν ἁμαρτήμασιν ἐπιφέρει τὰς τιμωρίας· καὶ γοῦν διὰ τὸ μέγεθος τῆς ἐνούσης αὐτῷ ἡμερότητος καὶ ἀμνησικακίας, μονονουχὶ καὶ ἐγκαλοῦσίν τινες αὐτῷ ὅτι καὶ ὅλως ὀργίζεται. Καὶ γοῦν ὁ καρτερικώτατος Ἰὼβ αὐτὸ δὴ τοῦτο ποιῶν προσήρχετο λέγων· "∆ιὰ τί οὐκ ἐποιήσω τῆς ἀνομίας μου λήθην, καὶ καθαρισμὸν τῆς ἁμαρτίας;"