μέλλετε καὶ αὐτοὶ ἀκούειν. ὡς οὖν ταῦτα, φησί, σιωπῶ διὰ τὸ προακούεσθαι ὑφ' ὑμῶν, οὕτω καὶ τὰ ἐμὰ οὐ λαλῶ διὰ τὸ εὖ γινώσκεσθαι ὑφ' ὑμῶν, ἀρκούμενος μόνῃ τῇ τῆς εὐγενείας ἀποδείξει καὶ τῇ ἀναμνήσει τῆς ἀλκῆς, ἃ ἐνέφηνεν ἐν τῷ «οὐ γένος κακὸς οὐδὲ ἄναλκις εἶναι». ∆ῆλον δὲ ὡς Ὁμηρικῆς δεινότητος καὶ τὸ σιγῆσαι μὲν τὰ τοῦ ∆ιομήδους, ἵνα μὴ ἀδολεσχῇ τὰ αὐτὰ πολλάκις λαλῶν, τὰ δὲ τοῦ Οἰνέως συντεμεῖν, ἵνα μηδ' ἐπ' αὐτοῖς μακρολογῇ ἔξω καιροῦ. (ῃ. 113) Ἰστέον δὲ ὅτι τὸ μὲν «πατρὸς ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι» ἐρεῖ ἄν τις ἐπ' εὐγενείᾳ οἰκείᾳ μεγαληγορῶν. (ῃ. 122) Τὸ δὲ «ἀφνειὸς βιότοιο», καὶ τὰ ἑξῆς ἕως τοῦ «πρόβατα ἔσκεν» ἔκφρασίς ἐστι πλούτου ἀρχαϊκοῦ, ὃς ἐν ἀρούραις ἦν καὶ φυτοῖς καὶ προβάτοις, 3.589 εἰπεῖν δὲ πλατικώτερον, θρέμμασιν. Ἡ δὲ κατὰ τὸν Τυδέα ἱστορία τοιαύτη τίς ἐστιν. Οἰνέως καὶ Περιβοίας ὁ Τυδεύς. οὗτος Λυκωπέα καὶ Ἀλκάθουν ἀνεψιοὺς ἐπιβουλεύοντας τῷ πατρὶ Οἰνεῖ ἀπέκτεινεν ἐν ἀγρῷ καὶ σὺν αὐτοῖς ἄκων τὸν πατράδελφον Μέλανα. φεύγων δὲ τὸν φόνον ἧκεν εἰς Ἄργος καὶ καθαίρεται ὑπὸ Ἀδράστου καὶ γίνεται γαμβρὸς ἐκείνῳ ἐπὶ τῇ ῥηθείσῃ γυναικί. Καὶ ὅρα ὅτι κἀνταῦθα μερίσας, ὡς αὐτῷ σύνηθες, ὁ ποιητής, ὃ ἤθελε τῆς κατὰ τὸν Τυδέα ἱστορίας, ἐπέτεμεν. [(ῃ. 110) Τὸ δὲ ἐγγύς οὐ μόνον τοπικὴν σημασίαν ἔχει, ἀλλὰ καὶ χρονικὴν ἐμφαίνει, ὡς δηλοῖ ἐπαχθὲν τὸ «οὐ δηθά», ἵνα λέγῃ ὅτι αὐτίκα νῦν εὕρηται ὁ λαλήσων ἀνὴρ καὶ οὐ δηθὰ ζητηθήσεται.] Τὸ δὲ ματεύσομεν ἔλλειψιν ἔχει τοῦ ˉσ, μαστεύειν γάρ ἐστι τὸ ζητεῖν. εἰ μή τις ἐρεῖ τοῦτο μᾶλλον εἶναι πρωτότυπον, ἐξ αὐτοῦ δὲ κατὰ πλεονασμὸν γενέσθαι τὸ μαστεύειν ὡς ἀπὸ τοῦ μῶ μάσω, ἐξ οὗ καὶ τὸ «αὐτόματος δέ οἱ ἦλθεν». εἰ δὲ τοῦθ' οὕτως ἔχει καὶ ἔστι ματεύειν, ὅρα ὡς πάνυ ἑτεροιοῦται τὸ ματεύειν τοῦ ἐν ἄλλοις εἰρημένου ματᾶν. (ῃ. 110 ς.) Τὸ δὲ «αἴ κ' ἐθέλητε πείθεσθαι» καὶ τὰ ἑξῆς, προθεραπεία τῶν ῥηθησομένων εἰσὶ καὶ παραιτητικὰ νεμέσεως ἢ μᾶλλον φθόνου. τοῦτο γὰρ δηλοῖ τὸ «χόλῳ ἀγάσησθε ἕκαστος». Ἀγῶ γὰρ οὐ μόνον τὸ σέβομαι, ἀφ' οὗ ἀγάσματα τὰ σεβάσματα, καὶ εἶδος ἀγητοί, ἀλλὰ καὶ τὸ φθονῶ καὶ μέμφομαι, οὗ παράγωγον τὸ ἀγαίω. [Τὸ δὲ «ἀγάσησθε 3.590 ἕκαστος» Ἀττικόν ἐστι, κοινὸν μέντοι τὸ «ἀγάσηται ἕκαστος». αἴτιον δὲ τῆς πληθυντικῆς συντάξεως ὁ μερισμὸς τοῦ ἕκαστος, ἤγουν τὸ αὐτός καὶ ἕτερος καὶ οὗτος καὶ ἐκεῖνος καὶ ἄλλος καὶ ἰδοὺ πάντες, ὥστε ταὐτὸν ἕκαστος εἰπεῖν καὶ πάντες. διὸ δύναται καὶ μετὰ πλήθους συντάσσεσθαι, καθὰ καὶ τὰ συλληπτικά, οἷον τὸ λαός, χορός, πλῆθος καὶ τὰ ὅμοια.] (ῃ. 114) Χυτὴ δὲ καὶ νῦν γαῖα ἡ ἐπιχεομένη νεκροῖς. οὐ γὰρ βῶλοι αὐτοῖς ἐπιτίθενται, ἀλλὰ χοῦς, ὅς ἐστι γῆ χυτή, ἣν οὐδὲ συνέχειν ἂν ὁ γαιήοχος λέγοιτο οἷα παντελῶς ἐστερημένην ὑγροῦ. (ῃ. 118) Τὸ δὲ «πατρὸς ἐμεῖο πατήρ» περιπέφρασται διὰ σαφήνειαν, καὶ δηλοῖ τὸν πρὸς πατρὸς πάππον. ὃς καὶ γεροντίας ἐλέγετο Λακωνικῶς, οὗπερ ὁ ἐπάνω τῷ χρόνῳ ἐπίπαππος, οὐχὶ πρόπαππος, λέγεται, ὥς φησί τις ἀποσημειωσάμενος ὀνόματα συγγενικά, ὃς λέγει καὶ ὅτι τήθη μὲν ἡ τῆς μητρὸς [καὶ τοῦ πατρὸς] μήτηρ, ἐπιτήθη δὲ ἡ ὑπὲρ αὐτήν, καθ' ὁμοιότητα τοῦ πάππου, καὶ ὅτι ἀνεψιοὶ καὶ αὐτανέψιοι οἱ αὐτοί, δηλοῦντες τοὺς ἐξαδέλφους, καὶ ὅτι θεῖος πατρὸς ἢ μητρὸς ἀδελφός, [ὁ καὶ νέννος], καὶ ὅτι ὁ πάτρως καὶ ὁ μήτρως Ἰακὰ μᾶλλον, οἵπερ εἰσὶ θεῖοι ἐκ πατρὸς καὶ μητρός, καὶ ὅτι κηδεσταὶ μὲν οἱ κατ' ἐπιγαμίαν οἰκεῖοι, συγκηδεσταὶ δὲ οἱ ἀδελφάς, φησί, γεγαμηκότες, καὶ ὅτι τηθαλαδοῦς, ὃν οἱ πολλοὶ μαμμόθρεπτον λέγουσι, παρὰ τὴν τήθην Ἀττικῶς τὴν ἀνωτέρω ῥηθεῖσαν, ἥν, ὡς δηλοῖ Αἴλιος ∆ιονύσιος, ὀκνοῦσιν 3.591 οἱ Ἀττικοὶ μάμμην καλεῖν, ὡς τῶν πολλῶν οὕτω τὴν μητέρα λεγόντων. Λέγει δὲ ἐκεῖνος ὁ τὰ ῥηθέντα συγγενικὰ ἐκγραψάμενος καὶ ὅτι ἀπφὺς παρά γε τοῖς Ἀττικοῖς βάρβαρόν ἐστιν. Ἔστι δὲ ὁ πατήρ, ὡς δηλοῖ Θεόκριτος, ἀφ' οὗ ἔφυ τις δηλαδή, καὶ ὤφειλε μὲν εἶναι ἀφφύς τροπῇ τοῦ ψιλοῦ ˉπ τῆς προθέσεως εἰς τὸ ἐπαγόμενον ˉφ, ἐτράπη δὲ εἰς τὸ ἀντίστοιχον τοῦ ˉφ, ἤγουν εἰς ἑαυτό, οἷον δή τι γίνεται καὶ ἐν τῷ «κὰπ φάλαρα» καὶ «κάτθανε» καὶ τοῖς τοιούτοις. Λέγει δὲ ἐκεῖνος