159
πάντα χρήματα ἐξηρευνᾶτο καὶ ἐζητεῖτο πανταχοῦ· ἀπόρου δὲ ἤδη τῆς εὑρέσεως γινομένης, οἰηθεὶς ὁ βασιλεὺς ἀμελείᾳ τῶν ζητούντων αὐτὸν διαδιδράσκειν, ἑαυτοῦ αὐτὸς τὴν ζήτησιν ἐποιεῖτο. καὶ παρελθὼν εἰς Γαλατᾶν ἅμα ὅσοις ἔτυχε Ῥωμαίων, ἐπεὶ μηδὲν εἶχον οἱ Λατῖνοι ἀντιλέγειν, τὰς οἰκίας πέμπων διηρευνᾶτο καθ' ἑκάστην· ὁ δ' ἴσα καὶ ᾅδου ὑποδύντι κυνῆν, ἀνεύρητος ἦν. ὅμως δὲ ἐκέκρυπτο ἐν Γαλατᾷ ὑπὸ φαύλου τινὰ οἰκίαν, ἣ διὰ φαυλότητα οὐδὲ ἀνηρευνήθη, καίτοι γε βασιλέως ἐπ' αὐτῆς ἑστῶτος καθ' ὅσον χρόνον αἱ λοιπαὶ διηρευνῶντο. ἐπεὶ δὲ ἀνεχώρησεν ἐκεῖθεν ὁ βασιλεὺς ὡς ἀδύνατον ἀπαγορεύσας τὸ ζητεῖν, ὁ Συργιάννης ἐπιβὰς νεὼς ἐπ' Εὔβοιαν πλεούσης, ἐκεῖ ἀπεκομίσθη πρῶτον· ἔπειτα ἐκεῖθεν διὰ Λοκρῶν καὶ Ἀκαρνάνων εἰς Ἀλβανοὺς, οἳ περὶ Θετταλίαν οἰκοῦσιν αὐτόνομοι νομάδες, διεσώθη κατὰ φιλίαν παλαιὰν, ἣν πρὸς αὐτοὺς ἦν πεποιημένος, ὅτε τῆς ἑσπέρας ἐστρατήγει· κἀκεῖθεν ἀγωγῶν παρ' αὐτῶν τυχὼν, ἦλθεν εἰς Κράλην ἄρχοντα τῶν Τριβαλῶν φυγάς. καὶ ἐπηγγέλλετο πολλὰ τοῖς Ῥωμαίοις ὑπήκοα αὐτῷ ὑποποιήσειν· Κράλης δὲ ὑπεδέξατο αὐτὸν ἀσμένως, ἅμα μὲν ἱκέτην γεγενημένον, ἅμα δὲ ἐλπίσας δι' αὐτοῦ τὰ Ῥωμαίων πράγματα ὡς μάλιστα κακώσειν. καὶ τά τε ἄλλα φιλοτίμως μάλιστα προσεφέρετο αὐτῷ, καὶ στρατιὰν ὅσης ἐδέετο παρεῖχεν ἐπὶ τῷ τὰς ὑπηκόους τοῖς Ῥωμαίοις πόλεις καταδουλοῦσθαι. καὶ 1.451 ἄλλα τε μάλιστα πολίσματα προσεποιήσατο, καὶ Καστορίαν πόλιν μεγάλην κατὰ τὴν Βοτιαίαν ᾠκισμένην. πυθομένῳ δὲ βασιλεῖ ὅσα κατὰ τὴν ἑσπέραν Συργιάννῃ νεωτερισθείη, ἠρεμεῖν οὐκ ἦν, ἀλλ' ἐκ Βυζαντίου εἰς ∆ιδυμότειχον ἐλθὼν, συνέλεγε τὴν στρατιὰν, ὡς εἰς τὴν ἑσπέραν ἐκστρατεύσων. κεʹ. Ἀσχολουμένου δὲ αὐτοῦ περὶ τοῦ στρατεύματος τὴν συλλογὴν, Σφραντζὴς ὁ Παλαιολόγος τῶν συγκλητικῶν εἷς, οὐ πάνυ δὲ τῶν ἐπ' εὐγενείᾳ λαμπρυνομένων, βασιλεῖ νυκτὸς προσελθὼν, προσκεκρουκέναι τε ὡμολόγει πολλὰ καὶ δίκης ἄξια, συγγνώμης τε καὶ εὐεργεσίας ἀνθ' ὧν ἔδει τυχεῖν τιμωριῶν. ἀνθ' ὧν βούλεσθαι μὲν καὶ αὐτὸν καὶ προθυμεῖσθαι ἄξιον φανῆναι τῆς εὐεργεσίας καὶ εὐγνώμονα περὶ τὸν οὕτως ἀγαθὸν δεσπότην· καιροῦ δὲ μὴ παρασχόντος, ἀτελῆ μέχρι νῦν καταλείπεσθαι τὴν προθυμίαν· νυνὶ δὲ μάλιστα τῶν πραγμάτων ἐνδιδόντων καὶ δεομένων εὔνων οἰκετῶν καὶ πιστῶν, ἥκειν καὶ αὐτὸν πρὸς τὸν κατὰ Συργιάννη πόλεμον διδόντα ὅ,τι βούλοιτο χρῆσθαι βασιλεῖ. ἕτοιμον δὲ εἶναι μὴ μόνον πόνοις πολλοῖς καὶ προθυμίᾳ καὶ σπουδῇ, ἀλλὰ καὶ αἵματι τῷ σφετέρῳ ἀλλαττόμενον, καταπράττεσθαι τὰ κατὰ γνώμην βασιλεῖ. βασιλεὺς δὲ «Τῶν μὲν προτέρων ἕνεκα ἁμαρτημάτων» ἔφη «καίτοι γε μεγάλων ὄντων, μηδεμίαν εἶναι δίκαιον παραίτησιν ποιεῖσθαι νῦν, ἐκ πολλοῦ συνεγνωσμένων· εὐνοίας δὲ ἕνεκεν τῆς πρὸς αὐτὸν πράττειν τῶν δεόντων τι καὶ 1.452 μάλιστα βούλεσθαι οὐ μόνον ὅτι δίκαιον εὔνουν εἶναι καὶ πρόθυμον περὶ αὐτὸν, ἀλλ' ἵνα καὶ μᾶλλον ἐπισπάσηται τιμάς τε παρέχειν καὶ προσηκούσας τὰς εὐεργεσίας· ἃ δὲ νῦν ἔφης εἰς τὸν κατὰ Συργιάννη πόλεμον χρήσιμος ὀφθήσεσθαι ἡμῖν, βούλεσθαι μαθεῖν ὁποῖ' ἄττα, ὡς ἂν ἐκ τῶν λεγομένων ᾖ διαγινώσκειν, ἄν τε λυσιτελοῦντα τὰ βεβουλευμένα εἴη, ἄν τε μή.» Σφραντζὴς δὲ οὐδὲν μὲν ἥκειν ἔφασκεν οἴκοθεν αὐτὸς βεβουλευμένος πλὴν τοῦ προθυμότατον ἑαυτὸν ἐφ' οἷς ἂν κελευσθείη παρασχέσθαι· ἐπ' αὐτῷ δὲ εἶναι ἐφ' ὅ,τι ἂν δοκοίη λυσιτελεῖν σκεψαμένῳ χρῆσθαι. βασιλεὺς δὲ ἐπῄνει τε αὐτὸν τοῦ βουλεύματος καὶ οἴκαδε ἐκέλευεν ἀναχωρεῖν, ὡς ἐς τὴν ὑστεραίαν ἅττα ἂν δοκοίη βέλτιστα ὑποθησόμενος. τὸν μέγαν δὲ δομέστικον παραλαβὼν, ἐβουλεύοντο ὅπως δέοι τὸν κατὰ τοῦ Συργιάννη πόλεμον διαθέσθαι· ᾤοντο δὲ πρὶν παρασκευασαμένους ἥκειν ἀντιπάλῳ στρατιᾷ οὐ μέμψιν τινὰ δικαίαν εἶναι, εἴγε χωρὶς ὅπλων καὶ κινδύνων ἀπάτῃ τὸν πολέμιον συσχόντες δυνήσονται τὸν πόλεμον πρὶν συστῆναι καταλῦσαι. τὰ γὰρ τοιαῦτα κλέμματα καλλίστην δόξαν ἔχειν, ἃ μάλιστ' ἄν τις τὸν πολέμιον ἐξαπατήσας, ἑαυτόν τε καὶ τοὺς ὑπηκόους ὠφελήσειε. διὰ ταῦτα δὴ ἐδόκει Σφραντζῇ τῶν παρακειμένων τῇ Καστορίᾳ