159
ἐξηγρίωτο· αιτιον δ' ην οτι καταφρονεῖσθαι ἐδόκει καὶ ηδεσθαι πάντας ἐπὶ τοῖς αὐτοῦ δυστυχήμασιν. εἰς τοῦτο δ' ἐκ τοιοῦδε παρώρμητο. πολλὰ παρὰ τὸν νόμον ̔Ηρώδῃ πεποίητο, ων εν ην καὶ ὁ παρὰ τὸν μέγαν τοῦ ναοῦ πυλῶνα ἀνατεθεὶς χρυσοῦς ἀετός. κωλύει δὲ ὁ νόμος εἰκόνων ἀναθέσεις η ζῴων ἐπιτηδεύεσθαι. τοῦτον τὸν ἀετὸν ̓Ιούδας καὶ Ματθίας ̓Ιουδαίων λογιώτατοι καὶ δήμῳ προσφιλεῖς διὰ παιδείαν τῶν νεωτέρων ἐκέλευον κατασπᾶν. καν γάρ τινι κίνδυνος διὰ τοῦτο γένηται, ελεγον, μακάριός ἐστιν ἐκεῖνος ὑπὲρ τῶν νόμων θανούμενος. τοιούτοις ουν λόγοις ἐπαλειφόντων τὴν νεότητα, γίνεται λόγος τεθνάναι τὸν βασιλέα. καὶ αὐτίκα μεσούσης ἡμέρας κατέσπων τὸν ἀετὸν καὶ συνέκοπτον τοῖς πελέκεσι. συλλαμβάνονται τοίνυν καὶ τῶν νέων πολλοὶ καὶ ̓Ιούδας καὶ Ματθίας οἱ τοῦ τολμήματος εἰσηγηταὶ καὶ ἀλεῖπται τῶν τοῦτο ἐργασαμένων, καὶ ἀνήχθησαν πρὸς ̔Ηρώδην. ὁ δὲ ηρετο εἰ ἐτόλμησαν καθελεῖν αὐτοῦ τὸ ἀνάθημα. καὶ οἱ ανδρες "πέπρακται" ειπον, "καὶ θαυμάζειν οὐ χρὴ εἰ τῶν σῶν δογμάτων τοὺς νόμους ους Μωυσῆς ἡμῖν καταλέλοιπεν ἐκ θεοῦ διδαχθεὶς προτιμώμεθα." τοὺς μὲν ουν δεδεμένους επεμψεν εἰς ̔Ιεριχώ, καλέσας δὲ τοὺς ἐν τέλει τῶν ̓Ιουδαίων, κατακεκλιμένος ἐν κλι1.400 νιδίῳ τῶν εἰς αὐτοὺς εὐποιιῶν ἀνεμίμνησκε καὶ τῆς δομήσεως τοῦ ναοῦ, καὶ κατεβόα οτι καὶ ετι ζῶντα ἐξυβρίζοιεν καθαιροῦντες τὰ αὐτοῦ ἀναθήματα, ὡς δοκεῖν μὲν αὐτὸν ὑβρίζειν, κατὰ δέ γε τὸ ἀληθὲς ἱεροσυλεῖν. οἱ δὲ δεδιότες τὴν ἐκείνου ὠμότητα, τοὺς τοῦτο τολμήσαντας ἀξίους ειναι κολάσεως εφασκον. καὶ ὁ βασιλεὺς τοῖς μὲν αλλοις πρᾳότερον προσεφέρετο, Ματθίαν δὲ τὸν ἀρχιερέα τὴν τιμὴν ἀφελόμενος, ετερον εἰς τὸ ἱερᾶσθαι κατέστησεν, ̓Ιώζαρον ἀδελφὸν γυναικὸς ἰδίας· Ματθίαν δὲ τὸν τὴν στάσιν ἐγείραντα καί τινας τῶν στασιαστῶν κατέκαυσε ζῶντας. ̔Η μέντοι νόσος ἐπὶ μᾶλλον ἐκείνῳ ἐνεπικραίνετο, δίκην ων παρηνόμησε τίνοντι. πῦρ γὰρ μαλθακὸν τὰ ἐντὸς ἐκάκου αὐτοῦ, καὶ τῶν ἐντέρων ησαν ἑλκώσεις, καὶ μάλιστα τοῦ κώλου ἀλγήματα, καὶ φλέγμα περὶ τοὺς πόδας ὑγρόν τε καὶ διαυγές, τοῦ ητρου τε κάκωσις καὶ τοῦ αἰδοίου σῆψις γεννῶσα σκώληκας, καὶ ἐπὶ τούτοις ὀρθόπνοια τῇ τε ἀποφορᾷ ἀηδὴς καὶ τῷ τοῦ ασθματος συνεχεῖ, καὶ σπασμοὶ περὶ πᾶν μέλος αὐτοῦ ἐγίνοντο. ὁ δὲ καὶ ουτω κακῶς διακείμενος ἐν ἐλπίδι ζωῆς ην, οὐδὲ ἀποτετραμμένοις κεχρῆσθαι ἀπαναινόμενος. περάσας δὲ καὶ τὸν ̓Ιορδάνην τοῖς κατὰ Καλλιρρόην ἐχρῆτο θερμοῖς, α σὺν τῇ λοιπῇ ἀρετῇ τυγχάνει καὶ πότιμα. ενθα εἰς πύελον ἐλαίου πλέων παρὰ τῶν ἰατρῶν ἐμβληθεὶς εδοξεν ἐκλιπεῖν. ἀνενεγκὼν δὲ εἰς ̔Ιεριχοῦντα κεκόμιστο, ενθα μέλαινα αὐτὸν ἐπὶ πᾶσιν ῃρει χολή. Τελευτῶν δὲ ἀνοσίαν πρᾶξιν ἐπινοεῖ. προστάγματι γὰρ αὐτοῦ ἐκ παντὸς τοῦ εθνους τῶν ἐντιμοτέ1.401 ρων ἀφικομένων ἐκεῖ, συγκλείσας πάντας ἐν τῷ ἱπποδρόμῳ τῇ ἀδελφῇ Σαλώμῃ καὶ τῷ ἀνδρὶ αὐτῆς ̓Αλεξᾷ ἐνετέλλετο, ἐπὰν αὐτὸς ἀφῇ τὴν ψυχήν, τοὺς καθειργμένους απαντας ἀνελεῖν, "ινα μὴ ἐφήδοιντό μου" λέγων "οἱ δῆμοι τῇ τελευτῇ, μηδ' ἐπικροτοῖεν, ἀλλ' ἑκάστων θρηνούντων τοὺς ἑαυτῶν ουτως καὶ αὐτὸς δόξω θρηνεῖσθαι καὶ πολλοῖς ἡ εξοδός μου τιμηθείη τοῖς δάκρυσι." καὶ ὁ μὲν ἐπέσκηπτε ταῦτα δακρύων καὶ ποτνιώμενος, οἱ δὲ μὴ παραβήσεσθαι τὴν ἐντολὴν ἐπηγγέλλοντο. ̓Εν τούτοις γράμματα ὑπὸ τῶν ἐν ̔Ρώμῃ ἀπεσταλμένα κεκόμιστο, τήν τε ̓Ακμὴν ἀνῃρημένην δηλοῦντα καὶ τὰ περὶ τὸν ̓Αντίπατρον τῇ τοῦ πατρὸς γνώμῃ ἀνατιθέμενα. τούτων ἀκούσας ̔Ηρώδης ησθη καὶ βραχύ τι ἀνήνεγκε. τῶν δ' ἀλγηδόνων εἰς μέγα ἠρμένων ἀπείχετο μὲν σιτίων, μῆλον δ' αἰτήσας καὶ μάχαιραν γνώμης ην ἑαυτὸν ἀναιρήσων. καὶ πέπραχεν αν τὸ ἐνθύμημα, εἰ μή τις αὐτοῦ προγνοὺς κατέσχε τὴν δεξιάν. καὶ μέγα ἀνακραγόντος οἰμωγή τε ην καὶ θόρυβος μέγας ὡς οἰχομένου τοῦ βασιλέως. καὶ ὁ ̓Αντίπατρος ὡς ηδη θανόντος ἀνεθάρσησε, καὶ τῷ δεσμοφύλακι ἀφεῖναι αὐτὸν ἠξίου μεγάλα ὑπισχνούμενος. ὁ δὲ τῷ βασιλεῖ γνωρίζει τὴν ἐκείνου διάνοιαν. καὶ ος ἀνεβόησέ τε καὶ πέμπει τινὰς τοὺς αὐτίκα κτενοῦντας αὐτόν. μεταποιεῖ δὲ αυθις τὰς