159
ἀπολωλεκυῖα πυρῶν ἐκτέα-. τουτέστι τριώβολον. ̓Εκτῆνεσ. ουτως ὠνομάζοντο οἱ Βοιωτοί. Εκτιμος καὶ ἐκτίμουσ. εξω καὶ ἐκτὸς τιμῆς. ἐκτίμους εχουσα πτέρυγας ὀξυτόνων γόων. ̓Εκτομίασ. ὁ εὐνοῦχος. ̓Εκ τοῖο. ἐκ τούτου. ̓Εκτόπιοσ. ἀπὸ ξένου τόπου. ἐκτόπιος συθείς ο ἐστιν ὁρμήσας. ̓Εκτοπισμόσ. ἡ πόῤῥω διαγωγή. οἱ δὲ φοβούμενοι τὸν εἰς Ἰταλίαν ἐκτοπισμὸν ἐν ταῖς ὁδοιπορίαις διεδίδρασκον. ̓Εκτιναγμόσ. οταν ἀναῤῥιπτῆται μετὰ κινήματος ἡ γῆ. ̓Εκ τῶν παρόντων. ἐκ τῶν φθασάντων. νικώμενοι ουν ἐκ τῶν παρόντων ακος αἰτοῦσι παρὰ τοῦ θεοῦ. epsilon.654 ̓Εκτραορδιναρίουσ. ̔Ρωμαϊκὴ ἡ λέξις. δηλοῖ δὲ τοὺς ἐπιλέκτους. ̔Εκυρόσ. ὁ πενθερός. παρὰ τὸ εἰς αὐτὸν τὴν νύμφην αγειν η τὴν κόρην. η παρὰ τὸ δέχω, δεχυρὸς, καὶ ἀποβολῇ τοῦ ˉδ καὶ τροπῇ τοῦ ˉχ εἰς ˉκ ἑκυρός. η παρὰ τὸ κύρω, τὸ ἐπιτυγχάνω, κυρὸς καὶ πλεονασμῷ τοῦ ˉε ἑκυρός. Εκφοροσ. παράφορος, μαινόμενος. αἰσθάνομαι γινόμενος ὑπὸ τοῦ πάθους εκφορος. Εκφρων. ἐξεστηκὼς, παραπαίων, εξω φρενῶν. ὁ δὲ ὑπὸ μέθης εκφρων γενόμενος. Εκφυλοσ. ξένος, παρηλλαγμένος, ἀήθης, ἀλλόφυλος. ὀθνεῖος καὶ πάντη εκφυλος. Εκκοποσ. κατάκοπος. ὁ δὲ διανύσας σταδίους τετρακοσίους καὶ γενόμενος εκκοπος ἐπέμεινεν. ̓Εκπαθεῖσ. ὑγιεῖς, ἐκτὸς πάθους. ινα μὴ ωσιν εκδιψοι, ἀλλ' ἐκπαθεῖς καὶ κεκαινοποιημένοι. ̓Εκ παραλλήλου. ἐξ ὁμοίου. ̓Εκνόμοισ. παρανόμοις. ̔Εκτέον. κρατητέον. ̓Εκ τιτύμνων. ἐκ μικρᾶς ἡλικίας. ̓Εκφάντορεσ. κυρίως οἱ τῶν μυστηρίων τὰ αῤῥητα συμβολικῶς ἀναφαίνοντες. (Θηλυκόν.) ̔Εκάβη. κύριον ονομα. ἡ εκαθεν βεβηκυῖα. ὁ γὰρ πατὴρ ∆ύμας Φρὺξ Πριάμῳ εἰς Ιλιον ἐξέδοτο. οθεν Πρίαμος Φρυξὶ σύμμαχος· ηδη καὶ Φρυγίην εἰσήλυθα. epsilon.655 ̔Εκατόμβη. θυσία γινομένη ἐξ ἑκατὸν βοῶν. ̓Εκ καταλήψεων. ἐξ ἐφευρέσεων. * ̓Εκ γειτόνων. ἀντὶ τοῦ γειτνιῶσαν. ἐκ γειτόνων τῆς μεγαλοφροσύνης παροικοῦσαν τὴν ἀλαζονείαν ἐκφεύγει.* Εκδοσισ. τὸ ναυτικὸν δάνεισμα, οἱονεὶ εξω δόσις. ουτω καὶ ∆ημοσθένης. ̓Εκδιαίτησισ. τρυφή. ὁ δὲ τρυφαῖς μαλακαῖς καὶ ἐκδιαιτήσεσι διαλυθεὶς ἐπανῄει. Εκδεια. ἡ κεχρεωστημένη λοιπὰς καὶ ἡ ἑκούσιος στέρησις τῶν χρημάτων. ενδεια δὲ ἡ ἀκούσιος. ̓Εκδοχή. ἀναμονή. ̓Εκεχειρία. ανεσις, ἀνοχὴ πολέμου. παρὰ τὸ εχω καὶ ἀπέχω γίνεται ἐχεχειρία, καὶ τροπῇ τοῦ ˉχ εἰς ˉκ ἐκεχειρία. Εκζεσισ. ἡ εκβρασις. ̓Εκκήρυκτον. ἀπόβλητον. ἐκκήρυκτον ταύτην ἐποίησαν. καὶ ἐξεκήρυξαν ἀντὶ τοῦ ἀπεσκοράκισαν. ̓Εκθυμία. προθυμία. Εκθεσμον. παράνομον. εκθεσμον ἁμαρτίαν πεποιήκεσαν. epsilon.656 ̓Εκλειπία. ἡ συγχώρησις. αδικον ἡγεῖτο τὴν ἐκλειπίαν. ̓Εκλιμίαν. τὴν ἀχορτασίαν. ̓Εκλογιστίαν. ἀρίθμησιν. καὶ ἐκλογιζόμενος τὸν στρατόν-. Εκκλητοσ. ην αν ἐκκαλῇ τὶς εἰς τὸ κριθῆναι, δηλονότι τὴν πρώτην οὐ στέργων κρίσιν, ὡς πρὸς εχθραν κρινάσης η πρὸς χάριν. ἐξῆν δὲ τοῖς μὲν ξένοις ἐκκαλεῖσθαι, τοῖς δὲ πολίταις οὐκέτι. ̓Εκκλησίαν. συναγωγὴν οχλου. ἐκκλησία δ' οὐχὶ διὰ πλοῦτον γίνεται, ἐκκλησιάζομεν γὰρ η τὶ τῶν ἰδίων σῶσαι βουλόμενοι. καλεῖ δὲ καὶ ὁ Χριστὸς σῶμα ἑαυτοῦ τὴν ἐκκλησίαν, καὶ διὰ ταύτης ἱερατεύει ὡς ανθρωπος· δέχεται δὲ τὰ προσφερόμενα ὡς θεός. ̓Εκκλήσεισ. αἱ ἐκκαλήσεις. πρόδηλος γὰρ ἐγένετο φυγὴ καὶ τῶν ὑπεναντίων ἐκκλήσεις πρὸς ἐπίθεσιν. ̓Εκμαρτυρία. διαφέρει τῆς μαρτυρίας. οτι ἡ μὲν τῶν παρόντων ἐστὶν, ἡ δὲ ἐκμαρτυρία τῶν ἀπόντων. ̓Εκ μεταβολῆσ. ητοι ἐκ μεταμελείας. οἱ δὲ μετὰ ταῦτα ἐκ μεταβολῆς ὡς ἐπ' ̓Ολυμπίας. epsilon.657 ̓Εκκομιδή. ἡ ἐκφορά. ̔Εκουσιότησ. νοὸς *αὐτεξουσιότης καὶ* αὐτοκινησία πρὸς τὸ αἱρετόν. ̓Εκ περινοίασ. ἐξ ἐπινοίας. Εκπληξισ. *ἀσυνεσία καὶ* φόβος ἐξ ἀσυνήθους φαντασίας. ̓Εκπνοή. εξοδος πνεύματος ὑπὸ συστολῆς πνεύμονος διὰ ψύξιν τοῦ ἐν ἡμῖν θερμοῦ. ̓Εκπλαγοῦς καὶ ἐκπαγλοῦσ. ἐκπληκτικῆς, θαυμαστικῆς. ̓Εκ περιουσίασ. ἐκ περιττοῦ. ἐκ περιουσίας λέγει. ̓Εκ περιτροπῆσ. ἐξ ἀποστροφῆς· ἐκ νίκης. ̓Εκ προσαγωγῆσ. ἀντὶ τοῦ πρὸς ἀνάγκην καὶ οὐκ ἐκ φύσεως οὐδὲ ἁπλοϊκῶς. Εκρηξισ. ἡ κραυγή. Εκστασισ. φρενῶν ἀποβολὴ, καὶ ὁ θαυμασμὸς καὶ ἡ ἀλλοίωσις. εστι δὲ καὶ ἁμαρτία. ∆αβίδ· ἐγὼ δὲ ειπα ἐν τῇ ἐκστάσει μου. Εκτοποσ.