159
τοὺς ἔξω συνεστιᾶσθαι αὐτοῖς οὐ κωλυτέον, οὐχ ἵνα καὶ εὐλογῶσιν ἕως λύσεως. Τοσαῦτά μοι ὦπται περὶ τούτων ἐν φόβῳ θεοῦ καὶ ἀληθείᾳ. εἰ δέ τι ἐξ ὑμῶν ἢ ἀπ' ἄλλων καινότερον, διδαχθῶ· ὁμολογῶ γὰρ ὡς πολλὰ ἁμαρτάνων καὶ πολλὰ ἀγνοεῖν δέχομαι. ἄσπασαι τοὺς ἀδελφούς σου καὶ τέκνα μου, τὸν ἀββᾶν Πέτρον καὶ Ἰγνάτιον καὶ Τιθόιον, τοὺς ἐν Κυρίῳ ἐπιποθήτους μου καὶ συνεργούς· ἄσπασαι τοὺς ἐκ τῆς ἁγίας σου συνοδίας φιλητούς μου· ἄσπασαι τοὺς μυστηριοφύλακας, τὰ ἐμὰ ἠγαπημένα σπλάγχνα· ἄσπασαι τὴν κοπιῶσαν ἐν Κυρίῳ, ἧς ἀπέχω καὶ περισσεύω ἐν ἀγαθοῖς· ἄσπασαι πάντας τοὺς ἐν Χριστῷ ἀδελφούς, κἂν λαϊκοί, ἐξ ὧν Σέργιος ὁ εὐσεβὴς καὶ ἔγγυος. ἀσπάζονταί σε καὶ τοὺς ἄλλους οἱ σὺν ἐμοὶ ἀδελφοί. ὁ Κύριος Ἰησοῦς Χριστὸς μεθ' ὑμῶν, ἀδελφοὶ ἀειπόθητοι· μνημονεύετέ μου τῆς ταπεινώσεως. 226 {1Ἰγνατίῳ τέκνῳ}1 Ἀπὸ τῶν γραμμάτων σου θεωρῶν εἰμι τὴν καρδίαν σου, ὦ καλέ μου Ἰγνάτιε, καὶ χαίρω μὲν τῇ πεποιθήσει καὶ εἰλικρινεῖ ἀγάπῃ σου, λυποῦμαι δέ, ὅτι μὴ ἄξιος ὢν τοιούτους ἔχω τοὺς φιλοῦντάς με υἱοὺς ἐν Κυρίῳ, πάντα προαιρουμένους εἰς ἐμὲ τὸν δύστηνον, ὅτι, εἰ δυνατόν, καὶ τοὺς ὀφθαλμοὺς ἐξορύξαντες ἂν ἐδώκατέ μοι. τίς ὡς ἐγὼ ἐν μαθηταῖς δοξαστός, καὶ τίς ὁ ἐμοῦ ὑποδεέστερος διὰ τὰς ἁμαρτίας; οὐδείς. Ἀλλ' εὔχου, τέκνον, καὶ ὑπερεύχου κατορθοῦντά με πορεύεσθαι, ἵνα ἐν ἐμοὶ μὴ ὄνειδος, ἀλλὰ καύχημα ἔχοιτε· κἀγὼ παρακαλῶ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὑμᾶς τοὺς τῆς ἀδελφότητος ἀκρόμονας ἑδραίους εἶναι τανῦν, ἀμετακινήτους τῆς πίστεως, περισσεύοντας ἐν τῷ ἔργῳ Κυρίου πάντοτε, ἀφ' ὧν γίνοιτο εἰς τοὺς ὑφειμένους εὐθύτης. εἴητε ἐξεμπλάρια τοῖς πᾶσιν ἀγαθοεργίας, κραταιότητος· βλέπετε τοὺς καταπίπτοντας ἐν ἀσεβείᾳ καὶ ἔμφοβοί ἐστε, μᾶλλον δὲ προσεκτικοί, θερμοκάρδιοι, διδακτικοὶ καὶ διεγερτικοὶ πρὸς τοὺς πλησίον, ἵνα καθ' ἑκάστην στεφανοῦσθε. Τεθεράπευκάς με, τέκνον, ἐν ταῖς τετράσιν, ἀλλὰ πάλιν ἀνταπέσταλκα αὐτάς, ἵνα μοι συμπληρωθείσας ἀποστείλῃς. ἀσπάζονταί σε οἱ σὺν ἐμοὶ ἀδελφοί σου. 227 {1Μαρίᾳ αὐγούστῃ}1 Νῦν δοξάζειν ἔστι τὸν θεὸν ἐπὶ παντὶ ἀνθρώπῳ τῷ ἐνισταμένῳ ὑπὲρ ἀληθείας Χριστοῦ, καθότι οὐ προτιμᾶταί τι τῶν ἐπὶ γῆς οὐδὲ μέχρις οἰκείας σαρκὸς χάριν τῆς ἀμωμήτου πίστες ἡμῶν τῶν χριστιανῶν· μάλιστα δὲ δοξάζειν ἔστιν, ὅτι σὺ ἡ δοκοῦσα διὰ τὴν βασιλικὴν ἀξίαν, προσθείην δ' ἂν καὶ διὰ τὴν γυναικείαν φύσιν καὶ ὅσα ἐξ ἀμφοῖν δυσχερῶς ἔχει, ὑποπτήσσειν καὶ προδιδεῖν τὴν εὐσέβειαν τοὐναντίον γενναίως ἔστης, στέφανον ὁμολογίας αἱρουμένη καὶ μηδενὶ τῶν ἐπιγείων ἔρωτι κρατουμένη. ὄντως βασιλικόν σου, δέσποινά μου, τὸ φρόνημα, ὑπερφερὲς τὸ τῆς ψυχῆς ἀξίωμα· μακαρία εἶ τελειοῦσά σου τὸν ἀγῶνα. ἔδωκας σύσσημον ἐν τῇ γενεᾷ ταύτῃ ἀρετῆς σου θεοτιμήτου, αἰνετόν σου γέγονε τὸ ὄνομα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. ἐφάνης μᾶλλον ἐν τῷ κόσμῳ βασιλεύουσα τῇ ἀρετῇ ἢ ὅτε διάδημα περιετίθετό σοι χρυσοκόλλητον. εὐλογημένη σὺ ἐν βασιλίσιν, ἄρτι κλέος μοναζουσῶν, ἄρτι φῶς ἐν κόσμῳ, ἐπεὶ καὶ πρότερον, ἀλλ' οὐ τοσοῦτον. στῆθι ἔτι, παρακαλῶ, μὴ πτοηθῇς, ἡ θεὸν ἐπίκουρον ἔχουσα, δι' ὃν πτοηθήσεταί σε ὁ δοκῶν πτοεῖν σε. ἠδίκησαι τὸ πρὶν ἀδικίαν ἀθεράπευτον παρὰ βασιλεῖ, τοῦ καὶ ὁμοζύγου, δι' ἣν καὶ τετάρακται πόσα καὶ πηλίκα ἡ ἐκκλησία τοῦ θεοῦ. μὴ καὶ ἄρτι; τότε ἠδυνήθη· παρὰ γὰρ τοῦ κρατοῦντος ἴσχυσεν ὁ διάβολος. οὐ μὴν ἄρτι· παρὰ σοῦ γὰρ τὸ προαιρεῖσθαι τὰ κράτιστα. πιστὸς ὁ θεός, εἰς ὃν ἤλπισας δοῦναί σοι τῆς τελειώσεως τὸν στέφανον. μόνον παρακαλῶ ἔτι μικρὸν ὅσον ὅσον ἐνεγκεῖν σε τὰς προσβολάς, τὰς ἀπειλάς, ἃς ἡ στερρότης σου ὡς ἀφρὸν θαλάττιον διαλύσειεν ἐν Χριστῷ Ἰησοῦ τῷ δεσπότῃ καὶ νυμφίῳ σου. ∆έξαιό μου τὸ γράμμα ἐξ ἀγάπης πνευματικῆς καὶ ἀντιδοίης μοι τὴν ἱεράν σου προσευχήν. 228 {1Σπαθαρέᾳ}1 Ἐκ πολλῶν προακηκοὼς τῆς κατὰ θεόν σου πολιτείας τὰ ἐξαίρετα ἄρτι καὶ πείρᾳ ἔμαθον δι' ὧν ἀπέστειλας τῇ εὐτελείᾳ μου ὅτι ἔχεις σπέρματα εὐσεβείας ἐν τῇ καρδίᾳ σου, μεμνημένη τῶν διὰ Χριστὸν πασχόντων.