1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

159

Ῥώμηςἐπίσκοπος, συναθροίσας σύνοδον ἐπισκόπων τὴν τῶν Μονοθελητῶν αἵρεσιν ἀνεθεμάτισεν. ὁμοίως καὶ ἐν Ἀφρικῇ καὶ Βυζακίῳ καὶ Νουμιδίᾳ καὶ Μαυριτανίᾳ διάφοροι ἐπίσκοποι συναθροισθέντες τοὺς Μονοφυσίτας ἀνεθεμάτισαν. Ἰωάννου δὲ τοῦ Ῥώμης κοιμηθέντος, Θεόδωρος χειροτονεῖται πάπας ἀντ' αὐτοῦ. Πύρρος δὲ τὴν Ἀφρικὴν καταλαβὼν συνοψίζεται τῷ ἁγιωτάτῳ ἀββᾷ Μαξίμῳ, τῷ αἰδεσίμῳ ἐν μοναχικοῖς κατορθώμασιν, καὶ τοῖς ἐκεῖσε ἐνθέοις ἱεράρχαις, οἵ τινες τοῦτον ἐλέγξαντες καὶ πείσαντες πρὸς τὸν πάπαν Θεόδωρον ἀπέστειλαν ἐν Ῥώμῃ. καὶ λίβελλον ὀρθοδοξίας ἐπιδεδωκὼς τῷ πάπᾳ ἐδέχθη ὑπ' αὐτοῦ. τῆς δὲ Ῥώμης ὑποχωρήσας καὶ ἐν Ῥαβέννῃ ἐλθὼν ὡς κύων ἐπὶ τὸ ἴδιον ἐξέραμα ἐπέστρεψεν. τοῦτο δὲ μαθὼν ὁ πάπας Θεόδωρος τὸ πλήρωμα τῆς ἐκκλησίας συγκαλέσας καὶ τὸν τάφον τοῦ κορυφαίου τῶν ἀποστόλων καταλαβών, αἰτήσας τὸ θεῖον ποτήριον, ἐκ τοῦ ζωοποιοῦ αἵματος τοῦ Χριστοῦ τῷ μέλανι ἐπιστάξας οἰκείᾳ χειρὶ τὴν καθαίρεσιν Πύρρου καὶ τῶν κοινωνούντων αὐτῷ ποιεῖται. Πύρρου δὲ τὴν Κωνσταντινούπολιν καταλαβόντος, καὶ Παύλου ἀποθανόντος, οἱ τολμηροὶ ἑτερόδοξοι τὸν Πύρρον πάλιν τῷ θρόνῳ Κωνσταντινουπόλεως ἐγκατέστησαν. Θεοδώρου δὲ τοῦ πάπα τελευτήσαντος, Μαρτῖνος ὁ ἁγιώτατος χειροτονεῖται ἐν Ῥώμῃ. καταλαβόντος δὲ καὶ Μαξίμου ἀπὸ Ἀφρικῆς ἐν Ῥώμῃ καὶ τὸν πάπαν Μαρτῖνον πρὸς ζῆλον ἐξάψαντος, σύνοδον ρνʹ ἐπισκόπων συναθροίσαντες Σέργιον καὶ Πύρρον, Κῦρον καὶ Παῦλον ἀνεθεμάτισαν, τὰς δὲ δύο θελήσεις καὶ ἐνεργείας Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἐτράνωσαν 332 καὶ ἐκήρυξαν τῷ θʹ ἔτει τῆς βασιλείας Κώνσταντος, ἔγγονος Ἡρακλείου, ἰνδικτιῶνι ηʹ. ὅς τις μαθὼν καὶ θυμοῦ πλησθεὶς τόν τε ἅγιον Μαρτῖνον καὶ Μάξιμον ἐνέγκας ἐν Κωνσταντινουπόλει καὶ βασανίσας ἐξορίᾳ παρέπεμψεν ἐν Χερσῶνι καὶ τοῖς κλίμασιν· πολλοὺς δὲ καὶ τῶν ἑσπερίων ἐπισκόπους ἐτιμωρήσατο. μετὰ δὲ τὴν ἐξορίαν Μαρτίνου Ἀγάθων χειροτονεῖται πάπας Ῥώμης, ὅς τις κινηθεὶς ζήλῳ θεοῦ, σύνοδον ἱερὰν καὶ αὐτὸς συναθροίσας τὴν τῶν Μονοθελητῶν αἵρεσιν ἀπεκήρυξεν, τὰς δύο θελήσεις καὶ ἐνεργείας τρανώσας. οὕτω δὲ τῆς ἐκκλησίας τότε ὑπό τε τῶν βασιλέων καὶ τῶν δυσσεβῶν ἱερέων ταραττομένης, ἀνέστη ὁ ἐρημικώτατος Ἀμαλὴκ τύπτων ἡμᾶς τὸν λαὸν τοῦ Χριστοῦ, καὶ γίνεται πρώτη φοβερὰ πτῶσις τοῦ Ῥωμαϊκοῦ στρατοῦ, ἡ κατὰ τὸν Γαβιθᾶν λέγω καὶ Ἱερμουχὰν καὶ τὴν ∆άθεσμον αἱμοχυσία· μεθ' ἣν αἱ Παλαιστινῶν καὶ Καισαρέων καὶ Ἱεροσολύμων ἁλώσεις, εἶτα ὁ Αἰγύπτιος ὄλεθρος, καὶ καθεξῆς ἡ τῶν μεσογείων καὶ νήσων καὶ πάσης Ῥωμανίας αἰχμαλωσία, καὶ ἡ ἐν Φοίνικι παντελὴς τοῦ Ῥωμαϊκοῦ στρατοῦ τε καὶ στόλου ἀπώλεια, καὶ πάντων τῶν χριστιανικῶν λαῶν καὶ τόπων ἐρήμωσις, ἥτις οὐκ ἐπαύσατο, ἄχρις ἂν ὁ τῆς ἐκκλησίας διώκτης ἐν Σικελίᾳ κακῶς ἀνῃρέθη. Κόσμου ἔτη ρκβʹ. Τῆς θείας σαρκώσεως ἔτη χκβʹ. Ῥωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. καʹ. Ἀράβων ἀρχηγὸς Μουάμεδ ἔτη θʹ. θʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. κβʹ. Ἱεροσολύμων ἐπίσκοπος Ζαχαρίας ἔτη κβʹ. κβʹ. Ἀλεξανδρείας ἐπίσκοπος Γεώργιος ἔτη ιδʹ. ιβʹ. 333 Τούτῳ τῷ ἔτει ἀπεβίω Μουάμεδ, ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς καὶ ψευδοπροφήτης, προχειρισάμενος Ἀβουβάχαρον συγγενῆ αὐτοῦ εἰς τὴν ἀρχὴν αὐτοῦ. καὶ τῷ αὐτῷ χρόνῳ ἦλθεν ἡ ἀκοὴ αὐτοῦ καὶ πάντες ἐφοβήθησαν. οἱ δὲ πεπλανημένοι Ἑβραῖοι ἐν ἀρχῇ τῆς παρουσίας αὐτοῦ ἐνόμισαν εἶναι αὐτὸν τὸν παρ' αὐτοῖς προσδοκώμενον Χριστόν, ὡς καί τινας τῶν προυχόντων αὐτῶν προσελθεῖν αὐτῷ καὶ δέξασθαι τὴν αὐτοῦ θρησκείαν καὶ ἀφῆσαι τὴν τοῦ θεόπτου Μωσέως. ἦσαν δὲ τὸν ἀριθμὸν δέκα οἱ τοῦτο πεποιηκότες, καὶ σὺν αὐτῷ διῆγον ἄχρι τῆς σφαγῆς αὐτοῦ. θεωρήσαντες δὲ αὐτὸν ἐσθίοντα ἀπὸ καμήλου ἔγνωσαν, ὅτι οὐκ ἔστιν αὐτός, ὃν ἐνόμισαν, καὶ ἠπόρουν τί πρᾶξαι, καὶ ἀφῆσαι αὐτοῦ τὴν θρησκείαν δειλιῶντες οἱ τάλανες ἐδίδασκον αὐτὸν ἀθέμιτα καθ' ἡμῶν τῶν Χριστιανῶν· καὶ διῆγον σὺν αὐτῷ. ἀναγκαῖον δὲ ἡγοῦμαι διηγήσασθαι περὶ τῆς τούτου γενεᾶς· οὗτος ἐκ μιᾶς