1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

160

πράσσει, διαβάλλων δὲ διδασκάλους ἀληθείας εἰς ἐνέδραν τῶν ἀκρίτων καὶ διάβολος ὁ αὐτὸς ὀνομάζεται. τὸ δὲ τὸν ἀψευδῆ διδάσκαλον ἡμῶν εἰπεῖν αὐτόν τε καὶ τοὺς ἀγγέλους αὐτοῦ σὺν τοῖς ἀπατηθεῖσιν ἁμαρτωλοῖς εἰς τὸ σκότος τὸ κατώτερον ἀπελθεῖν, τοιοῦτόν τινα ἔχει λόγον. ὁ πονηρὸς σκότῳ χαίρουσαν τὴν κρᾶσιν λελογχώς, μετὰ τῶν ὁμοδούλων ἀγγέλων εἰς τὸ τοῦ Ταρτάρου σκότος κατελθὼν ἥδεται· φίλον γὰρ πυρὶ τὸ σκότος. αἱ δὲ τῶν ἀνθρώπων ψυχαὶ φωτὸς καθαροῦ σταγόνες οὖσαι, ὑπὸ ἀλλο- φύλου πυρὸς οὐσίας συμπινόμεναι καὶ φύσιν τοῦ ἀποθανεῖν οὐκ ἔχουσαι, κατ' ἀξίαν κολάζονται. εἰ δὲ ὁ τῆς κακίας ἡγεμὼν ἄνθρωπος ὢν οὐ πέμ- πεται εἰς τὸ σκότος ὡς μὴ τούτῳ χαίρων, τότε δύναται ἡ κακοῖς αὐτοῦ χαίρουσα κρᾶσις μετασυγκριθῆναι εἰς ἀγαθοῦ προαίρεσιν καὶ οὕτως ἀγα- θὸς συνεῖναι κριθήσεται ταύτῃ μᾶλλον ὅτι κακοῖς χαίρουσαν λελογχὼς κρᾶσιν, αἰτίᾳ τοῦ πρὸς τὸν θεὸν φόβου οὐδὲν παρὰ τὸ δοκοῦν τῷ τοῦ θεοῦ νόμῳ διεπράξατο. καὶ μήτιγε τὸ τὴν τοῦ ἀρχιερέως Ἀαρὼν ·άβδον γε- νέσθαι ὄφιν καὶ πάλιν ἀντιτραπῆναι εἰς ·άβδον, τοῦτο εἰς τὴν τοῦ πονηροῦ ὕστερον γενησομένην τῆς τροπῆς μετασύγκρισιν μυστηριωδῶς ἡ γραφὴ [ἐσομένην] προεδήλωσε; Μετὰ δὲ τὸν Λάζαρον Ἰώσηφος (καὶ αὐτὸς εἷς τῶν ἀκολούθων) ἔφη· Ὀρθῶς πάντα εἴρ<ηκας. νῦν δὲ> κἀμοὶ τοῦτο βουλομένῳ μαθεῖν παράσχου διὰ τί πᾶσι τῶν αὐτῶν λόγων <κηρυσσομένων> οἱ μὲν πείθονται, οἱ δὲ ἀπει- θοῦσι. καὶ ὁ Πέτρος· Oὐ γάρ εἰσιν, ἔφη, οἱ λόγοι ἐπῳδαί, ἵνα πάντως ἀκού- σας τις πιστεύσῃ. τῷ δέ τινας μὲν πείθεσθαι, τινὰς δὲ μή, συνετῶς δείκνυ- ται τὸ αὐτεξούσιον. ταῦτα εἰπόντα οἱ πάντες εὐλογήσαμεν. Καὶ δὴ μέλλουσιν ἡμῖν ἑστιᾶσθαι ὑπεισέδραμέ τις λέγων· Ἀππίων ὁ πλειστονίκης σὺν Ἀννουβίωνι ἧκεν ἀρτίως ἀπὸ Ἀντιοχείας καὶ ξενίζεται παρὰ Σίμωνι. ὁ δὲ πατὴρ ἀκούσας καὶ χαρεὶς ἔφη Πέτρῳ· Eἴ μοι ἐπιτρέπεις, πορεύομαι προσαγορεύσων Ἀππίωνα καὶ Ἀννουβίωνα ἐκ πρώτης ἡλικίας φίλους μοι γεγενημένους. τυχὸν γὰρ Ἀννουβίωνα πείσω Κλήμεντι δια- λεχθῆναι περὶ γενέσεως. καὶ ὁ Πέτρος· Ἐπιτρέπω, ἔφη, καὶ ἐπαινῶ τὰ φίλων σε πληροῦντα μέρη, πλὴν ἐννόει μοι ὡς κατὰ πρόνοιαν θεοῦ πανταχό- θεν συντρέχει τὰ πρὸς τὴν σὴν πληροφορίαν οἰκείαν ἀποτελοῦντα τὴν ἁρμο- νίαν. τοῦτο δὲ εἶπον διὰ τὴν Ἀννουβίωνος χρησίμως σοι γενομένην ἐπιδημίαν. καὶ ὁ πατήρ· Ἀληθῶς συνορῶ τοῦτο οὕτως ἔχον. καὶ ταῦτα εἰπὼν ἐπορεύθη πρὸς Σίμωνα. ἡμεῖς δὲ οἱ συνόντες τῷ Πέτρῳ δι' ὅλης νυκτὸς ἐπαλλήλως πυνθανόμενοι ὑπό τε ἡδονῆς καὶ χαρᾶς τῶν λεγομένων νήφοντες ἐνυκτερεύσαμεν. ἤδη δέ πως νυκτὸς ὑπαυγα- ζομένης Πέτρος ἐμβλέψας ἐμοί τε καὶ τοῖς ἀδελφοῖς μου ἔφη· ∆ιαπορῶ τί ἔδοξε τῷ ὑμετέρῳ πατρί. καὶ λέγοντος τοῦτο ἧκεν ὁ πατὴρ αὐτόθι, τὸν Πέτρον ἡμῖν περὶ αὐτοῦ διαλεγόμενον καταλαβών· καὶ ἀθυμοῦντα ἰδὼν προσαγορεύσας ἀπελογήσατο δι' ἣν αἰτίαν ἔξω κεκοίμηται. ἡμεῖς δὲ ἐμβλέποντες αὐτῷ ἐξειστήκειμεν, τὸ εἶδος Σίμωνος ὁρῶντες, φωνῆς δὲ τοῦ πατρὸς ἡμῶν ἀκούοντες Φαύστου. καὶ δὴ φευγόντων ἡμῶν αὐτὸν καὶ στυγνούντων ἐξεπέπληκτο ὁ πατὴρ ἐπὶ τῷ οὕτως ἀπηνῶς καὶ ἐχθρῶς αὐτῷ χρῆσθαι. μόνος δὲ Πέτρος τὴν κατὰ φύσιν αὐτοῦ ὁρῶν