καὶ ἄπφαν τὴν ἀδελφήν, καὶ ἄπφιον, ὑποκόρισμα ἐρωμένης, καὶ ἄλλα τινά, περὶ ὧν ἐν ἄλλοις γέγραπται. Ὅτι δὲ καὶ ἐξανέψοι ἐλέγοντο, ὧν οἱ πατέρες ἀλλήλων ἀνεψιοί, εὕρηται καὶ αὐτὸ ἐν τοῖς παλαιοῖς. Περὶ δέ γε τήθης καὶ μάμμης καὶ οὕτω φασί τινες. Τήθην οἱ Ἕλληνες τὴν πατρὸς ἢ μητρὸς μητέρα, οἱ δὲ παλαιοὶ ἀκύρως μάμμην καὶ μαῖαν, μάμμην γὰρ Ἀττικοὶ καὶ μαμμαίαν, τὴν μητέρα καλοῦσιν, ἣν δέ οἱ πολλοὶ τήθην, τηθίδα, μαῖαν δέ, ὡς ἡμεῖς, τὴν ὑπὸ Ἰώνων ὀμφαλητόμον, ὡς καὶ ἀλλαχοῦ δηλοῦται. [Ὅτι δὲ ὁ πάτρως καὶ ὁ μήτρως πατράδελφος καὶ μητράδελφος ἑρμηνεύονται, καὶ ὅτι που οἱ τῆς μητρὸς γονεῖς μήτρωες εἴρηνται, πάτρωες δὲ οἱ κατὰ πατέρα πρόγονοι, καὶ ὡς ὁ τηθαλλαδοῦς καὶ σκῶμμα εὐηθείας ἔχει, ὡς τῶν ὑπὸ τοιαύταις τεθραμμένων εἰς εὐήθειαν ἐπιδιδόντων διὰ τὸ ἀνειμένον τῆς τροφῆς. ∆ιὸ καὶ ὁ εἰπὼν ἐρωτηματικῶς τὸ «ὀκνεῖς λαλεῖν; οὕτω σφόδρ' εἶ τηθαλλαδοῦς;» ὀνειδίζων κέχρηται τῇ λέξει, παίζων εἰς ἀνδραποδώδη τινά, φησί, καὶ οἷον γραοτρεφῆ. Εἰ δέ τινές, φησί, πλανῶνται προσηγορίαν συγγενείας εἶναι κατὰ τὸ ἀνεψιαδοῦς, ἀλλ' ἔστιν ἄλλως, ὡς εἴ τις ἔμπληκτόν τινα παίζων ἐμπληκταδοῦν ὀνοματοποιήσει ἢ τὸν μωρὸν μωροδαλλοῦν. Ἔτι δὲ καὶ ὅτι 3.592 μαῖα καὶ ἡ ἁπλῶς πρεσβυτέρα γυνὴ ἐλέγετο, ἡ δ' αὐτὴ καὶ [τήθη καὶ] τηθία καὶ τηθίβιος, δηλοῦσι καὶ αὐτὰ οἱ παλαιοί, ὡς καὶ ἀλλαχοῦ παρασεσημείωται, ὅπου καὶ ὁ διπλοῦς τόνος τοῦ τήθη. τινὲς γὰρ ὀξύνουσιν αὐτό, πλὴν κοινοτέρα ἡ παροξυτόνησις.] καὶ τοιαῦτα μὲν καὶ ταῦτα. Τὸ δὲ «ἀρετῇ ἦν ἔξοχος» δοκεῖ πρὸς τὸ τρίτατος ἀφορᾶν, ἵνα εἴπῃ ὡς, εἰ καὶ τρίτος ἦν ἐν ἀδελφοῖς ὁ Οἰνεύς, ἀλλ' ἀρετῇ, ὅ ἐστιν ἀνδρίᾳ, καθ' ἣν ἐγχείῃ κέκαστο, ἢ καὶ ἄλλως ἁπάσῃ ἀγαθῇ ἕξει, ὑπερεῖχε. (ῃ. 119) Τὸ δὲ «Ἄργεϊ νάσθη» καὶ τὸ «πλαγχθείς» σεμνῶς ἐσχημάτισται. τὴν γὰρ τοῦ Τυδέος φυγὴν ἐκ τῆς πατρίδος διὰ φόνον πλάνην καλεῖ καὶ μετοικίαν εἰς Ἄργος, σιωπῶν καὶ τὴν αἰτίαν τῆς φυγῆς. οὐ γὰρ ἐχρῆν φονικὰ τοῖς τοῦ πατρὸς ἐγκαταμῖξαι διηγήματα, τὰ πρὸς ἀρετὴν δὲ μόνον ἄρτι καὶ πλοῦτον εἰπεῖν. Τοῦ δὲ «νάσθη» νάω τὸ θέμα, ἐξ οὗ καὶ ναέτης καὶ νάσασθαι τὸ οἰκῆσαι. ὡς γὰρ κλαίω κλάω, οὕτω καὶ ναίω νάω. (ῃ. 1) Τὸ δὲ «ὣς γὰρ θεὸς ἤθελεν» οὐ μόνον αἰτίας ἐπίκρυψιν, ἀλλά τι καὶ οἴκτου ἔχει. (ῃ. 122) Τὸ δὲ «βιότοιο» εἴρηται μὲν ἀντιπτωτικῶς ἀντὶ τοῦ βιότῳ, δηλοῖ δὲ γενικῶς πάντα τὰ εἰς βίον χρήσιμα, οἷς οὐ πάνυ συνεισακτέος χρυσὸς καὶ ἄργυρος. διὸ τὸν βίοτον σαφηνίζων ἀρούρας πυροφόρους μετρεῖ καὶ τὰ ἑξῆς. (ῃ. 123 ς.) Τὸ δὲ «πολλοὶ φυτῶν ὄρχατοι», ὅπερ κήπους παραλαλεῖ, καὶ τὸ «πολλὰ πρόβατα» ἐπιμονὴν ποιεῖ τῷ διπλασμῷ τῶν λέξεων, αἷς ἰσοδύναμον τὸ «ἅλις δέ οἱ ἔσαν ἄρουραι», καὶ τὸ ἦσαν δὲ καὶ ἔσαν καὶ ἔσκεν ἐπιμονῆς καὶ αὐτά. Ὄρχατοι δὲ ἢ παρὰ τὸ ὀρύσσω οἷον ὀρύχατοι, ἢ παρὰ τὸ ἕρκει ἠσφαλίσθαι, ἢ παρὰ τὸ ἔρχω, ἵνα ᾖ ὄρχος ἡ κατὰ τάξιν φυτεία, ὅθεν 3.593 ὄρχατος προπαροξυτόνως, ὡς μέσος μέσατος. Τὰ γὰρ ἀπὸ ὀνομάτων διὰ τοῦ ˉτˉοˉς παραγόμενα προπαροξύνονται· τρίτος τρίτατος, ἕβδομος ἑβδόματος, μυχός μύχατος, μέσατος, ὄρχατος. Πρόβατα δ' ἐνταῦθά φασί τινες τὰ τετράποδα πάντα βοσκήματα, παρὰ τὸ πρὸ τῆς πρώτης, ἤτοι τῆς ἔμπροσθεν, βάσεως ἑτέραν βάσιν ἔχειν. συμβάλλεται δ' ἐνταῦθά τι καὶ τὸ «κειμήλιά τε πρόβασίν τε». (ῃ. 125) Τὸ δὲ «ὡς ἐτεόν περ» σύστασις λόγου διαστελλομένου πρὸς τὰ ψευδῶς ἀκουόμενα. (ῃ. 126) Τὸ δὲ «οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες μῦθον ἀτιμήσητε», ὃν ἂν εὖ εἴπω, ἀρίστην ἔχει συγκρότησιν καὶ πάνυ συνιστᾷ τὸν ῥήτορα. οὐ γὰρ ἀρκετὸν εἰς πειθὼ ἡ πατραγαθία, ἐστὶ δὲ αἰδέσιμον, καὶ εἴ τις εἴη οὐκ ἄναλκις. εἰ δ' ἀμφοῖν τούτοιν προσείη καὶ τὸ εὖ εἰπεῖν, ὁ ταῦτ' ἔχων εἰκότως ἀκούοιτο ἄν. (ῃ. 127) Τὸ δὲ «πεφασμένον» οὐχ' ἁπλῶς ἀντὶ τοῦ εἰρημένον, περιττὸν γὰρ τοῦτό γε, ἀλλὰ τὸν ἀποφαντικῶς καὶ μὴ ἐνδοιαστικῶς ἀλλ' ἀξιωματικῶς ῥηθησόμενον, ὡς ἔστι πρέπον τῷ βουλευτῇ. Καὶ ἄλλως δέ, εἴπερ ἐστὶ τὸ πεφασμένον ἀντὶ τοῦ ἁπλῶς εἰρημένον, χρὴ νοῆσαι εὐθὺς ἐπηγμένον εἰς ἑρμηνείαν αὐτοῦ τὸ «ὅν κ' εὖ εἴπω», ἵνα λέγῃ ἀπὸ κοινοῦ «μῦθον πεφασμένον εὖ». (ῃ. 128) Τὸ δὲ «ἀνάγκῃ» ἀναγκαίους πολεμιστὰς