160
πολιχνίων ἐγχειρίζειν τὴν ἀρχὴν, καὶ ἐπειδὰν γένηται ἐκεῖ, Συργιάννην μὲν οὐκ ἀνέξεσθαι εὐθὺς μὴ προσπέμψαι πρὸς αὐτὸν καὶ παρακαλεῖν αὐτῷ προσθέσθαι ἀποστάντα βασιλέως· 1.453 τὸν δὲ ὑπακούσαντα προθύμως, φιλίαν θέσθαι πρὸς αὐτὸν καὶ συμμαχίαν· καὶ ἐπειδὰν γένωνται ἐν συνηθείᾳ καὶ φοιτῶσι παρ' ἀλλήλους ἀδεῶς, τότ' ἤδη φυλάξαντα καιρὸν ἐν ᾧ μὴ μεθ' ἑτέρων ἂν εἴη πολλῶν ὁ Συργιάννης, πάντως δὲ τοιούτους πολλοὺς εὑρήσειν, εἰς ἓν τῶν φρουρίων κατασχόντα δῆσαι· φρουρεῖν τε ἀσφαλῶς ἄχρις ἂν ἐλθόντι ἐγχειρίσῃ βασιλεῖ· οἴεσθαι δὲ ἔσεσθαι αὐτοῦ ῥᾳδίαν καὶ τὴν φυλακὴν ἅτε τῆς ἑπομένης στρατιᾶς οὐκ οἰκείας, ἀλλ' ἐξ Ἀλβανῶν καὶ Τριβαλῶν οὔσης συμμαχίδος, οἳ οὐ βουλήσονται ὑπὲρ Συργιάννη διακινδυνεύειν, τὸ φρούριον πολιορκοῦντες, ἀλλὰ διαλυθήσονται ἐπ' οἴκου, ἄσμενοι τῶν ἐκ τῶν πολέμων κακῶν ἀπηλλαγμένοι. τοιαῦτα μὲν ἐδόκει ἀμφοτέροις ἐπιχειρητέα εἶναι· καὶ ἐς τὴν ὑστεραίαν τὸν Σφραντζὴν μεταπεμψάμενος ὁ βασιλεὺς, τὰ βεβουλευμένα τε διηγεῖτο, καὶ ἐπυνθάνετο αὐτοῦ, εἰ καὶ αὐτὸς λυσιτελῆ τε καὶ δυνατὰ ἡγοῖτο· ὁ δ' ἔφασκε τοιαῦτα μὲν αὐτὸς οὐδὲ ἐνθυμηθῆναι τὴν ἀρχὴν, ἀλλ' ἕτερ' ἄττα πολλῷ ἀποδέοντα αὐτῶν· ἃ δὲ ἐβουλεύσαντο αὐτοὶ οὐ λυσιτελοῦντα μόνον, ἀλλὰ καὶ ῥᾷστα καὶ αὐτὸς νομίζειν· διὸ μηδὲ μέλλειν, ἀλλ' ἔργου ἅπτεσθαι ἤδη ἀναγκαῖον. ἐπεὶ τοίνυν ἐκεκύρωτο ἡ βουλὴ, ∆ρομορᾶν μέν τινα ἐς τὰ μάλιστα φίλον τῷ Σφραντζῇ, αὐτοῦ δεηθέντος, προσέταξεν ὁ βασιλεὺς, ὡς ἐπειδὰν ἐμφανῶς ὁ Σφραντζὴς εἰς Συργιάννην ἀποστῇ, κτήματά τε ὅσα πρόσεστι καὶ βοσκήματα καὶ τὴν ἄλλην περιουσίαν δημοσιώσαντα φυλάττειν, ἵνα μὴ ὑπό τινων ἁρπασθέντα 1.454 διαφθαρῇ· λόγῳ μὲν ὡς διαφέροντα βασιλεῖ, τῇ δ' ἀληθείᾳ τῷ φίλῳ Σφραντζῇ τὴν χάριν κατατιθέμενον τῆς φυλακῆς· αὐτῷ δὲ γράμματα παρασχόμενος βασιλικὰ, ἃ τῶν φρουρίων Σωσκοῦ τε καὶ ∆εύρης καὶ Σταριδόλων καὶ Χλερηνοῦ ἐπέτρεπε τὴν ἀρχὴν, ἐξέπεμπεν ἐκ ∆ιδυμοτείχου κατὰ τάχος· αὐτὸς δὲ περιμείνας οὐ πολλὰς ἡμέρας, ἀλλ' ὅσας ᾤετο Σφραντζῇ ἀνακωχὴν πρὸς τὴν ἐπιχείρησιν παρέξειν, ἄρας καὶ αὐτὸς τὴν πρὸς Θεσσαλονίκην ᾔει σχολῇ βαδίζων. Σφραντζῇ δὲ ἐπεὶ τῆς ἐγκεχειρισμένης ἀρχῆς ἐγκρατὴς ἦν, προσέπεμπεν εὐθὺς τοὺς ἀποστήσοντας ὁ Συργιάννης· ὁ δὲ ὀργῇ τε φέρεσθαι δοκῶν πρὸς βασιλέα καὶ αὐτῷ εὔνους εἶναι ἐκ πολλοῦ συνθήκας θέμενος καὶ ὅρκους πρὸς αὐτὸν, προσεχώρησεν εὐθέως. Συργιάννης δὲ ὑπερήσθη τε τῇ πρὸς αὐτὸν ἀποστασίᾳ τοῦ Σφραντζῆ, καὶ μηδὲν μελλήσας, παραλαβὼν αὐτὸν, ἀφίκετο πρὸς Κράλην, ἅμα μὲν ἐνδεικνύμενος ὡς τὰ πράγματα αὐτῷ ἐπὶ τὸ βέλτιον χωροίη, ὡς καὶ τῶν συγκλητικῶν ἤδη βασιλέως πρὸς αὐτὸν ἀφισταμένων· ἅμα δ' ἵν' ἐφελκύσηται καὶ δι' αὐτοῦ πρὸς τὸ παρεῖναι καὶ αὐτὸν πανστρατιᾷ καὶ συμμαχεῖν. ἐδεδίει γὰρ μὴ, βασιλέως ἐπελθόντος, ἀδύνατος ὢν ἀνθίστασθαι αὐτὸς, διαφθαρῇ καὶ ἀπόληται καταπολεμηθείς· καὶ ἔπεισέ γε ὑποτιθέμενος· ὡς ἂν ἐλθόντες αὐτοὶ στρατοπεδεύσωνται ἐν Θεσσαλονίκῃ, αἱ μήπω προσκεχωρηκυῖαι τῶν ἑσπερίων πόλεων ἀπογνοῦσαι τὴν ἐκ βασιλέως ἐπικουρίαν, ὁρῶσαί τε ἤδη αὐτοὺς τὰ ἔμπροσθεν αὐτῶν πολέμῳ κτωμέ 1.455 νους, αὐτοὶ ἐναπειλημμένοι μέσοι προσχωρήσουσιν εὐθέως. καὶ παραλαβόντες αὐτὸν πανστρατιᾷ ἐλθόντες, ἐστρατοπεδεύσαντο παρὰ τὸν Ἄξιον ποταμόν. καὶ ὁ βασιλεὺς διὰ Μακεδονίας μέρος τῆς Ῥωμαίων ἐπαγόμενος στρατιᾶς, οἱ πλείους γὰρ ἔτι ἐν παρασκευαῖς ἦσαν διὰ τὸ ταχεῖαν γεγενῆσθαι τὴν στρατείαν, μεταξὺ Θεσσαλονίκης καὶ Ῥεντίνης φρουρίου τινὸς, ὃ παρὰ τῇ Βόλβῃ λίμνῃ κεῖται ἐπὶ λόφου ἱδρυμένον, ἐστρατοπέδευσεν ἐν χωρίῳ τινὶ τῶν Κρητῶν προσαγορευομένῳ, ὅτι στρατιὰ ἐκ Κρήτης αὐτὸ κατῴκουν δι' αἰτίαν τινὰ ἐκ τῆς νήσου ἀναστάντες. ἐκεῖσε δὲ ἐστρατοπεδευμένῳ ἠγγέλλετο ὑπό τινος δρόμῳ πρὸς τὴν ἀγγελίαν ὡρμημένου, ὡς περὶ τὴν Σερμυλίων πόλιν, πάλαι μὲν ᾠκισμένην, νυνὶ δὲ ὑπό τινος ὡς ἔοικε πολέμου κατεσκαμμένην, μεταξὺ Παλλήνης καὶ Ἄθω, ἑξήκοντα προσέσχον νῆες Περσικαὶ, καὶ τὰ ἐκεῖσε χωρία πορθοῦσιν ἀποβάντες. τὸν μέγαν δὲ δομέστικον