160
διαθήκας, ̓Αντίπᾳ μὲν τετραρχίαν διδοὺς Γαλιλαίαν τε καὶ Περαίαν, ̓Αρχελάῳ δ' ἀπονέμων τὴν βασιλείαν, τὴν δὲ Γαυλανῖτιν καὶ Τραχωνῖτιν καὶ Βαταναίαν καὶ Πανεάδα Φιλίππῳ παιδὶ μὲν αὐτοῦ, ̓Αρχελάου δὲ ἀδελφῷ γνησίῳ τετραρχίαν ἀποκληρῶν, ̓Ιάμνειαν δὲ καὶ Αζωτον καὶ Φασαηλίδα Σαλώμῃ τῇ ἀδελφῇ χαριζόμενος. ταῦτα πράξας, καὶ Καίσαρι καὶ 1.402 τῇ ἐκείνου γαμετῇ ̓Ιουλίᾳ δωρεὰς πολυταλάντους καταλιπών, ἡμέρᾳ πέμπτῃ μεθὸ ̓Αντίπατρον κτείνειε τελευτᾷ, βασιλεύσας μεθὸ μὲν ἀνεῖλεν ̓Αντίγονον ετη τέσσαρα καὶ τριάκοντα, μεθὸ δ' ὑπὸ ̔Ρωμαίων ἀποδέδεικτο βασιλεὺς ἑπτὰ καὶ τριάκοντα. Σαλώμη δὲ καὶ ̓Αλεξᾶς, πρὶν εκπυστον γενέσθαι τὸν αὐτοῦ θάνατον, τοὺς ἐν τῷ ἱπποδρόμῳ κατακεκλεισμένους ἐκπέμπουσι, λέγοντες τὸν βασιλέα κελεύειν ἀπιοῦσιν αὐτοῖς ἐπὶ τοὺς ἀγροὺς νέμεσθαι τὰ οἰκεῖα. καὶ μεγίστη αυτη εὐεργεσία παρ' αὐτῶν εἰς τὸ εθνος ἐγένετο. ειτα ὁ θάνατος τοῦ βασιλέως δεδημοσίευτο, καὶ αἱ διαθῆκαι ἀνεγινώσκοντο, τὴν βασιλείαν ἀποκληροῦσαι τῷ υἱῷ ̓Αρχελάῳ. Πτολεμαῖος δὲ τὸν σημαντῆρα τοῦ βασιλέως πεπιστευμένος δακτύλιον οὐκ αλλως ελεγε κυροῦσθαι τὰς διαθήκας η διὰ Καίσαρος. βοὴ δὲ ην εὐθὺς εὐφημούντων ̓Αρχέλαον βασιλέα. καὶ ἐπὶ τούτοις ἡ τοῦ βασιλέως ἐκφορὰ ἐτελεῖτο πολυτελῶς. 2.1 Καὶ ̔Ηρώδης μὲν ουτως ἀπέτισε τὸ χρεών, ̓Αρχέλαος δὲ εἰς τὸ ἱερὸν ἀνελθὼν καὶ εὐφημηθεὶς ἐπὶ θρόνου τε καθίσας χρυσοῦ ἐδεξιοῦτο τὸ πλῆθος. τοῦ μέντοι στρατεύματος καὶ τὸ διάδημα περιτιθέντος αὐτῷ, οὐκ ἐδέξατο, εἰ μὴ πρότερον Καῖσαρ τὰς πατρικὰς διαθήκας ἐπικυρώσειε· καὶ θύσας ἐπ' εὐωχίαν ἐτράπετο. Συνελθόντες ουν τῶν ̓Ιουδαίων τινὲς Ματθίαν καὶ τοὺς σὺν αὐτῷ κολασθέντας ὑπὸ ̔Ηρώδου διὰ τὴν τοῦ χρυσοῦ ἀετοῦ κατάσπασιν ὠλοφύροντο, ἐπὶ μέγα τὴν οἰμωγὴν αιροντες· συνόδου τε αὐτοῖς γενομένης ἠξίουν τοὺς ὑφ' ̔Ηρώδου τιμωμένους κολάσαντα τὸν ̓Αρχέλαον ἐκδικῆσαι τοὺς τεθνεῶτας, καὶ πρὸ τῶν αλλων τὸν ἀρχιερέα παῦσαι, ετερον δὲ καταστήσασθαι νομιμώτερον. τούτοις ̓Αρχέλαος καίπερ ἀχθόμενος τὴν ὁρμὴν αὐτῶν ἐπέχων ἐπένευε· καὶ τὸν στρατηγὸν τῷ πλήθει διαλεξόμενον εστειλεν, ὡς οὐ νῦν τούτων καιρός, ἀλλ' οταν αὐτῷ ἡ ἀρχὴ βεβαιωθῇ ἐπινεύσει τοῦ Καίσαρος. οἱ δὲ βοῶντες καὶ θορυβοῦντες οὐκ ειων λέγειν τὸν στρατηγόν, οὐδέ του αλλου ἠνείχοντο ἐπὶ σωφρονισμῷ καὶ ἀποτροπῇ τῶν στάσεων ὡρμημένου λέγειν αὐτοῖς. αρτι δὲ τῆς τῶν ἀζύμων ἑορτῆς ἐνεστηκυίας, καὶ πλήθους πάντοθεν συρρεύσαντος εἰς τὸ ἱερόν, ἐπὶ μέγα τὴν στά2.2 σιν ἐξᾶραι προεθυμοῦντο. ο δείσας ̓Αρχέλαος χιλίαρχον μετὰ σπείρας ἐξέπεμψε τὴν ὁρμὴν καταστελοῦντα τοῦ δήμου τοῦ στασιάζοντος. καὶ οἱ στασιασταὶ παραχρῆμα ἐπὶ τοὺς στρατιώτας ὡρμήκασι καὶ κατέλευσαν τοὺς πλείστους αὐτῶν, ὀλίγοι δέ τινες καὶ ὁ χιλίαρχος τραυματίαι διέφυγον. ̓Αρχέλαος δὲ συνιδὼν ὡς εἰ μὴ τὸ τῆς πληθύος ορμημα κωλυθῇ, εἰς μέγα κακὸν τὰ τῆς στάσεως ἀποβήσεται, ἐκπέμπει πᾶν τὸ στρατόπεδον· καὶ εἰς μὲν τρισχιλίους ἀνῃρέθησαν, οἱ δέ γε λοιποὶ ἐπὶ τὰ ορη διεσκεδάσθησαν. καὶ κήρυγμα γέγονε πάντας ἀναχωρεῖν ἐπὶ τὰ οἰκεῖα· οἱ δὲ τὴν ἑορτὴν λιπόντες ἀπῄεσαν. ̓Αρχέλαος δὲ ἐπὶ ̔Ρώμην ἐξέπλει σὺν τῇ μητρί, Φιλίππῳ τῷ ἀδελφῷ πιστεύσας τὰ πράγματα· συνεξῄει δὲ αὐτῷ καὶ Σαλώμη ἡ ἀδελφὴ ̔Ηρώδου. καὶ ̓Αντίπας δὲ ὁ ̔Ηρώδου υἱὸς ἑτέρωθεν ἐπὶ ̔Ρώμην ωρμητο, καὶ αὐτὸς τῆς βασιλείας ἀντιληψόμενος, ὡς ἐν προτέραις διαθήκαις καταγεγραμμένης αὐτῷ· ἐπτέρου δὲ τοῦτον πρὸς τὰς ἐλπίδας Σαλώμη. ἐπεὶ δὲ εἰς ̔Ρώμην ἀφίκοντο καὶ παρέστησαν Καίσαρι, οἱ μὲν ὑπὲρ Ἀρχελάου τοὺς λόγους πεποίηντο, οἱ δὲ ὑπὲρ ̓Αντίπα, τοῦ ̓Αρχελάου κατηγοροῦντες. Καῖσαρ δὲ μᾶλλον ὑπὲρ ̓Αρχελάου ῥοπὴν ἐδείκνυ. ̓Εν τούτοις δὲ ἀγγέλλεται Καίσαρι τὸ τῶν ̓Ιουδαίων εθνος στασιάσαν καὶ τοὺς ἐκεῖ ̔Ρωμαίους πολιορκοῦν. κατὰ γὰρ τὴν τῆς πεντηκοστῆς ἑορτὴν μυριάδων πολλῶν συναθροισθεισῶν πανταχόθεν, ὑπ' αὐτῶν οἱ ̔Ρωμαῖοι συγκατεκλείσθησαν καὶ αὐτὸς Σαβῖνος· στρατηγὸς δὲ ην ουτος ̔Ρωμαίων. καὶ μάχη ην καρτερά, καὶ οἱ ̔Ρωμαῖοι ἐκράτουν. περιοδεύσαντες ουν οἱ ̓Ιουδαῖοι ἐπὶ τὰς στοὰς ἀνῆλθον τὰς εξω τοῦ