160
παρηλλαγμένη, ἀφόρητος. τοῖς δὲ Κέλτοις παρέστη εκτοπος ἡλίκη πρὸς τὸ παράδοξον ὀργή. epsilon.658 ̓Εκ τῆς ὀσφύοσ. ἐκ τοῦ σπέρματος. ̔Εκυρά. ἡ πενθερά. ̓Εκφανεστάτασ. πάνυ λαμπράς. ἐκφανεστάτας εχει τὰς ἀρχὰς η τὰς χαράς. ̓Εκφαντορία. δήλωσις, θεολογία. Εκφανσισ. φανέρωσις. ̓Εκφορά. ἡ ταφή. ἀπὸ τοῦ φέρεσθαι ἐπὶ τὸ μνημεῖον. ̓Εκ φύσεωσ. ἀπὸ γεννήσεως καὶ οἰκείας γνώμης. Εκφυσιν. βλάστησιν, γονήν. ̓Εκ φθορᾶσ. ἐκ θανάτου. Εκφρασισ. ἐπιθυμία, δήλωσις. ̓Εκ χειρὸς βοηθεῖν τοῖς πράγμασιν. ἀντὶ τοῦ μετὰ πάσης ἐπιμελείας. ̔Εκάτη. ονομα θεᾶς. οἱονεὶ ἑκάστη τὶς ουσα καὶ εἰς εκαστα παραλαμβανομένη καὶ πανταχοῦ βοηθοῦσα. ̔Εκατόμβη. ἡ γινομένη θυσία διὰ βοῶν ἑκατόν. τὸ δὲ ἑκατὸν παρὰ τὸ εχω, ἐχατὸν καὶ ἑκατὸν, η παρὰ τὸ ηκειν καὶ φέρειν δέκατον ἀριθμόν. epsilon.659 ̓Εκκοπήν. τὴν τυχοῦσαν ἀναβολήν. καὶ ὁ ̓Απόστολος· ινα μὴ ἐκκοπήν τινα δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ. εὐαγγέλιον δὲ τὸ κήρυγμα λέγει. Εκβασιν. τὴν πλήρωσιν. τὴν παῦσιν. ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν εκβασιν. (Οὐδέτερον.) ̓Εκδεέσ. ἀτελὲς, ἐλλιπές. ̓Εκ διαμέτρου. τὰ πλεῖστον ἀλλήλων διεστηκότα η τὰ ακρα καὶ μείζονα διαστήματα, οιον οταν ὁ ηλιος ἐν τῷ ἀνατολικῷ ὁρίζοντι ὑπάρχῃ καὶ ἡ σελήνη ἐν τῷ δυτικῷ. Εκδικον. ἐπὶ δικαίου καὶ ἀδίκου λέγεται. Εκδοτον. προδεδομένον. ̓Εκδοχεῖον. τὸ ταμιεῖον. γράφεται καὶ ταμεῖον. Εκθeta. ἐκριπτούμενα. εκθετα βρέφη. ̓Εκμαγεῖον. σφραγὶς, ἐκτύπωμα. ἐκ τοῦ μάσσω γίνεται μάγος ὁ ἀπομασσόμενος πάντα τὰ τοῦ μάγους δεκτικά. μαγεῖον καὶ ἐκμαγεῖον, ὡς διδάσκαλος διδασκαλεῖον, καὶ πάσσαλος πασσαλεῖον, καὶ ἰατρὸς ἰατρεῖον. ̓Εκμαρτυρίῳ. διαμαρτυρίῳ. οὐκ ωκνησαν καὶ δευτέρῳ διαμαρτυρίῳ χρήσασθαι. ̓Εκμελέσ. ἠμελημένον. ὁ δὴ βῶνος οὐκ ἐς τὸ ἐκμελὲς οὐδὲ ἐς τὸ ῥαθυμώτερον ἐτράπη ὁ νοῦς αὐτοῦ. epsilon.660 ̓Εκπρεπέσ. λίαν ὡραῖον. ̓Εκ παραλλήλου. ἐξ ἰσότητος, ἐξ ὁμοίου. Εκπυστον. φανερόν. καὶ εἰς πολλοὺς ἐξάκουστον. Εκπωμα. ποτήριον, φιάλη. Εκπλεα. πλήρη. ἐσθῆτας δὲ καὶ τὰ ἐπιτήδεια εκπλεα παρεῖχεν. Εκπλυτον. ἐξίτηλον, ἀσθενές. ̓Εκ λεχέων. ἐκ τῶν κοιτῶν. ̓Εκλογεῖον. ἡ ἐκλογάς. Εκνοον. ἀνόητον. μωρόν. ̔Εκούσια. τὰ ἀφ' ἡμῶν γινόμενα, μηδενὸς εξωθεν ἀναγκάζοντος. Εκκριτον. τὸ ἐκλελεγμένον. ̓Εκρήγματα. τὰ ἐκ τῶν χειμάῤῥων γινόμενα ἐν τοῖς πεδίοις κοιλώματα. ̓Εκ συγκειμένου. προϋπηργμένου. προγεγυμνασμένου. τότε δὲ καὶ εἰς τάξιν τινὰ ωσπερ ἐκ συγκειμένου κατέστησαν, καὶ ἐν κόσμῳ τὸν ἀγῶνα ἐποίησαν. ̓Εκσφράγισμα. τὸ ἐκτύπωμα. ̓Εκτύπωμα. ὁμοίωμα. ̓Εκτενέσ. ἐπιμελές. εργον δ' ην αὐτῷ ἐκτενές. Εκτρωμα. ἀποβολὴ γυναικός. ̓Εκ τουμπαλιν. ἐκ τοῦ ἐναντίου. ̓Εκ τιμημάτων. τέσσαρα ̓Αθήνῃσι τιμήματα ὑπὸ Σόλωνος γέγονε· πεντακοσιομεδίμνων, ἱππέων, ζευγιτῶν καὶ θητῶν. epsilon.661 ̓Εκ τιτυμνῶν. ἐκ μικρᾶς ἡλικίας. Εκτοπα. ξένα. ̓Εκτόπια. τὰ κεχωρισμένα. ἐκτόπια πολισμάτια τῶν γραφομένων καὶ παραγγελλομένων. ̓Εκ τοῦ παραχρῆμα. ἐκ τοῦ αὐτομάτου. ̓Εκτυπώτερον. φανερώτερον. Εκφυλα. ξένα, ἀλλότρια. ἀλλόφυλα. ̔Εκκαιδεκάδωρα. παλαιστῶν ἑκκαίδεκα. δῶρον γὰρ ἡ παλαιστή. Εκτρωμα. η ὡς ἐξάμβλωμα. καὶ ἀμβλωθρίδιον. ὁ ἐν πᾶσι τέλειος Παῦλος ὡς ἀτελῆ ἐν ἀποστόλοις καὶ μὴ μορφούμενον τῇ κατὰ Χριστὸν πίστει ἀπ' ἀρχῆς, εκτρωμα φησὶν ἑαυτόν· ὡς περιττῷ ἐκτρώματι ωφθη κᾳμ̓οί. Εκφυμα. ἐξάνθημα. ( ̔Ρῆμα.) ̓Εκκακῶ. ἀπειροκακῶ. πλειστάκις τοῦτο ποιῶ. ̓Εκκαλεῖται. προσκαλεῖται. βουλόμενοι ἐκκαλεῖσθαι τὴν ὁρμὴν αὐτοῦ. epsilon.662 ̓Εκκαλούμενοι. προσκαλούμενοι, η προθυμοποιούμενοι. ειτε τὴν καθ' αὑτῶν ἐκκαλούμενοι διαβολήν. * ̓Εκάθιζε καὶ καθίει. ἐπεχείρει, ἐνέβαλεν, επεμπεν.* ̓Εκάπυσεν. ἐκ τοῦ κάπω, τὸ πνέω, ἀφ' ου καπύω, καπύσω. ὡς ἀφύω, ἀφύσω. οινον δὲ φθινύουσιν ἐξαφύοντες. ̓Εκκαρπωσάμενοι. προσόδους μεγάλας λαβόντες. ̓Εκκαλέσασθαι. παραθῆξαι. παρορμῆσαι. ̓Εκαπήλευσεν. ἐδόλωσεν. ̓Εκαρπώσαντο. μετειλήφασιν. οἱ ἡττηθέντες φυγῇ ἐκαρπώσαντο τὸ ειναι. ̓Εκκαυλίζων. ἀποκλῶν, ἀποσπῶν. ἐκ μεταφορᾶς τῶν τοὺς καυλοὺς τῶν λαχάνων ἀνασπώντων.