1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

160

φρόνησις, καὶ βίος, καὶ εὐγένεια ποιεῖ. Λόγῳ μὲν τὴν ἀρετὴν δίδασκε, ἔργῳ δὲ αὐτὴν κήρυσσε. Ἀλέξανδρος πόῤῥωθεν ἰδὼν, τὸ μὲν πλῆθος ἐν λευκαῖς ἐσθῆσι, τοὺς δὲ ἱερεῖς προεστῶτας ἐν ταῖς βυσσίναις αὐτῶν, τὸν δὲ ἀρχιερέα ἐν τῇ ὑακίνθῳ καὶ διαχρύσῳ στολῇ, καὶ ἐπὶ τῆς κεφαλῆς ἔχοντα τὴν κίδαριν, καὶ τὸ χρυσοῦν ἐπ' αὐτῆς ἔλασμα, ᾧ τὸ τοῦ Θεοῦ ὄνομα ἐγέγραπτο, προσελθὼν μόνος προσεκύνησε τὸ ὄνομα καὶ τὸν ἀρχιερέα. Παρμενίονος δὲ πυθομένου, τί δή ποτε προσκυνούντων αὐτὸν ἁπάντων, αὐτὸς προσκυνήσειεν τὸν Ἰουδαίων ἀρχιερέα, Οὐ τοῦτον, εἶπε, προσεκύνησα, τὸν δὲ Θεόν· οὗ τὴν ἀρχιερωσύνην οὗτος τετίμηται.

ΤΙΤΛ. ΙΗʹ. -Περὶ ἐπισκόπων πονηρῶν, καὶ μὴ φυλαττόντων τὰς ἐντολὰς τοῦ

Θεοῦ. «Οἱ ἱερεῖς αὐτῶν ἐν ῥομφαίᾳ ἔπεσαν.» «Ἔκρυψαν οἱ ἱερεῖς ὁδὸν Κυρίου.» «Οἱ

ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκριναν, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίναντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο. Οὐχ ὑμῶν ἐστι γνῶναι κρῖμα, οἱ μισοῦντες τὰ καλὰ, καὶ ζητοῦντες τὰ πονηρά. Ἁρπάζοντες τὰ δέρματα αὐτῶν, καὶ τὰς σάρκας ἀπὸ τῶν ὀστέων αὐτῶν.» «Οἱ ἱερεῖς αὐτῆς βεβηλοῦσι τὰ ἅγια, καὶ ἀσεβοῦσι νόμον.» «Ὦ οἱ ποιμαίνοντες μάταια, καὶ οἱ καταλελοιπότες τὰ πρόβατα! μάχαιρα ἐπὶ βραχίονος αὐτοῦ. Ἐγὼ οὐ ποιμαίνω ὑμᾶς· τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα κατεσθιέτωσαν, ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ. Ἰδοὺ ἐγὼ ἐξεγερῶ ποιμένα ἄπειρον ἐπὶ τὴν γῆν· τὸ ἐκλεῖπον οὐκ ἐπιστρέψεται, καὶ τὸ ἐσκορπισμένον οὐ μὴ ἰάσηται, καὶ τὸ ὁλόκληρον οὐ μὴ κατευθύνῃ, καὶ τὰ κρέα τῶν ἐκλεκτῶν φάγεται, καὶ τοὺς ἀστραγάλους αὐτῶν ἐκστρέψει.» «Ἐπλανήθησαν διὰ τὰ σίκερα, ἱερεὺς καὶ προφήτης. Ἐξέστησαν διὰ τὸν οἶνον· ἐσείσθησαν ἀπὸ τῆς μέθης τοῦ σίκερα.» «Ὦ οἱ ποιμένες οἱ διασκορπίζοντες καὶ ἀπολοῦντες τὰ πρόβατα τῆς ποίμνης. ∆ιὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τοὺς ποιμένας τοὺς ποιμαίνοντας τὸν λαόν μου· Ὑμεῖς διεσκορπίσατε τὰ πρόβατά μου, καὶ ἐξώσατε αὐτὰ, καὶ οὐκ ἐπεσκέψασθε αὐτά. Ἰδοὺ ἐγὼ ἐκδικῶ ὑμᾶς κατὰ τὰ πονηρὰ ἐπιτηδεύματα ὑμῶν.» «Πρόβατα ἀπολωλότα ἐγενήθη ὁ λαός μου· οἱ ποιμαίνοντες αὐτὸν ἔξωσαν αὐτοὺς, ἐπὶ τὰ ὄρη, ἀπεπλάνησαν αὐτούς.» «Οἱ ἀφηγούμενοι αὐτῶν λέοντες ὠρυόμενοι, οἱ ἁρπάζοντες ἅρπαγμα, ψυχὰς κατεσθίοντες ἐν δυναστείᾳ, καὶ τιμὰς λαμβάνοντες ἐν ἀδικίᾳ.» «Καὶ ἱερεῖς ἠθέτησαν νόμον μου, καὶ ἐβεβήλουν τὰ ἅγιά μου· ἀναμέσον ἀκαθάρτου καὶ καθαροῦ οὐ διέστελλον, καὶ ἐβεβήλουν με ἐν μέσῳ αὐτῶν. Οἱ 95.1552 ἄρχοντες αὐτῶν ἐν μέσῳ αὐτῆς ὡς λύκοι, ἁρπάζοντες ἅρπαγμα, τοῦ ἐκχέαι αἷμα, ὅπως πλεονεξίᾳ πλεονεκτῶσιν· καὶ οἱ προφῆται αὐτῆς ἀλείφοντες αὐτούς.» «Τάδε λέγει Κύριος· Ὦ οἱ ποιμένες Ἱερουσαλήμ! μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς; οὐ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; Ἰδοὺ τὸ γάλα κατεσθίετε καὶ τὰ ἔρια περιβάλλεσθε, καὶ τὸ παχὺ σφάζεσθε, καὶ τὰ πρόβατά μου οὐ βόσκετε. Τὸ ἠσθενηκὸς οὐκ ἐνισχύσατε, καὶ τὸ πλανώμενον οὐκ ἐπεστρέψατε, καὶ τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε, καὶ τὸ ἰσχυρὸν κατειργάσασθε, καὶ διεσπάρη τὰ πρόβατά μου διὰ τὸ μὴ εἶναι ποιμένας. Ἔβοσκον οἱ ποιμένες ἑαυτοὺς, τὰ δὲ πρόβατά μου οὐκ ἔβοσκον. Ἀντὶ τούτου ἰδοὺ ἐγὼ ἐπὶ τοὺς ποιμένας καὶ ἐκζητήσω τὰ πρόβατά μου ἐκ τῶν χειρῶν αὐτῶν.» «Μάθετε δικασταὶ περάτων τῆς γῆς, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῶν. Ὃς ἐξετάσει ὑμῶν τὰ ἔργα, καὶ τὰς βουλὰς διερευνήσει, ὅτι ὑπηρέται ὄντες τῆς αὐτοῦ βασιλείας, οὐκ ἐκρίνατε ὀρθῶς, οὐδὲ ἐφυλάξατε νόμον, οὐδὲ κατὰ τὴν βουλὴν τοῦ Θεοῦ ἐπορεύθητε. Φρικτῶς καὶ ταχέως ἐπιστήσεται ὑμῖν ὄλεθρος, ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσι γίνεται. Ὁ γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους· δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται. Οὐ γὰρ ὑποστελεῖται πρόσωπον ὁ πάντων ∆εσπότης, οὐδὲ ἐντραπήσεται μέγεθος.» Καὶ πάλιν· «Τοῖς κραταιοῖς ἰσχυρὰ ἐφίσταται ἔρευνα.» «Τότε ὁ Ἰησοῦς ἐλάλησε τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ,