15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
παρατηρήσῃς, κύριε, κύριε, τίς ὑποστήσεται;»), οὕτω δὴ καὶ ἐν τοῖς ἐκεῖθεν ἐπιτιμίοις· εἰ καὶ «πῦρ ἄσβεστον» ἀπειλεῖται καὶ «σκώληξ ἀκοίμη τος» καὶ «σκότος ἐξώτερον» καὶ «ὀδόντων βρυγμός», οὐ κατ' ἰσότητα τοῖς πλημμελήμασιν αἱ τιμωρίαι μετροῦνται. Ἀμφιβάλλει δὲ περὶ τούτου, δυσὶ τούτοις ἀντιδιαιρούμενος, τῇ τε φιλαν θρωπίᾳ τοῦ τιμωροῦντος καὶ τῇ δικαιότητι, καὶ ὡς μὲν δίκαιον οἴεται ἐν ζυγῷ πάντα θεῖναι, πράξει πρᾶξιν εὐθῦναι καὶ λογισμῷ λογισμὸν πλῆξαι καὶ πρὸς τὸ μέτρον τῆς παρανομίας θεῖναι τὸ μέτρον τῆς τιμωρίας, ὡς δὲ φιλάνθρωπον ἑτερορρεπῆ ποιῆσαι τὴν πλάστιγγα καὶ μετακινῆσαι τὸ ἀκριβὲς τοῦ ζυγοῦ, ὥστε μὴ ἴσα ἴσοις ἀποδοῦναι, [ἀλλ' ἐλάττονα μείζ]οσιν, ὥσπερ ἐν ταῖς τῶν ἀγαθῶν ἀντιδόσεσιν ἐλάττοσι μείζονα. τοῦτο γοῦν οἶμαι τὸ ῥητὸν ἐμφαίνειν τῷ μεγάλῳ πατρί· [τὸ γὰρ .... «εἰ μή τῳ] φίλον κἀνταῦθα» ταύτης τῆς διανοίας ἐστὶ σημαντικόν, τουτέστιν ὅτι ὥσπερ ἐν τῷ παρόντι βίῳ φιλανθρωπίαν ταῖς τιμωρίαις κατ[αμ]ί[γνυ]σιν, οὕτω κἀν τῷ μέλλοντι παρατεθραυσμένον ἔχει τὸ δίκαιον. «Ἀλλ' ἀναπετάσας τὰς θύρας ἀναπνεῦσαι βούλομαι», καὶ ταῦτα οὐ [....]ει λαλῶν, ὥσπερ ὁ ῥήτωρ ἐκεῖνος, οὐδ' ἐν τῷ πνιγώδει χωρίῳ, ἀλλ' ἡ τῶν θεωριῶν συνέχεια καὶ τὸ ἀπ' ἄλλων ἐπ' ἄλλα ἰέναι καὶ τὸ σχεδιάζειν βούλεσθαι τὰ θαυμαστὰ ταῦτα μυστήρια καὶ ἀπόρρητα καὶ τὴν φωνὴν ἔστησέ μοι καὶ τὴν πνοήν. ἀλλ' ὑμῶν εἵνεκα βουλοίμην ἂν καὶ αὐτὴν ἐρυγεῖν τὴν ψυχήν.
71 πϛʹ. Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τὸ «θέλω τὸν πατέρα μείζω εἰπεῖν»
Ταῦτα μέν, ἃ βούλεται μὲν εἰπεῖν ὁ μακάριος, ὀκνεῖ δὲ διὰ τὴν τῶν ἀκουόντων ἀσθένειαν. ἡμεῖς δ', ἐπεὶ δοκεῖ τὰ ῥητὰ καὶ ἀσάφειαν τινὰ ἔχειν διὰ τὴν τῶν νοημάτων συστροφήν, πρὶν ἢ κατὰ μέρος αὐτὰ ἐξηγήσασθαι καὶ τὰς αἰτίας εἰπεῖν δι' ἃς ἕκαστον λέγεται, παραφράσομεν, εἰ δοκεῖ, πρὸς τὸ σαφέστερον, ἵνα τέως τὴν ἐπιπόλαιον διάνοιαν τῶν ῥημά των γνόντες, οὕτω δὴ καὶ τοῦ βάθους τῶν νοημάτων ἐπήβολοι γένοισθε. «Βούλομαι» φησί «τὸν πατέρα» ὡς αἴτιον υἱοῦ καὶ πνεύματος, καὶ τοῦ μὲν ὄντα γεννήτορα, τοῦ δὲ προβολέα, «μείζονα» τούτων «εἰπεῖν», «ἀφ' οὗ» δὴ πατρός ἐστι «τοῖς» δυσὶ τούτοις «ἴσοις», υἱῷ φησι καὶ πνεύματι, «τὸ εἶναι ἴσοις» (ἐκεῖνος γὰρ αἴτιος τῆς τούτων ἰσότητος, ὁμοῦ καὶ κατὰ ταὐτὸ τὸν μὲν γεννῶν, τὸ δὲ προβαλλόμενος) «καὶ» αὐτὸ δὲ «τὸ εἶναι»· ὁ γὰρ πατὴρ αἴτιος αὐτοῖς καὶ τῆς ὑποστάσεως καὶ τῆς ἰσότητος, «τοῦτο γὰρ παρὰ πάντων δοθήσεται». βούλομαι μὲν οὖν τοῦτο εἰπεῖν, τουτέστι μείζονα τὸν πατέρα, «φοβοῦμαι» δὲ «μὴ» ἐντεῦθεν «καθυβρίσω τὴν» πατρικὴν «ἀρχήν», ποιήσας αὐτὴν ἐλαττόνων ἑαυτῆς προσώπων αἰτίαν, καὶ ἐν αὐτῷ τῷ προτιμῆσαι τὸν πατέρα ὕβριν τούτῳ προστρίψωμαι, ὡς μὴ δυνα μένῳ ἑαυτῷ γεννᾶν ἴσα ἢ προβάλλεσθαι, ἀλλ' ἐλάττονα· «οὐ γὰρ δόξα τῷ» πατρί, «ἐξ οὗ» ὁ υἱὸς καὶ τὸ πνεῦμα, «ἡ ταπείνωσις τῶν ἐξ αὐτοῦ» προεληλυθότων. ἄλλως τε «ὑφορῶμαι τὴν σὴν ἀπληστίαν, μὴ λαβὼν τὸ μείζων», φωνὴν οὖσαν ὁμώνυμον, προσαρμόσῃς «τῇ φύσει» καὶ μίαν οὖσαν «διχοτομήσῃς», μείζονα μὲν λέγων τὴν τοῦ πατρός, ἐλάττονα δὲ τὴν τοῦ υἱοῦ καὶ τοῦ πνεύματος. εἰ γὰρ καὶ μείζονα λέγω τὸν πατέρα υἱοῦ καὶ πνεύματος, οὐχ ὅτι μείζων ἐστὶ τῇ φύσει φημί· οὐσία γὰρ οὐσίας οὐδέποτε εὑρέθη μείζων ἢ ἐλάττων. «οὐ κατὰ τὴν φύσιν» οὖν μείζονα τὸν πατέρα λέγω, ἀλλὰ κατὰ «τὴν αἰτίαν»· αἴτιος γὰρ ἀμφοῖν τοῦ γεγεννῆσθαι τὸν υἱὸν καὶ τοῦ ἐκπορεύεσθαι τὸ πνεῦμα ὁ πατήρ, τὸν μὲν γεγεννηκώς, τὸ δὲ προβαλλόμενος. Τοιαύτη μὲν ὡς ἐφικτὸν ἡ τῶν θεολογικῶν τούτων ῥητῶν πρὸς τὸ σαφέστερον