160
σῆς καταστήσῃς κηδεμονίας. Μακρυνθῆναι δὲ αὐτοῦ, οὐ τὴν οὐσίαν λέγει τοῦ Θεοῦ· πανταχοῦ γὰρ πάρεστι, καὶ τοῖς πᾶσι παρίσταται· ἀλλὰ τὴν πρό νοιαν, καὶ τὴν τῆς βοηθείας ἐνέργειαν. ιγʹ. "Αἰσχυνθήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλ λοντες τὴν ψυχήν μου." Ὁ δὲ Σύμμαχος οὕτως· Καταισχυνθήτωσαν καὶ ἀναλωθήτωσαν οἱ ἀν τικείμενοι τῇ ψυχῇ μου. ∆ιαμάρτοιεν τῶν οἰκείων ἐγχειρημάτων, καὶ τὴν ἐντεῦθεν αἰσχύνην καρπώ σαιντο· καὶ φροῦδοι γένοιντο, ἀδίκως τὸν ἐμὸν τε 80.1424 κταίνοντες ὄλεθρον. "Περιβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακά μοι." Ἐπονείδιστοι γένοιντο καὶ καταγέλαστοι οἱ παντοδαποῖς με κακοῖς περιβάλλοντες. ιδʹ. "Ἐγὼ δὲ διὰ παντὸς ἐλπιῶ ἐπὶ σέ." Ταῦτα γὰρ ὁρῶν γινόμενα, τῇ εἰς σὲ ἐλπίδι βεβαιω θήσομαι. "Καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου." Καὶ πολλαπλασίαν σοι προσοίσω τὴν ὑμνῳ δίαν. ιεʹ. "Τὸ στόμα μου ἀναγγελεῖ τὴν δικαιοσύνην σου· ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου." Οὐ παύ σομαι τὴν δικαίαν σου ταύτην διηγούμενος ψῆφον, καὶ διδάσκων ἅπαντας, ὅπως ἐμοὶ καὶ τοῖς πολεμίοις δικάσας, τῆς ἐκείνων δουλείας ἀπήλλαξας. "Ὅτι οὐκ ἔγνων γραμματείας, [ιʹ] εἰσελεύ σομαι ἐν δυναστείᾳ Κυρίου." Ὁ δὲ Σύμμαχος οὕτως· Οὐ γὰρ οἶδα ἐξαριθμῆσαι· ἐλεύσομαι ἐν δυναστείᾳ Κυρίου. Ἐπειδὴ ὑπέσχετο διηγεῖσθαι τοῦ Θεοῦ τὴν δικαιοσύνην, καὶ τὴν εἰς αὐτὸν γεγε νημένην σωτηρίαν, μείζων δὲ ἢ κατὰ ἄνθρωπον ὑπόσχεσις, εἰκότως ἐπήγαγεν· "Ὅτι οὐκ οἶδα ἐξ αριθμῆσαι." Τοῦτο καὶ ἐν τῷ λθʹ ψαλμῷ ὁ μα κάριος ἔφη ∆αβίδ. Εἰρηκὼς γάρ· "Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου, καὶ τοῖς δια λογισμοῖς σου οὐκ ἔστι τίς ὁμοιωθήσεταί σοι," ἐπ ήγαγεν· "Ἀπήγγειλα καὶ ἐλάλησα, ἐπληθύνθησαν ὑπὲρ ἀριθμόν." Τοῦτο καὶ ἐνταῦθά φησιν· "Ὅτι οὐκ οἶδα ἀριθμῆσαι." Τὰς γὰρ τοιαύτας γραφάς τε καὶ μαθήσεις ἡ ἐμὴ οὐκ ἐδέξατο φύσις· εἰσελεύσο μαι δὲ ὅμως ἐν δυναστείᾳ Κυρίου, καὶ ὡς δυνατὸν ἀνθρωπείᾳ φύσει, τὴν ὑμνῳδίαν ποιήσομαι. "Κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου. [ιζʹ] Ὁ Θεός μου, ἐδίδαξάς με ἐκ νεότητός μου." Ὑμνῶ δέ σε, ∆έσποτα· καὶ τὴν εἰς ἐμὲ γενομένην δικαιοσύνην ὁρῶν, καὶ τῶν σῶν ἐντολῶν μεμνημένος. Ταῦτα γάρ με παιδόθεν ἐδίδαξας. Καὶ ἐντεῦθεν δῆλον ὡς νεότητα τὸν ἐπὶ τοῦ μεγάλου Μωσοῦ χρόνον καλεῖ. ∆ι' ἐκείνου γὰρ ὁ νόμος ἐδόθη. [Ὡς καὶ διὰ τῆς οἰκονομίας τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ ἡ χάρις ἡμῖν τοῖς ἐξ ἐθνῶν ἐπεφοίτησεν.] "Καὶ μέχρι τοῦ νῦν ἀπαγγελῶ τὰ θαυμάσιά σου. [ιηʹ] Καὶ ἕως γήρως καὶ πρεσβείου, ὁ Θεός μου, μὴ ἐγκαταλίπῃς με." Ἐγὼ μὲν τὰς σὰς θαυμα τουργίας τοὺς ἀγνοοῦντας διδάξω. Σὺ δὲ, ὡς ἄνωθέν 80.1425 μου κληθεὶς Θεὸς, ἀεί με τῆς σῆς ἀξίου κηδεμο νίας. "Ἕως οὗ ἀπαγγελῶ τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ." Προφητικῶς ὁ ∆αβὶδ τὰ ἐσόμενα προλέγει· καὶ γῆρας καλεῖ τοῦ νόμου τὸ τέλος. Τοῦτο δὲ μετὰ τὴν τοῦ ∆εσπότου Χριστοῦ γέγονε παρουσίαν. Σαφέστερον δὲ ἡμᾶς ὁ μακά ριος διδάσκει Παῦλος, περὶ τῆς Καινῆς διαλεγόμενος ∆ιαθήκης. Φησὶ δὲ οὕτως· "Ἐν τῷ λέγειν καινὴν πεπαλαίωκε τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γη ράσκον ἐγγὺς ἀφανισμοῦ. Καὶ ἐνταῦθα τοίνυν προ φητικῶς τοὺς ἐν Βαβυλῶνι διδάσκει λέγειν· "Ἕως γήρως καὶ πρεσβείου, ὁ Θεός μου, μὴ ἐγκαταλίπῃς με." Εἶτα δεικνὺς ποῖον γῆρας καλεῖ, ἐπήγαγεν· "Ἕως οὗ ἀπαγγελῶ τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ. Τὴν δυναστείαν σου, [ιθʹ] καὶ τὴν δικαιοσύνην σου, ὁ Θεός." Γενεὰ δὲ ἡ ἐρχο μένη, ἡ μετὰ τὴν ἐνανθρώπησιν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ· μεθ' ἣν ἡ ἐξ ἐθνῶν Ἐκκλησία συνέστη, ἐξ Ἰουδαίων κήρυκας δεξαμένη τοὺς ἱεροὺς ἀποστόλους. Περὶ ταύτης τῆς γενεᾶς καὶ ἐν τῷ εἰκο στῷ καὶ πρώτῳ ψαλμῷ λέγει· "Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δι καιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος." Ἕτερος τοίνυν λαὸς παρὰ τὸν τῶν Ἰουδαίων λαὸν, ὃν οὐ γεγενῆσθαι, ἀλλὰ τεχθήσεσθαι ὁ προφήτης προείρηκεν. Λέγει τοίνυν καὶ ἐν ταῦθα· "Μή με ἐγκαταλίπῃς, ἕως οὗ ἀπαγγελῶ τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ, τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην