160
ὅθεν, ὡς μανθάνω, καὶ φυλάττεις ἑαυτὴν ἀμέθεκτον τῆς τῶν αἱρετικῶν κοινωνίας. χάρις τῷ θεῷ ἐπὶ τῇ σεμνοπρεπείᾳ σου. τοῦ καλοῦ δὴ ἐκείνου ἀνθρώπου καὶ πᾶσιν ἐπιποθήτου σύμβιος ἡ κυρία μου· ἀγαθὸς ἀνήρ, γνώριμος ἡμῖν πάλαι. ὑμεῖς ἐξ ἀρχῆς καὶ φιλομόναχοι καὶ θεραπευταὶ τῶν ἐνδεῶν, ὥσπερ καὶ τανῦν· καὶ γὰρ ξενοδοχεῖσθαι πύθομαι παρὰ τῇ εὐλογημένῃ σου ἑστίᾳ καὶ Λιτόιον, τὸν ἡμέτερον υἱόν· τοὺς γὰρ ἄλλους αὐτὴ οἶσθα, οὓς καὶ περιέπεις. Ἀγαθή σου ἡ ἐργασία, εὐλογημένη σου ἡ χηρεία· φυλαχθείης ἐν ἅπασιν εὐαρεστοῦσα Χριστῷ καὶ τὸν ὑπὲρ ἡμῶν μισθὸν ἀμειβομένη ἐν τῇ αἰωνίᾳ ζωῇ, δέσποινά μου τιμιωτάτη. 229 {1Ὑπατίσσῃ}1 Ἀνέγνων τὴν ἐπιστολὴν τῆς τιμιότητός σου, καὶ ἐπὶ μὲν τῇ ὑγιείᾳ σου ἐδόξασα τὸν θεὸν ὁ ταπεινός· ὑγιείαν δὲ λέγω οὐ τὴν τοῦ σώματος τοσοῦτον (ἔστι γὰρ ὅτε τισὶ καὶ ἀλυσιτελὴς αὕτη, ὁπότε οὐ πρὸς ἀρετῆς ἐστιν ἐργασίαν), ἀλλὰ τὴν τῆς ψυχῆς· αὕτη γὰρ ἀεὶ εὐκταία. πόθεν γνωστόν; ὅτι φυλάττεις ἑαυτὴν σώαν τῆς κοινωνίας τῆς χριστομάχου αἱρέσεως φόβῳ θεοῦ καὶ πίστει ὀρθοδόξῳ· ἐν οἷς κἀγὼ χαίρω, τοιαύτης γυναικὸς θεόφρονος ἀλείπτης ὑπάρχων. ἐπὶ δὲ τῇ θλίψει σου συνελυπήθην οὐ μετρίως, συμφορᾷ ἐπὶ συμφορᾷ δοκιμαζομένης. εὔχομαι οὖν ὡς ἐλάχιστος διασκεδασθῆναι τὰ προσπεσόντα σοι λυπηρὰ ἐλέει θεοῦ καὶ εἰς τὰ τέκνα καὶ εἰς τοὺς δούλους· σὺ δὲ φέρε, ὦ γύναι σεβαστή, εὐχαρίστως τὰ θλιβερά, ὅτι ὃν ἀγαπᾷ Κύριος παιδεύει, ἐπειδὴ διὰ θλίψεών ἐστιν ἐπιτυχεῖν ζωῆς αἰωνίου, φειδοῖ δὲ (ὑπομνήσκω) ἐν τοῖς ὑπὸ χεῖρα· ἀνιέντες, ὥς φησιν ὁ ἀπόστολος, τὴν ἀπειλήν, εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ Κύριός ἐστιν ἐν τοῖς οὐρανοῖς. οἶδα δὲ ὅτι φιλανθρώπως ἔχεις τὰ περὶ αὐτούς. καὶ μὴ βαρηθῇς ἐν τῇ ὑπομνήσει τῇ ἀγαπητικῇ. ἐν πᾶσιν οὖν ὁ Κύριός μου ἄθλιπτόν σε διατηρήσοι, εὐθηνουμένην ἐν τῇ τρίβῳ τῶν ἐντολῶν αὐτοῦ. 230 {1Μακαρίῳ ἡγουμένῳ}1 Καὶ πρὸ ἀναγνώσεως, ἀπ' αὐτοῦ μόνου τοῦ ἐπὶ χεῖρας δέξασθαί με τὴν τῆς μακαριότητός σου ἁγίαν ἐπιστολήν, παρεκλήθη μου ἡ ταπεινὴ ψυχή, θεοτίμητέ μου πάτερ· ἐπεὶ δὲ καὶ ἀνέγνων, ἀπελύθην πάσης ὑπονοίας ὑπολυπούσης μου τὴν ταπείνωσιν, μαθὼν τῆς βρα δυγραφίας τὰς αἰτίας, καὶ ἐδόξασά μου τὸν ἀγαθὸν θεόν, εὑρηκὼς τὴν πνευματικὴν ἀγάπην τῆς θεοφιλίας σου διαμένουσαν εἰλικρινῆ πρὸς ἡμᾶς τοὺς εὐτελεῖς. ἀλλὰ καὶ διαμείνοιεν, ὦ εἰρηνοποιητὰ τοῦ παντός, θεὲ καὶ Κύριε· ἴσθι γάρ, φιλοθεώτατε, γνησίως φιλεῖσθαί σε παρ' ἡμῶν καὶ ἀρραγῆ τὸν τῆς ἀγάπης σύνδεσμον ἡμᾶς διατηρεῖν, καθότι καὶ προήχθημεν τὸ πρότερον γράψαι πρὸς τοὺς ὑπὲρ εὐσεβείας ἀγῶνας ἐμβεβηκότι σοι, οὐχ ὡς τοῦ εὐτελοῦς ἡμῶν γράμματος ὀνήσασθαί τι δυναμένου ἢ ἀλείφειν ἐξισχύοντος (πόρρω γὰρ τῶν τοιούτων ἡμεῖς καὶ λόγῳ καὶ βίῳ παρερριμμένοι), ἀλλ' ὡς τοῦ καιροῦ καὶ τῆς ἀγάπης ἀπαιτούσης· οὗ χάριν καὶ τὸ πρὸς ἄλλους ἀδελφοὺς καὶ πατέρας ἐπιστέλλειν ἠναγκάσθημεν. εὖ δὲ καὶ πάνυ εἰκότως λέλεχέν σου ἡ τιμιότης τὸν καιρὸν ἐξαγοράζειν φειδοῖ τῶν διωκόντων καὶ τῶν μὴ τὰ ἀδελφὰ φρονησάντων· ὧν τίς οὐ στενάξειεν τὴν πτῶσιν, χαλεπὴν οὕτω οὖσαν καὶ ἐπιβλαβῆ πάσῃ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ; εἰ κἀκείνοις ἀλογευθεῖσιν οἰκονομίας δοκεῖ εἰργάσθαι τρόπος, ὢ τῆς κακῆς ἀρχῆς καὶ ῥίζης-οἶδας ὁ πατὴρ ὃν λέγω, ἐξ οὗ καὶ οἱ λοιποὶ ᾤχοντο τῇ δυσβουλίᾳ. Ἀλλ' ὤ, πῶς ἀδακρυτὶ τὸν Φλουβουτῆς εἰς μνήμην ἐνέγκω; ἐπὶ μὲν γὰρ τῶν ἄλλων σύνηθες τὰ πραττόμενα καὶ οὐ τοσοῦτον ἐκπλήττοντα, εἰς δ' οὖν τὸν ἄνδρα ἐκεῖνον τί εἴπω, τί διανοηθῶ; ὤ, πῶς πέπτωκεν ὁ ἑωσφόρος; ὤ, πῶς κατηνέχθη ὁ οὐρανομήκης στῦλος; μικροῦ καὶ ἐξέστην τῇ ἀκοῇ καὶ ὡς πολλοῦ ἄπιστός μοι ἔδοξεν εἶναι, εἰ, ὃν ἐγὼ ἠπιστάμην ἐν πολλῇ πείρᾳ καί γε ἐν τῷ ἐξορίζεσθαί με ἐνταῦθα εἶδον καθ' ὁδοῦ καὶ ἔλαβον φωνὰς μαρτυρικάς, ἀναπείσαντα καὶ αὐτὸν τὸν Νικαίας μὴ συνελθεῖν εἰς κοινωνίαν, ὥς φησι, ἢ ἀπορρῆξαι ἑαυτὸν ἐκείνου συνελθόντος, οὗτος κοινωνὸς τοῖς χριστομάχοις γέγονεν καί, τό γε ἐλεεινότερον, ὅτι καὶ ἀναλγήτως ἔχει, ὡς πυνθάνομαι, ἐπὶ τῇ ἀσεβείᾳ, μηδὲ ῥῆμα