160
γενικωτάτης φυλῆς κατήγετο ἐξ Ἰσμαήλ, υἱοῦ Ἀβραάμ. Νίζαρος γάρ, ὁ τοῦ Ἰσμαὴλ ἀπόγονος, πατὴρπάντων αὐτῶν ἀναγορεύεται. οὗτος γεννᾷ υἱοὺς δύο, Μούδαρον καὶ Ῥαβίαν. Μούδαρος γεννᾷ Κούρασον καὶ Κάϊσον καὶ Θεμίμην καὶ Ἄσαδον καὶ ἄλλους ἀγνώστους. οὗτοι πάντες ᾤκουν τὴν Μαδιανῖτιν ἔρημον καὶ ἐν αὐτῇ ἐκτηνοτρόφουν ἐν σκηναῖς κατοικοῦντες. εἰσὶ δὲ καὶ ἐνδότεροι τούτων μὴ ὄντες τῆς φυλῆς αὐτῶν, ἀλλὰ τοῦ Ἰεκτάν, οἱ λεγόμενοι Ἀμανῖται, τοῦτ' ἔστιν Ὁμηρῖται. ἐπραγματεύοντο δέ τινες αὐτῶν ἐν ταῖς καμήλοις αὐτῶν. ἀπόρου δὲ καὶ ὀρφανοῦ ὄντος τοῦ προειρημένου Μουάμεδ, ἔδοξεν αὐτῷ εἰσιέναι πρός τινα γυναῖκα πλουσίαν, συγγενῆ αὐτοῦ οὖσαν, ὀνόματι Χαδίγαν, μίσθιον ἐπὶ τῷ καμηλεύειν καὶ πραγματεύεσθαι ἐν Αἰγύπτῳ καὶ 334 Παλαιστίνῃ. κατ' ὀλίγον δὲ παρρησιασάμενος ὑπεισῆλθε τῇ γυναικὶ χήρᾳ οὔσῃ, καὶ ἔλαβεν αὐτὴν γυναῖκα καὶ ἔσχε τὰς καμήλους αὐτῆς καὶ τὴν ὕπαρξιν. ἐρχόμενος δὲ ἐν Παλαιστίνῃ συνανεστρέφετο Ἰουδαίοις τε καὶ Χριστιανοῖς. ἐθηρᾶτο δὲ παρ' αὐτῶν τινὰ γραφικά, καὶ ἔσχε τὸ πάθος τῆς ἐπιληψίας. καὶ νοήσασα ἡ τούτου γυνὴ σφόδρα ἐλυπεῖτο, ὡς εὐγενὴς οὖσα καὶ τῷ τοιούτῳ συναφθεῖσα, οὐ μόνον ἀπόρῳ ὄντι, ἀλλὰ καὶ ἐπιληπτικῷ. τροποῦται δὲ αὐτὸς θεραπεῦσαι αὐτὴν οὕτω λέγων, ὅτι "ὀπτασίαν τινὰ ἀγγέλου λεγομένου Γαβριὴλ θεωρῶ, καὶ μὴ ὑποφέρων τὴν τούτου θέαν ὀλιγωρῶ καὶ πίπτω." αὕτη δὲ ἔχουσα μοναχόν τινα διὰ κακοπιστίαν ἐξόριστον ἐκεῖσε οἰκοῦντα, φίλον αὐτῆς, ἀνήγγειλεν αὐτῷ πάντα καὶ τὸ ὄνομα τοῦ ἀγγέλου. κἀκεῖνος θέλων πληροφορῆσαι αὐτὴν εἶπεν αὐτῇ ὅτι "ἀλήθειαν εἴρηκεν· καὶ γὰρ οὗτος ὁ ἄγγελος ἐκπέμπεται πρὸς πάντας προφήτας." αὕτη δὲ πρώτη δεξαμένη τὸν λόγον τοῦ ψευδαββᾶ ἐπίστευσεν αὐτῷ, καὶ ἐκήρυξεν ἄλλαις γυναιξὶν ὁμοφύλοις αὐτῆς προφήτην αὐτὸν εἶναι. καὶ οὕτως ἐκ γυναικῶν ἡ φήμη ἦλθεν εἰς ἄνδρας, πρῶτον Ἀβουβάχαρον, ὃν καὶ διάδοχον κατέλιπεν. καὶ ἐκράτησεν ἡ αἵρεσις αὐτοῦ τὰ μέρη τῆς Ἐθρίβου διὰ πολέμου τὸ ἔσχατον· πρώην μὲν κρυπτῶς ἔτη δέκα, καὶ διὰ πολέμου ὁμοίως δέκα, καὶ φανερῶς ἐννέα. ἐδίδαξε δὲ τοὺς ἑαυτοῦ ὑπηκόους, ὅτι ὁ ἀποκτέννων ἐχθρόν, ἢ ὑπὸ ἐχθροῦ ἀποκτεννόμενος εἰς παράδεισον εἰσέρχεται. τὸν δὲ παράδεισον σαρκικῆς βρώσεως καὶ πόσεως καὶ μίξεως γυναικῶν ἔλεγεν· ποταμόν τε οἴνου καὶ μέλιτος καὶ γάλακτος, καὶ γυναικῶν οὐ τῶν παρουσῶν, ἀλλ' ἄλλων, καὶ τὴν μίξιν πολυχρόνιον εἶναι, καὶ διαρκῆ τὴν ἡδονήν· καὶ ἄλλα τινὰ ἀσωτίας καὶ μωρίας μεστά· συμπαθεῖν δὲ ἀλλήλοις, καὶ βοηθεῖν ἀδικουμένοις. 335 Ἐν αὐτῷ δὲ τῷ ἔτει, ἰνδικτιῶνος δʹ, μηνὶ Νοεμβρίῳ ζʹ, ἐγεννήθη Ἡρακλείῳ ἐν τῇ ἀνατολῇ ∆αβίδ, ὁ υἱὸς αὐτοῦ· τῇ αὐτῇ ἡμέρᾳ καὶ Ἡράκλειος ἐτέχθη, υἱὸς Ἡρακλείου τοῦ μικροῦ τοῦ καὶ Κωνσταντίνου, υἱοῦ Ἡρακλείου τοῦ μεγάλου. καὶ ἐβαπτίσθη ἐν Βλαχέρναις ὑπὸ Σεργίου πατριάρχου τῇ εʹ ἰνδικτιῶνι μηνὶ Νοεμβρίῳ γʹ. Ἀράβων ἀρχηγὸς Ἀβουβάχαρος ἔτη γʹ. Ἱεροσολύμων ἐπίσκοπος Μόδεστος ἔτη βʹ. ρκγʹ. χκγʹ. κβʹ. αʹ. κγʹ. αʹ. ιγʹ. Τούτῳ τῷ ἔτει ἐπανέστησαν Πέρσαι κατ' ἀλλήλων καὶ ἐπολέμησαν ἑαυτούς. ἐν αὐτῷ δὲ τῷ καιρῷ ὁ βασιλεὺς τῶν Ἰνδῶν πέμπει συγχαρίκια τῷ Ἡρακλείῳ ἐπὶ τῇ τῶν Περσῶν νίκῃ, μαργαρίτας καὶ λίθους τιμίους ἱκανούς. ἦν δὲ προτελευτήσας ὁ Μουάμεδ, ὃς ἦν στήσας τέσσαρας ἀμηραίους τοῦ πολεμεῖν τοὺς ἐξ Ἀράβων γένους Χριστιανούς· καὶ ἦλθον κατέναντι Μουχέων κώμης λεγομένης, ἐν ᾗ ὑπῆρχε Θεόδωρος ὁ βικάριος, θέλοντες ἐπιρρίψαι κατὰ τῶν Ἀράβων τῇ ἡμέρᾳ τῆς εἰδωλοθυσίας αὐτῶν. μαθὼν δὲ τοῦτο ὁ βικάριος παρά τινος κορασηνοῦ, Κουταβᾶ λεγομένου καὶ μισθίου αὐτοῦ γενομένου, συνάγει πάντας τοὺς στρατιώτας τῶν παραφυλάκων τῆς ἐρήμου, καὶ ἀκριβωσάμενος παρὰ τοῦ Σαρακηνοῦ τὴν ἡμέραν καὶ τὴν ὥραν, ἐν ᾗ ἤμελλον ἐπιρρίπτειν αὐτοῖς, αὐτὸς ἐπιρρίψας αὐτοῖς ἐν χωρίῳ ἐπιλεγομένῳ Μόθους ἀποκτέννει τρεῖς ἀμηραίους καὶ τὸ πλῆθος τοῦ λαοῦ. ἐξῆλθε δὲ εἷς ἀμηρᾶς ὁ Χάλεδος, ὃν λέγουσι τὴν μάχαιραν τοῦ θεοῦ. ἦσαν δέ τινες τῶν πλησίον Ἀράβων λαμβάνοντες παρὰ τῶν βασιλέων ῥόγας