161
Ἐγείρεσθε, οἱ κατηχούμενοι· τὴν εἰρήνην τοῦ Θεοῦ διὰ τοῦ Χριστοῦ αὐτοῦ αἰτήσασθε, εἰρηνικὴν τὴν ἡμέραν καὶ ἀναμάρτητον καὶ πάντα τὸν χρόνον τῆς ζωῆς ὑμῶν, χριστιανὰ τὰ τέλη ὑμῶν, ἵλεω καὶ εὐμενῆ τὸν Θεόν, ἄφεσιν πλημμελη μάτων· ἑαυτοὺς τῷ μόνῳ ἀγεννήτῳ Θεῷ διὰ τοῦ Χριστοῦ αὐτοῦ παράθεσθε. Κλίνατε καὶ εὐλογεῖσθε. Ἐφ' ἑκάστῳ δὲ τούτων ὧν ὁ διάκονος προσφωνεῖ, ὡς προείπομεν, λεγέτω ὁ λαός· Κύριε ἐλέησον, καὶ πρὸ πάντων τὰ παιδία. Κλινόντων δὲ αὐτῶν τὰς κεφαλὰς εὐλογείτω αὐτοὺς ὁ χειροτονηθεὶς ἐπίσκοπος εὐλογίαν τοιάνδε· Ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἀγέννητος καὶ ἀπρόσιτος, ὁ μόνος ἀληθινὸς Θεός, ὁ Θεὸς καὶ Πατὴρ τοῦ Χριστοῦ σου τοῦ μονογενοῦς Υἱοῦ σου, ὁ Θεὸς τοῦ Παρακλήτου καὶ τῶν ὅλων Κύριος, ὁ διὰ Χριστοῦ διδασκάλους τοῖς μαθηταῖς ἐπιστήσας πρὸς μάθησιν τῆς εὐσεβείας· αὐτὸς καὶ νῦν ἔπιδε ἐπὶ τοὺς δούλους σου τοὺς κατηχουμένους τὸ εὐαγγέλιον τοῦ Χριστοῦ σου, καὶ δὸς αὐτοῖς καρδίαν καινὴν καὶ πνεῦμα εὐθὲς ἐγκαί νισον ἐν τοῖς ἐγκάτοις αὐτῶν πρὸς τὸ εἰδέναι καὶ ποιεῖν τὸ θέλημά σου ἐν καρδίᾳ πλήρει καὶ ψυχῇ θελούσῃ Καταξίωσον αὐτοὺς τῆς ἁγίας μυήσεως καὶ ἕνωσον τῇ ἁγίᾳ σου Ἐκκλησίᾳ καὶ μετόχους ποίησον τῶν θείων μυστηρίων διὰ Ἰησοῦ Χριστοῦ, τῆς ἐλπίδος ἡμῶν, τοῦ ὑπὲρ αὐτῶν ἀποθανόντος, δι' οὗ σοι δόξα καὶ τὸ σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν. Καὶ μετὰ τοῦτο ὁ διάκονος λεγέτω· Προέλθετε, οἱ κατηχούμενοι, ἐν εἰρήνῃ. Καὶ μετὰ τὸ ἐξελθεῖν αὐτοὺς λεγέτω· Eὔξασθε, οἱ ἐνεργούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων. Ἐκτενῶς πάντες ὑπὲρ αὐτῶν δεηθῶμεν, ὅπως ὁ φιλάνθρωπος Θεὸς διὰ Χριστοῦ ἐπιτιμήσῃ τοῖς ἀκαθάρτοις καὶ πονηροῖς πνεύμασιν καὶ ·ύσηται τοὺς αὐτοῦ ἱκέτας ἀπὸ τῆς τοῦ ἀλλοτρίου καταδυναστείας· ὁ ἐπιτιμήσας τῷ λεγεῶνι τῶν δαιμόνων καὶ τῷ ἀρχεκάκῳ διαβόλῳ, αὐτὸς ἐπι τιμήσῃ καὶ νῦν τοῖς ἀποστάταις τῆς εὐσεβείας καὶ ·ύσηται τὰ ἑαυτοῦ πλάσματα ἀπὸ τῆς ἐνεργείας αὐτῶν καὶ καθαρίσῃ αὐτά, ἃ μετὰ πολλῆς σοφίας ἐποίησεν. Ἔτι ἐκτενῶς ὑπὲρ αὐτῶν δεηθῶμεν· Σῶσον καὶ ἀνάστησον αὐτούς, ὁ Θεός, ἐν τῇ δυνάμει σου. Κλίνατε, οἱ ἐνεργούμενοι, καὶ εὐλογεῖσθε. Ὁ δὲ ἐπίσκοπος ἐπευχέσθω λέγων· Ὁ τὸν ἰσχυρὸν δήσας καὶ πάντα τὰ σκεύη αὐτοῦ διαρπάσας, ὁ δοὺς ἡμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ