Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
οὐδένα δὴ τρόπον αἰτιασόμεθα τὸν ∆εσπότην, ἐξαιτήσομεν δὲ μᾶλλον παρ' αὐτοῦ τὰ εἰς ζωὴν ἐπιτήδεια. Οἱ δέ γε τῶν Ἰουδαίων δῆμοι, δέον αἰτῆσαι τροφὰς, ὅτι λελύτρωνται χαλεπαίνουσι, καὶ τὴν οὕτω σεπτὴν καὶ ἀξιόληπτον χάριν ἀνοή[τό]τατα καθυβρίζουσιν, ὡς τῶν ἡδίστων αὐτοὺς ἐκπέμψασαν, ἄρτου τε, φημὶ, καὶ κρεῶν. Οὐκοῦν γογγύζουσι μὲν, καὶ κατακεκράγασιν ἀνοσίως. Ἀνεξικακεῖ δὲ Θεὸς, καὶ ἀδόκητον αὐτοῖς ἀφθονίαν ἐπαγγέλλεται. Καὶ δὴ καὶ καθίησιν ἀφάτῳ δυνάμει ἑσπέρας μὲν τὴν ὀρτυγομήτραν· ἅμα δὲ τῇ ἕῳ, τὸ μάννα. Καὶ ὡς ὁ θεῖος ἔφη ∆αβὶδ, Ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς, ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος. Πεπληροφόρηκε δὲ διὰ πείρας αὐτῆς καὶ πραγμάτων, ὅτι δύναται ὁ Θεὸς ἄρτον τε δοῦναι καὶ ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ, καθάπερ ἀμέλει καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὰ ἴσα τερατουργῶν, πέντε διακλάσας ἄρτους, ἐκόρεσε μὲν ἐν ἐρήμῳ πολλοὺς, ὅτε συνεκομίσθησαν λειψάνων κόφινοι δώδεκα Ἀπεριέργαστοι δὲ παντελῶς τῆς θαυματουργίας οἱ τρόποι, πίστει δὴ οὖν τιμάσθω τὰ ὑπὲρ νοῦν, καὶ ἀκουέτω Θεὸς παρὰ πάντων τεθαυμακότων· Οἶδα ὅτι πάντα δύνασαι· ἀδυνατεῖ δέ σοι οὐδέν. βʹ. Ἀλλ' ἐν τούτοις μὲν ἡμῖν ὁ περὶ τῶν αἰσθητῶν ἔστω λόγος. Τίς δ' ἂν γένοιτο λοιπὸν τῆς πνευματικῆς θεωρίας ὁ νοῦς, ἢ τί τοῦ νόμου τὸ αἴνιγμα πολυπραγμονεῖν ἀναγκαῖον, φιλοθηρεῖν εὖ μάλα διεσπουδακόσιν ἡμῖν τὴν ἀλήθειαν. Εἰσόμεθα τοίνυν καὶ διὰ τούτων, ὡς ἔστιν ἀναμφιλόγως τῆς εὐαγγελικῆς πολιτείας κατόπιν ἡ νομικὴ, καὶ τῶν εἰς φιλοσαρκίαν αἰτιαμάτων οὐκ ἐλευθέρα, ἀπήλλακται δὲ οὐχὶ γεώδους ἐπιθυμίας, ἀλλ' ἥ γε θεία καὶ εὐαγγελικὴ, πνευματική τέ ἐστι καὶ ἄμωμος, καὶ ἀσύγκριτον ἔχει τὸ κάλλος. Ληψόμεθα δὲ τὴν ἐφ' ἑκάστῃ διάδειξιν καὶ πληροφορίαν, τὸν ἐπ' ἀμφοῖν εὖ μάλα βασανίζοντες λόγον ἐκ 69.453 τῆς θεοπνεύστου Γραφῆς. Ἐγένετο γὰρ, φησὶν, ἑσπέρα, καὶ ἀνέβη ὀρτυγομήτρα, καὶ ἐκάλυψε τὴν παρεμβολήν. Τὸ πρωῒ δὲ ἐγένετο, καταπαυομένης τῆς δρόσου κύκλῳ τὴς παρεμβολῆς, καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήμου λεπτὸν ὡσεὶ κόριον, λευκὸν ὡσεὶ πάγος ἐπὶ τῆς γῆς. Ἰδόντες δὲ αὐτο[ὶ] οἱ υἱοὶ Ἰσραὴλ, εἶπαν ἕτερος ἑτέρῳ· Τί ἐστι τοῦτο; οὐ γὰρ ᾔδεισαν τί ἦν. Εἶπε δὲ Μωϋσῆς πρὸς αὐτούς· Οὗτος ὁ ἅρτος ὂν ἔδωκεν ὑμῖν ὁ Κύριος φαγεῖν· τοῦτο τὸ ῥῆμα ὃ συνέταξε Κύριος. Συναγάγετε ἀπ' αὐτοῦ ἕκαστος εἰς τοὺς καθήκοντας γόμορ, κατὰ κεφαλὴν, κατ' ἀριθμὸν ψυχῶν ὑμῶν. Ἕκαστος σὺν τοῖς συσκήνοις ὑμῶν συλλέξετε. Ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ἰσραὴλ, καὶ συνέλεξαν, ὁ τὸ πολὺ, καὶ ὁ τὸ ἔλασσον, καὶ ἐμέτρησαν τὸ γόμορ· καὶ οὐκ ἐπλεόνασεν ὁ τὸ πολὺ, καὶ ὁ τὸ ἕλαττον, οὐκ ἠλαττόνησεν, ἕκαστος εἰς τοὺς καθήκοντας παρ' ἑαυτῷ. Εἶπε δὲ Μωϋσῆς πρὸς αὐτούς· Μηδεὶς καταλ[ε]ιπέτω ἀπ' αὐτοῦ εἰς τὸ πρωΐ. Καὶ οὐκ ἤκουσαν Μωϋσῇ, ἀλλὰ κατέλιπόν τινες ἀπ' αὐτοῦ εἰς τὸ πρωΐ, καὶ ἐξέζεσε σκώληκας, καὶ ἐπώζεσε. Καὶ ἐπικράνθη ἐπ' αὐτοῖς Μωσῆς. Καὶ μεθ' ἕτερα πάλιν· Εἶπε δὲ Μωσῆς πρὸς αὐτούς· Τοῦτο τὸ ῥῆμά ἐστιν, ὃ ἐλάλησε Κύριος· Σάββατα ἄγια ἀνάπαυσις τῷ Κυρίῳ αὔριον. Ὅσα ἐὰν πέσσητε, πέσσετε· καὶ ὅσα ἐὰν ἕψητε ἕψετε, καὶ πᾶν τὸ πλεονάζον, καταλίπετε αὐτὸ εἰς ἀποθήκην τῷ πρωΐ. Καὶ κατέλιπον ἀπ' αὐτοῦ εἰς τὸ πρωΐ, καθάπερ συνέταξεν αὐτοῖς Μωσῆς, καὶ οὐκ ἐπώζεσε, οὐδὲ σκώληξ ἐγένετο ἐν αὐτῷ. Ἕκαστον μὲν οὖν τὸ ἀρκοῦν αὐτῷ συγκομίζειν ἐκέλευεν. Εἴργει δὲ οὐδαμῶς ἔργῳ, εἴπερ ἕλοιτο τυχὸν καὶ τοῖς ἀποῦσι συλλέγειν, καὶ τῷ τῆς ἀγάπης καταφαιδρύνεσθαι νόμῳ. Ἀποφάσκει δὲ παντελῶς τὸ φυλάττειν εἰς τὸ πρωΐ, καὶ τοῦτο δρᾷν ἔφη πρὸ μόνου τοῦ Σαββάτου, ἵνα καὶ ὁ τῆς ἀργίας μὴ ἀτιμάζοιτο νόμος. Οὐ γὰρ ἦν ὅλως εὑρεῖν ἐν Σαββάτῳ, μηδὲ καθιέντος Θεοῦ, μονονουχὶ δὲ διὰ τοῦδε καὶ ἀναγκάζοντος ἀφιλοεργεῖν ἐν Σαββάτῳ. Ἀλλ' ὀλίγα τῶν θείων χρησμῳδημάτων πεφροντίκασί τινες, καὶ τετηρήκασι πρὸ Σαββάτου, καὶ, ὥς φησι τὸ Γράμμα τὸ ἱερὸν, Ἐπώζεσε, καὶ ἐξέζεσε σκώληκας. Καὶ ἐπικράνθη Μωσῆς· ἐκδεδραμήκασί τε καὶ ἐν Σαββάτῳ συλλέξοντες, καὶ ἠγανάκτει Θεός. Γέγραπται γὰρ οὕτως· Ἐγένετο δὲ ἐν ἡμέρᾳ τῇ ἑβδόμῃ, ἐξῆλθόν τινες ἐκ τοῦ