161
Μακκαβαίου χρόνους καὶ Σί μωνος τοῦ ἀδελφοῦ αὐτοῦ. Αἰγύπτου μὲν Πτολεμαῖος ὁ Εὐεργέτης, Συρίας δὲ καὶ τῆς μικρᾶς Ἀσίας Ἀλέξανδρος ὁ τοῦ Βαλλᾶ λεγόμενος, υἱὸς Ἀντιόχου τοῦ ἘπιφανοῦςῬωμαίων δὲ ἄριστοι ἐκράτουν· καὶ ἄλλοι μὲν στρατηγοί, πάντων δὲ μᾶλ λον Σκηπίων ὁ νέος ἔκγονος τοῦ Ἀφρικανοῦ Σκηπίωνος, ὃς καὶ Καρχηδο νίοις τοῖς κατὰ Λιβύην τὸν τρίτον ἐπιστήσας καὶ τελευταῖον πόλεμον γεν 354 ναίως τοῖς ὅπλοις ἐκράτησε, μετὰ χμʹ ἔτη, καθ' ἑτέρους δὲ ψμηʹ τῆς οἰκο δομῆς τὴν Καρχηδόνα καταστρεψάμενος. τότε δύο στρατηγοὶ Ῥωμαίων ἡττηθέντες εἷς μὲν ἀνῃρέθη, θάτερος δὲ ζωγρηθεὶς εἰς Ῥώμην ἐστάλη σὺν αἰχμαλώτοις πολλοῖς, αὐτός τε ἀναζεύξας Σκηπίων *** τῶν ἐξ αὐ τῶν καταγόντων τὸ γένος ἔτι κρατούντων ἀπὸ τῶν Ἀλεξάνδρου χρόνων Αἰγύπτου καὶ Συρίας καὶ Ἀσίας, ἐν μέρει δὲ ἔστιν ὅτε καὶ Βαβυλωνίας, τῆς Μακεδόνων δυναστείας ὑποφόρου Ῥωμαίοις ταχθείσης, ὡς πρὸ βρα χέος δεδήλωται. Μικίψας Νουμηδείας βασιλεὺς καὶ Ῥωμαίων σύμμαχος τέθνηκεν, οὗ νόθος παῖς Ἰουγόρθας λεγόμενος δόλῳ τοὺς ἐκείνου γνησίους ἀνελὼν παῖδας χειροῦται τὴν ἀρχήν. ἐφ' ᾧ Ῥωμαῖοι δεινοπαθήσαντες διὰ Μαρί ου πρῶτον ὑπάτου στρατεύουσιν ἰσχυρῶς τῇ μάχῃ κρατήσαντος, τοῦ Ἰουγόρθα φεύγοντος, ἔπειτα διὰ Μετέλλου, καὶ τούτου ὑπατικοῦ γενναίως εὐδοκιμήσαντος, τελευταῖον δὲ διὰ Σύλλα, τοῦ καὶ αὐτὸν Ἰουγόρθαν ζῶντα χειρωσαμένου καὶ θριαμβεύσαντος ἐπ' αὐτῷ πρὸ τοῦ ἅρματος ἐν Ῥώμῃ κατὰ τὴν αὐτοῦ ὑπατείαν ἀγομένῳ δεσμίῳ, ἥτις ἦν ὀλυμπιάδι ρξεʹ. Συρίας καὶ Ἀσίας ιςʹ ἐβασίλευσεν Ἀντίοχος ὁ Κυζίκιος ἔτη ιαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ετπςʹ.
ΚΟΣΜΟΥ ΕΤΗ Ἰουδαίων κʹ ἀρχιεράτευσεν Ἰανναῖος ὁ καὶ Ἀλέξανδρος ἔτη λʹ.
τοῦ δὲ κόσμου ἦν ἔτος ετζζʹ. Ἰανναῖος τοὺς λοιποὺς ἀδελφοὺς καὶ συγγενεῖς ἀνεῖλε, μηδένα τοῦ γέ νους ὑπολειψάμενος. διὰ τοῦτο καὶ πᾶσαι αἱ πόλεις Ἰουδαίων ἀπέστησαν ἀπ' αὐτοῦ, ἃς διὰ Κλεοπάτρας μητρὸς Ἀλεξάνδρου ἐπέστρεψε, συμμαχούν των Αἰγυπτίων αὐτῷ. Ἰανναῖος ὀξὺς καὶ ὑβριστὴς καὶ ἀγριώτατος ἦν σφόδρα. τοῦτον οἱ κο λακεύοντες Ἀλέξανδρον ἔλεγον διὰ τὸ τῆς γνώμης ὀξὺ καὶ ἀνεμπόδιστον, οἱ δὲ μισοῦντες Θρᾳκιδᾶν ὡς ἀδικώτατον. 355 Κατὰ τούτους τοὺς χρόνους Κλεοπάτρα Σαλήνη τοὺς παῖδας ἀποβαλοῦ σα καθ' ἑαυτὴν ἔδοξε βασιλεύειν, ἐπιτρόπους ἔχουσα δύο τῶν Ἰουδαίων Ἀνανίαν καὶ Χελκίαν, πάντα τὰ κατ' αὐτὴν διοικοῦντας, δι' ὧν Ἰανναῖος φιλωθεὶς αὐτῇ συμμάχους Αἰγυπτίους ἔσχε κατὰ Παλαιστίνης, καὶ τῶν ἀποστατησάντων Ἰουδαίων τὰς πόλεις ἀφανίζων καὶ τοὺς ὁμογενεῖς ἀφει δῶς ἀποσφάττων μέχρι γυναικῶν καὶ παίδων, ἀρξάμενος ἀπὸ τῶν πέραν Ἰορδάνου πόλεων καὶ Ἐσεβοῦντα καταλαβόμενος, Ἀμμανῖτιν τε καὶ Μωαβῖτιν ἐπελθών, ∆ῶραν, τὴν πρὸς τοῖς Ἄραψι Πέλλαν, Γάδαρα τὴν πρὸς θερμοῖς ὕδασιν, Ἄβιλαν, Ἵππον, Λίαν, Φιλοτερίαν, Μακεδόνων ἀποικίας, καὶ Βασὰν τὴν νῦν Σκυθόπολιν, Μαλλέαν Σαμαρείας, Θαβὼρ ὄρος, Γαβαάν. Ἰανναῖος ὁ καὶ Ἀλέξανδρος πόλεμον ἐξάγων πρὸς Ἀντίοχον τὸν παῖδα τοῦ Γρυποῦ τὸν καὶ ∆ιόνυσον ἐνίκησεν. Οὗτος τὴν Τυρίων γῆν ἐπελθὼν ἐπολιόρκει τὴν νῆσον. ἐπαναστάσεως δὲ πειραθεὶς Ναβαταίων καὶ Ἰτουραίων ∆ίγαιον στρατηγὸν ἔπεμψε Γα λιλαῖον κατὰ Ναβαταίων. αὐτὸς δὲ κατὰ τῶν Ἰτουραίων εἰς πόλεμον ἑτοι μαζόμενος θνήσκει βασιλεύσας ἔτη λʹ, Σαλίνῃ γαμετῇ τὴν ἀρχὴν ἐγχει ρίσας, ὄντων αὐτῇ δύο παίδων ἐξ αὐτοῦ Ὑρκανοῦ καὶ Ἀριστοβούλου. ἐντεῦθεν δὲ τὰ Ἰουδαίων συγκέχυνται. Ἰουδαίων καʹ ἐβασίλευσε Σαλίνα ἡ καὶ Ἀλεξάνδρα ἔτη θʹ. τοῦ δὲ κό σμου ἦν ἔτος ευκζʹ. Ἀλεξάνδρα ἡ καὶ Σαλίνα πάντη τῆς ὠμότητος ἀποδέουσα τοῦ ἀνδρὸς Ἰανναίου τοῦ καὶ Ἀλεξάνδρου, τὸ Ἰουδαίων ἔθνος ταῖς χρησταῖς εὐνοίαιςκερδήσασα διὰ δόξαν εὐσεβείας καὶ τὴν πρὸς τὸ θεῖον ὀρθὴν πίστιν καὶ περὶ τοὺς πατρίους νόμους ἀκρίβειαν, εὐσταθῶς βασιλεύσασα ἔτη θʹ. ταύ την τὸ Φαρισαϊκὸν ἠγάπα σύστημα, ὡς τῶν ἄλλων δύο,