161
μετακαλεσάμενος ὁ βασιλεὺς, περὶ τῆς στρατιᾶς ἐπυνθάνετο τῆς ἐκεῖ ἐστρατοπεδευμένης, εἰ ἀρκοῦσα πρὸς τὴν τῶν βαρβάρων δοκοίη συμπλοκήν. ὁ δ' ἔφασκεν, ἀκριβῶς μὲν οὐδὲ αὐτὸς τὸν ἀριθμὸν εἰδέναι. διὰ γὰρ τὸ ἐγγὺς Θεσσαλονίκης ἤδη γεγενῆσθαι πολὺ προσεῤῥυηκέναι αὐτῇ στρατιᾶς πορισμοῦ τῶν ἐπιτηδείων ἕνεκα· παρῄνει δὲ εἰ καὶ αὐτῷ βέλτιον δοκοίη, τὴν οὖσαν παραλαβόντα στρατιὰν, τῆς πρὸς Πέρσας φερούσης ἔχεσθαι ὁδοῦ· ὡς αὐτοῦ τάχιστα ἐκ τῶν παρακειμένων χω 1.456 ρίων συλλέξοντος καὶ ἑτέραν ἀρκοῦσαν πρὸς τὸ ἔργον. ἐπείθετο μὲν οὖν ὁ βασιλεὺς εὐθὺς, καὶ τῆς πρὸς Πέρσας εἴχετο ὁδοῦ. ὁ δὲ ὡς μάλιστα ἐνῆν, ὀξέως ἀθροίσας στρατιὰν, συνέμιξε τῷ βασιλεῖ· καὶ μετὰ μέσην ἡμέραν καθ' ἃ οἱ Πέρσαι ἐληΐζοντο ἐγένοντο χωρία. καὶ γενομένης αὐτόθι συμβολῆς, ἐπιπολὺ μὲν ἀντέσχον οἱ Πέρσαι διὰ τὸ δυσπρόσοδα εἶναι τὰ χωρία καὶ ὑλώδη ἐφ' ἃ ἐγεγένητο ἡ μάχη· ὅπερ οὐκ ὀλίγον συνεβάλλετο στρατιᾷ τῇ Περσικῇ οὔσῃ πεζῇ. τέλος δὲ κατὰ κράτος νικηθέντες διεφθάρησαν, οἱ μὲν ἁλόντες ζῶντες, οἱ δὲ πεσόντες παρὰ τὴν μάχην· ὅσοι δὲ εἰς τὴν ὕλην ἠδυνήθησαν διαφυγεῖν, ἐς τὴν ὑστεραίαν γενόμενοι παρὰ τὰς ναῦς τὰς ἑαυτῶν, τὰς μὲν λοιπὰς ἁπάσας ἐνέπρησαν πυρί· δύο δὲ πληρώσαντες μόνοι γὰρ τοσοῦτοι ὑπελείποντο ἀνεχώρησαν ἐπ' οἴκου. Ῥωμαίων δὲ κατὰ τὴν μάχην ἔπεσον μὲν ὀλίγοι, τραυματίαι δὲ ἐγένοντο καὶ ἄνθρωποι καὶ ἵπποι πλεῖστοι. ἐκεῖθεν δὲ ὁ βασιλεὺς εἰσελθὼν εἰς Θεσσαλονίκην, ηὐλίσατο ἐκεῖ ἐφ' ἱκαναῖς ἡμέραις. Συργιάννης δὲ ἀπὸ τοῦ στρατοπέδου τῶν οἰκείων ἓξ παραλαβὼν καὶ Σφραντζὴν, τριάκοντα καὶ αὐτὸν ἐπαγόμενον τῶν οἰκετῶν, εἰς ποταμόν τινα οὐ τῶν ἀεννάων Γαλυκὸν ὠνομασμένον οὐ μακρὰν Θεσσαλονίκης ῥέοντα, ῥᾳστώνης ἦλθε χάριν καὶ παραψυχῆς. Σφραντζὴς δὲ αὐτὸν μόνον ἤδη ἀναπειλημμένον, καὶ τὸ μὲν συλλαμβάνειν οὐ μάλιστα ὂν εὐχερὲς, ἐδεδίει γὰρ μὴ αἰσθήσεως γενομένης ἐν τῷ στρατοπέδῳ ἀπόλλωνται διαφθαρέντες ῥᾷστον δὲ 1.457 τὸ ἀποκτείνειν, τῶν βασιλέως παραινέσεων ἀμνημονήσας, τοῖς τε αὐτῷ συνοῦσι περὶ τοῦ ἀποκτείνειν Συργιάννην κρύφα διαλεχθεὶς καὶ πείσας, πρότερον γὰρ οὐδέπω οὐδενὶ τὴν βουλὴν κατάδηλον ἦν πεποιηκὼς, ἀποκτείνουσί τε αὐτὸν ἀγνοήσαντα τὴν ἐπιβουλὴν, καὶ φεύγοντες ἧκον εἰς Θεσσαλονίκην. βασιλεὺς δὲ ἐμέμψατο μὲν Σφραντζὴν τῆς μικροψυχίας· μᾶλλον γὰρ ἠβούλετο δεσμώτην ἀγαγεῖν ζῶντα Συργιάννην ἢ ἀποκτεῖναι· ἐπεὶ δὲ ἀναλῦσαι τὰ γεγενημένα οὐκ ἐνῆν, τὸν μὲν φόνον ἐλογίζετο τῇ ἀνάγκῃ τῇ ἀπὸ τῶν πραγμάτων, αὐτὸν δὲ ἠμείβετο καὶ τοὺς συνόντας τῆς τε εὐψυχίας ἕνεκα καὶ τόλμης, καὶ τοῦ σφᾶς αὐτοὺς προδήλοις κινδύνοις ἐμβαλεῖν ὑπὲρ αὐτοῦ· καὶ Σφραντζὴν μὲν τῇ τοῦ μεγάλου στρατοπεδάρχου τετίμηκεν ἀξίᾳ· προσόδους τε παρέσχεν ἐτησίους ἐκ χωρίων ἀναλόγως, καὶ τοὺς ἄλλους ἅπαντας ὡς ἕκαστοι. Κράλης δὲ ἐπεὶ ἐπύθετο πεσόντα Συργιάννην, πέμψας μὲν ἤγαγεν αὐτὸν εἰς τὸ στρατόπεδον ἐμπνέοντα ἔτι· ἀποθανόντα δὲ μετὰ μικρὸν ἐθρήνησέ τε ἐφ' ἱκανὸν ὡς ἄνδρα φίλον, καὶ ἔθαψε μεγαλοπρεπῶς. πρεσβείαν δὲ εἰς βασιλέα πέμψας, σπονδὰς ἔθετο πρὸς αὐτὸν εἰρηνικὰς καὶ συμμαχίαν, καὶ ἐς τὴν ὑστεραίαν οὐ μακρὰν Θεσσαλονίκης παρὰ τὸν Γαλυκὸν ποταμὸν συγγενόμενοι τῷ βασιλεῖ, ἀνεχώρησαν εἰς τὴν οἰκείαν. πόλεις δὲ ὅσαι πρότερον ἐγένοντο ὑπὸ Συργιάννην, πεσόντος αὐτοῦ, συγγνώμην παρασχομένου βασιλέως καὶ ἀμνηστίαν τῆς ἀποστασίας, προσεχώρησαν ἑκοῦσαι πάλιν. ὑπὸ δὲ τοὺς αὐτοὺς χρό 1.458 νους καὶ ὁ τῶν Οὔγκρων ἄρχων, ὃν ῥῆγα καλεῖν οἶδεν ἡ Λατίνων φωνὴ, στρατιᾷ μεγάλῃ ἐστράτευσεν ἐπὶ Κράλην, περὶ γῆς ὅρων πρὸς αὐτὸν διενεχθείς· δείσας δὲ ὁ Κράλης μὴ ἀδύνατος εἴη ἀμύνεσθαι αὐτὸν, πρεσβείαν ὡς βασιλέα πέμψας, ᾐτεῖτο συμμαχίαν. ἡσθεὶς δὲ ὁ βασιλεὺς πρὸς τὴν πρεσβείαν, στρατιὰν ἀπολεξάμενος πολλήν τε καὶ ἀγαθὴν, ἔπεμψεν εἰς Κράλην συμμαχίαν. ὁ ῥὴξ δὲ Οὐγκρίας, ἐπεὶ ἐγένετο ἐν μεθορίοις τῆς αὐτοῦ καὶ Τριβαλῶν ἀρχῆς, πρὶν ἐς τὴν πολεμίαν ἐσβαλεῖν, ἀνεχώρησεν εἰς τὴν οἰκείαν. λόγος δὲ ἦν ὡς πυθόμενος ἐκ βασιλέως ἥκειν