161
ἱεροῦ, κἀντεύθεν ἐξ ὑπερδεξίων βάλλοντες με2.3 γάλα εβλαπτον τοὺς ̔Ρωμαίους. οἱ δὲ πῦρ ταῖς στοαῖς ἐνιᾶσι καὶ τοῦτο ὑπέτρεφον υλαις ἐγείρειν φλόγα πεφυκυίαις· καὶ ταχὺ ηπτετο τοῦ ὀρόφου, καὶ οἱ ἐπὶ τῶν στοῶν οἱ μὲν τῷ ὀρόφῳ καταρρηγνυμένῳ συγκατεφέροντο, τοὺς δὲ περισταδὸν εβαλλον οἱ πολέμιοι, οἱ δὲ εἰς τὸ πῦρ ἐνίεσαν ἑαυτούς, οἱ δὲ τοῖς ἑαυτῶν ἐκτείνοντο ξίφεσιν, ἐσώθη τε τῶν ἐν ταῖς στοαῖς ἀνελθόντων οὐδ' ὁστισοῦν. καὶ οἱ ̔Ρωμαῖοι ἐκράτουν τοῦ ἱεροῦ θησαυροῦ, καὶ πολλὰ μὲν ὑπὸ τῶν στρατιωτῶν διήρπαστο, Σαβῖνος δὲ εἰς τὸ φανερὸν τετρακόσια περιέσωσε τάλαντα. οι γε μὴν περιλελειμμένοι τῶν μαχομένων τὸ βασίλειον περισχόντες πῦρ αὐτῷ ἐμβαλεῖν ἠπείλουν καὶ απαντας κτεῖναι, εἰ δ' ἀπίοιεν, αδειαν τοῖς ̔Ρωμαίοις ἐπηγγέλλοντο καὶ Σαβίνῳ· καὶ πολλοὶ τῶν βασιλικῶν πρὸς αὐτοὺς ηὐτομόλησαν. ̔Ροῦφος δὲ καὶ Γράτος, τρισχιλίους τοῦ ̔Ηρώδου στρατεύματος εχοντες ανδρας ἐρρωμένους τοῖς σώμασι, ̔Ρωμαίοις προστίθενται. ̓Ιουδαῖοι δὲ οὐ μεθίεντο τῆς πολιορκίας, καὶ ὁ Σαβῖνος ἐκαρτέρει πολιορκούμενος. ̓Επὶ τούτοις καὶ ετεροι θόρυβοι τὴν ̓Ιουδαίαν κατέλαβον. ̓Ιούδας γὰρ ̓Εζεκίου τοῦ ἀρχιλῃστοῦ υἱὸς τοῦ ὑφ' ̔Ηρώδου μεγάλοις ληφθέντος πόνοις, συστησάμενος πλῆθος τῷ περὶ Σέπφωριν τῆς Γαλιλαίας ἐπέδραμε βασιλείῳ, καὶ τῶν ἐκεῖ κρατήσας οπλων ωπλισε τοὺς περὶ αὐτόν, φοβερός τε απασιν ην. ἀλλὰ καὶ Σίμων, δοῦλος μὲν ̔Ηρώδου τοῦ βασιλέως, ἀνὴρ δ' εὐπρεπὴς καὶ μεγέθει καὶ ῥώμῃ σώματος προύχων, ἀρθεὶς τῇ ταραχῇ τῶν πραγμάτων ἐτόλμησε περιθέσθαι διάδημα. καὶ πλήθους συστάντος περὶ αὐτόν, βασιλεὺς καὶ αὐτὸς ἀναρρηθεὶς τὸ ἐν ̔Ιεριχοῦντι βασίλειον πίμπρησι, καὶ αλλους δὲ τῶν 2.4 βασιλικῶν οικων, διαρπάσας τὰ ἐν αὐτοῖς. ἀλλὰ τούτῳ Γράτος μάχην συνάψας τό τε πολὺ τοῦ μετ' αὐτοῦ πλήθους διέφθειρε καὶ αὐτοῦ τοῦ Σίμωνος τὴν κεφαλὴν κρατήσας ἀπέτεμε. καὶ αλλοι δὲ στασιασταὶ κατὰ τὸν καιρὸν ἐκεῖνον ἐγένοντο, κακοῦντες καὶ ̔Ρωμαίους καὶ τοὺς βασιλικούς. Ουαρος δ' ἐν Συρίᾳ μαθὼν τὰ κατὰ τὸν Σαβῖνον, ἠπείγετο τοῖς ἐν ̓Ιουδαίᾳ πολιορκουμένοις ἀλέξασθαι. ἀθροισθείσης δὲ ἐν Πτολεμαΐδι τῆς αὐτοῦ δυνάμεως πάσης, μέρος τι ταύτης τῷ υἱῷ παραδοὺς Γαλιλαίους ἐξέπεμψε πολεμεῖν· ος συμβαλὼν ἐκείνοις ἐκράτησεν. Ουαρος δὲ τῷ λοιπῷ τοῦ στρατεύματος προσιὼν εἰς ̔Ιεροσόλυμα, εἰς δειλίαν τοὺς πολιορκοῦντας τῶν ̓Ιουδαίων ἐνέβαλε· καὶ λιπόντες τὴν πολιορκίαν ἡμίεργον ῳχοντο. Οὐάρου δὲ τοῖς ̔Ιεροσολυμίταις ἐγκαλοῦντος διὰ τὸν πόλεμον, ἐκεῖνοι τὴν τοῦ πλήθους σύνοδον διὰ τὴν ἑορτὴν ελεγον γεγονέναι, τὸν δὲ πόλεμον παρὰ τῶν ἐπηλύδων. καὶ ὁ Ουαρος πέμψας κατὰ τὴν χώραν ἐπεζήτει τοὺς αἰτίους τῆς στάσεως, καὶ εὑρὼν ἐνίους ἐκόλασε· δισχίλιοι γὰρ ἐσταυρώθησαν. καὶ ετεροι δὲ περὶ μυρίους Οὐάρῳ κατ' αὐτῶν ὡρμηκότι παρέδωκαν ἑαυτούς· ὁ δὲ πρὸς Καίσαρα πέμπει τοὺς ἡγεμόνας αὐτῶν· Καῖσαρ δὲ μόνους ἐκόλασεν οσοι συγγενεῖς οντες ̔Ηρώδου συνεστρατεύοντο τοῖς στασιασταῖς. Εἰς δὲ ̔Ρώμην ἐξ ̓Ιουδαίας πρέσβεις ἀφίκοντο, καὶ τοῦ Καίσαρος συστησαμένου συνέδριον οἱ πρέσβεις συνισταμένους εχοντες τῶν ἐπὶ ̔Ρώμης ̓Ιουδαίων περὶ ὀκτακισχιλίους αὐτονομίαν ῃτουν. καὶ ἐπὶ κατηγορίαν τῶν ̔Ηρώδου τρέπονται παρανομημάτων· 2.5 οὐ γὰρ βασιλέα, τύραννον δ' ἐκεῖνον ἐκάλουν. πολλῶν γὰρ πολλάκις κακώσεων τῷ εθνει εφησαν συμβεβηκυιῶν οὐδεμίαν ἐξισοῦσθαι ταῖς αὐτῷ ἐπενηνεγμέναις παρ' ἐκείνου κακώσεσιν. οἰόμενοι ουν πάντα τῆς βασιλείας κρατήσοντα ̔Ηρώδου εσεσθαι μετριώτερον, ἀσμένως τὸν ̓Αρχέλαον προσειπεῖν βασιλέα. ὁ δὲ δείσας μὴ ωσπερ οὐχ ̔Ηρώδου νομίζοιτο παῖς, εἰ τοῖς ̓Ιουδαίοις ἠπιώτερος φαίνοιτο, τρισχιλίων ἀνδρῶν κατὰ τὸ τέμενος σφαγὴν ἐποιήσατο, καὶ ταῦτα μηδέπω σοῦ, Καῖσαρ, τὴν ἀρχὴν αὐτῷ βεβαιώσαντος. καὶ ταῦτα λέγοντες ἠξίουν βασιλείας καὶ τοιῶνδε ἀρχῶν ἀπηλλάχθαι, προσθήκην δὲ γεγονέναι Συρίας καὶ τοῖς ἐκεῖ στελλομένοις ̔Ρωμαίων στρατηγοῖς ὑποκεῖσθαι. Οἱ μὲν ουν ταῦτα ᾐτοῦντο, οἱ δὲ περὶ τὸν ̓Αρχέλαον ἀπολογούμενοι τούς τε βασιλεῖς, τὸν πατέρα λέγω καὶ τὸν υἱόν, τῶν ἐγκλημάτων