161
̓Εκαλαμήσαντο. ἀπεθέρισαν. ̓Εκάκωσαν. ἠρέμωσαν. epsilon.663 ̓Εκαραδόκει. προσεδόκει. ἐκαρτέρει. ἀπεσκόπει. ̓Εκβρασθέν. ἐκριφέν. λέγεται δὲ ἐπὶ τῶν ἐκ τῆς θαλάσσης ἐκριπτουμένων. ̓Εκβεβόλισται. ἐξορώρυκται. ̓Εκβιβάσασ. ἐξαγαγών. ̓Εκβακχευθείσ. ἐκμανείς. ̓Εκβληθήτωσαν. διωχθήτωσαν. ̓Εκγαμηθῆναι. οταν εἰς ετερον γένος ἐκδοθῇ παρθένος οἱονεὶ τοῖς μὴ προσήκουσι, τοῦτο ἐκγαμεῖσθαι λέγεται. ̓Εκγεγάμεν. Ομηρος· ευχεται ἐκγεγάμεν- ἀπὸ τοῦ γεγενῆσθαι. ἀπὸ τοῦ γῶ, γήσω, γέγημι ἀπαρέμφατον γεγάναι, καὶ δωρικῶς γεγάμεν, ὡς τιθέναι, τιθέμεν. ̓Εκδικάσασθαι. ἀνάδικον ἐκπρᾶξαι διὰ τὸ δικάσασθαι. Εκδεξαι. ἀντὶ τοῦ ἀληθεύων οὐ ψεύδομαι. πίστευσον ὑποσχομένῳ τῷ δούλῳ σου. αὐτὸς ἐγepsilon.664 γυητὴς γένου τῆς ἐμῆς ὑποσχέσεως. εκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν. ̓Εκδέξασθαι. οὐκ ἐπὶ τοῦ ἀναμεῖναι, ἀλλ' ἐπὶ τοῦ ἀναδέξασθαι καὶ ἀναλαβεῖν. ̓Εκδέχεσθαι. ἀπείργειν, κωλύειν. γέῤῥα τὲ παρατεταγμένα ην εἰς τὸ ἐκδέχεσθαι τὰ τῶν βαρβάρων τοξεύματα. ̓Εκδέχῃ. νοεῖς, ὑπολαμβάνεις. οὐκ ὀρθῶς, ω στρατηγὲ, τοὺς ἡμετέρους ἐκδέχῃ λόγους. ̓Εκδιαιτηθῆναι. διαπραθῆναι. ̓Εκδιῄτησε. κακῶς διῴκησε. κακῶς οἰκονόμησεν. ̓Εκδειματοῦνται. ἐκφοβοῦνται. ̓Εκδημεῖν. ἀποδημεῖν. εἰς ονπερ τόπον οὐκ ην πρότερον. ̓Εκεύθαινον. εκρυπτον. ̓Εκερουτίασ. τὴν κεφαλὴν ἀνέτεινες δίκην τῶν κερατοφορούντων ζώων. δηλοῖ δὲ καὶ τὸ γαυριᾷν. ὡς ελαφος, φησὶν, ἠνάλλου τοῖς κέρασιν· ἀνωρτάλιζες κᾀκερουτίας. epsilon.665 ̓Εκκεκυμασμένουσ. ὑπὸ τῶν κυμάτων ἐκβρασθέντας. ̓Εκεράϊζον. κατέτρεχον. ἐληΐζοντο. ἐπόρθουν. ̓Εκκεχιλωμένην. ἐψευσμένην, η κεχερσωμένην· οτι ὁ χιλὸς ἐν χέρσῳ φύεται· τοῦτο δέ ἐστι χόρτος. δρῶ δὲ ταύτην ἐκκεχιλωμένην, οιον ἐξημελημένην. ̓Εκκεκωφέαται. ἀπὸ τοῦ κωφῶ, κωφήσω, κεκώφηκα, κεκώφημαι, κεκώφηται, καὶ ̓Ιακῶς κεκωφέαται καὶ ἐν συνθέσει ἐκκεκωφέαται. καὶ παραβλάπτεται. ̓Εκέκλετο. ἀπὸ τοῦ κέλλω, ἐκέλλετο καὶ ἐκέκλετο. σημαίνει δὲ τὸ προσέταξεν. ̓Εκκεκόλαπται. ἐγγέγλυπται. Εκαινον. εκοπτον. ̓Εκκαίομαί σου. ἐρῶ σου. ̓Εκζωπυρῆσαι. ἀνάψαι. κυρίως δὲ τὸ ἐκ μικροῦ φυσῶντα μεγάλην φλόγα κινῆσαι. ἡ μεταφορὰ ἀπὸ τῶν ἀνθράκων. epsilon.666 Εκῃαν. εκαυσαν. καὶ εκῃα ἀντὶ τοῦ εκαυσα καὶ εθυσα. ἐκ τοῦ καίω, καύσω, εκαυσα· ἀποβολῇ τοῦ ς καὶ ἐκτάσει τοῦ ˉαˉυ εἰς ˉη εκηα. ̓Εκήκιεν. ἀνεφέρετο. ̓Εκήλει. εθελγε. σὺν ἡδονῇ ετερπε. κηλῶ γὰρ τὸ ὑπ' αὐλὸν ηδομαι. ουτω μὲν ὁ κατάρατος συνήθως τὸν ανθρωπον ἐκήλει. ̓Εκηριώθην. ἐσκοτώθην. καὶ διὰ τὸ δέος κήρινος ἐγενόμην. ̓Εκήδευσαν. κατ' ἐπιγαμίαν συνήφθησαν. σημαίνει δὲ καὶ τὸ ἐνταφιάζειν. ̓Εκθειάσαι. θαυμάσαι. ̓Εκθηλύνειν. χαυνοῦν. ̓Εκθορεῖν. ἐκδραμεῖν. Εκθορεν. ἐξεπήδησεν. ̓Εκθρώσκειν. ἐκπηδᾷν. ̓Εκθύσασθαι. ἐξιλεώσασθαι. ἐκμειλίξασθαι. epsilon.667 ̓Εκθεατρίζουσιν. ἐκπομπεύουσιν. ἐκφαυλίζουσιν. ἐξελέγχουσιν. ἐκθεατρίζουσι τὴν ἑαυτῶν ἀκρισίαν. ̓Εκίσσησεν. ἐν γαστρὶ συνέλαβεν. Εκλαγξαν. ποιὸν ηχον τὰ τόξα ἀπετέλεσαν. εστι ῥῆμα πεποιημένον κλάζω, ὁ μέλλων κλάγξω, ὁ πρῶτος ἀόριστος εκλαγξα. Ομηρος· εκλαγξαν δ' αρ' ὀϊστοὶ- ο ἐστιν ηχησαν. ̓Εκλεγόμενοσ. προκρίνων. ̓Εκλέγοντεσ. ἀπαιτοῦντες. ̓Εκληδονίζετο. ἐμαντεύετο. ̓Εκληπτέον. δεῖ λαμβάνειν. ̓Εκλελάκτικεν. ἀποβέβληκεν, ἀπέφυγεν. ̓Εκκλείουσι. κωλύουσι. ἐπεὶ τὸν Φίλιππον ἐκκλείουσιν οἱ καιροί. ̓Εκκλησιάζων. εἰς ἐκκλησίαν συγκαλῶν. ἡνίκα ἐκκλησιάζων ἐδίδου τὸ παράγγελμα. ̓Εκκλητεύειν. τὸ εἰς κρίσιν αγειν. ̓Εκκλητευθῆναι. τῶν ἐγκαταλιπόντων μαρτυρίαν τὰ ὀνόματα ἐν τῷ δικαστηρίῳ κηρύσσεται· οπερ ελεγον ἐκκλητευθῆναι. epsilon.668 ̓Εκκλήτευσεν. ἐγκάλεσεν. ̓Εκκλητικῶσ. ἐκκαλούμενος. ̓Εκλογιζόμενοσ. ἀριθμῶν. καὶ ἀντὶ τοῦ διανοούμενος. τὸ πλῆθος τοῦ στρατοῦ ἐκπείρως καὶ φρονίμως ἐκλογιζόμενος. ̓Εκλώζετο. κλωσμὸν ελεγον τὸν γενόμενον ἐν τῷ στόματι ψόφον, ῳ πρὸς τὰς ἐκβολὰς ἐχρῶντο τῶν ἀκροαμάτων ων οὐχ' ἡδέως ηκουον. ̓Εκμαγῆσαι. ἐκτυπῶσαι. ̓Εκμαρτυρεῖν φασὶ τὸ λέγειν οὐχ' απερ αὐτὸς ειδεν, ἀλλ' απερ ἑτέρων ηκουσε λεγόντων. ἐκμαρτυρία δὲ γεγραμμένη ἀναγινώσκεται, οτάν τις η τελευτήσας η ῃ