161
σου." Ἔοικε δὲ τῇ τοῦ πατριάρχου Ἰακὼβ προηγορίᾳ, "Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐ τὸς προσδοκίᾳ ἐθνῶν." -"Ὁ Θεὸς, ἕως τῶν ὑψί στων ἃ ἐποίησάς μοι μεγαλεῖα." Ὁ δὲ Ἀκύλας καὶ Σύμμαχος οὕτως· Ὁ Θεὸς, ἕως ὕψους ἃ ἐποίησας μεγαλεῖα, ἀντὶ τοῦ, ὑψηλὰ καὶ μεγάλα τὰ ὑπὸ σοῦ γινόμενα, ∆έσποτα. καὶ ἱκανὰ πεῖσαι πάν τας Ὕψιστον ὀνομάζειν σε. "Ὁ Θεὸς, τίς ὅμοιός σοι;" Οὐδένα γὰρ, φησὶ, συγκρῖναί σοι καὶ πα ραβαλεῖν δυνατόν. Ὑπερβάλλεις γὰρ ἅπαντας, καὶ τῇ φύσει, καὶ τῇ δυνάμει, καὶ πᾶσι τοῖς ἀγαθοῖς· ἐντεῦθεν τὴν ἐπάνοδον προθεσπίζει. κʹ. "Ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάς· καὶ ἐπιστρέψας ἐζωοποίησάς με." Παρα δούς με, φησὶ, παντοδαπαῖς συμφοραῖς διὰ τὰς ὑπ' ἐμοῦ γεγενημένας παρανομίας, πάλιν με εἰς ζωὴν ἐπανήγαγες. "Καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πά 80.1428 λαι ἀνήγαγές με." Ἀναβιώσεως, φησὶ, τινὸς ὑπο λαμβάνω τετυχηκέναι· παρὰ δόξαν ἀνθρωπίνην τοσ ούτων ἀπαλλαγεὶς συμφορῶν. [Εἴποι δ' ἄν τις ταῦτα καὶ ἐκ προσώπου τῆς ἀνθρωπείας εἰρῆ σθαι φύσεως. Ἐκ γὰρ τῶν ἀβύσσων τῆς γῆς ἀν ήγαγε ταύτην ὁ καταβὰς εἰς τὰ κατώτερα μέρη τῆς γῆς, τουτέστιν ὁ ἐκ Θεοῦ Θεὸς, ὁ διὰ ταύτην ἑλό μενος καὶ ἄνθρωπος γενέσθαι.] Τοῦτο καὶ διὰ τοῦ Ἰεζεκιὴλ ὁ Θεὸς ἔφη· "Ὅτι ἀνοίξω τοὺς τάφους ὑμῶν, καὶ ἀνάξω ὑμᾶς ἐκ Βαβυλῶνος·" τουτέστι, τὴν ἀνθρωπίνην ἀπόγνωσιν λύσω, καὶ παρὰ τὰς τῶν πολεμίων ἐλπίδας τὴν ἐπάνοδον ὑμῖν δωρήσομαι. καʹ. "Ἐπλεόνασας ἐπ' ἐμὲ τὴν μεγαλωσύνην σου· καὶ ἐπιστρέψας παρεκάλεσάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με." Ὁ δὲ Σύμ μαχος οὕτως· Αὐξήσεις τὴν μεγαλειότητά μου, καὶ παρακυκλώσεις με παραμυθίᾳ. Καὶ τἄλλα δὲ ὁμοίως προείρηκε. Τῇ γὰρ περὶ ἐμὲ κηδεμονίᾳ δειχθήσεταί σου τὸ ἀγαθόν. κβʹ. "Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε." Οὐ παύσομαι γὰρ τὰς σὰς διηγούμενος δωρεὰς, καὶ τοὺς ἀγνοοῦντας διδάσκων. Ἐπισημή νασθαι δὲ προσήκει, ὡς καὶ ἐνταῦθα λαῶν πολλῶν ἐμνημόνευσεν, οἳ μετὰ τὴν ἐνανθρώπησιν τοῦ Σω τῆρος ἡμῶν, διὰ τῶν ἐξ Ἰουδαίων κηρύκων, τῆς σωτηρίας ἀπήλαυσαν. "Ἐν σκεύεσι ψαλμοῦ τὴν ἀλήθειάν σου, ὁ Θεὸς, ψαλῶ σοι ἐν κιθάρᾳ, ὁ ἅγιος τοῦ Ἰσραήλ." Χρήσομαι δὲ καὶ τοῖς συνήθεσιν ὀρ γάνοις τὴν ὑμνῳδίαν ὑφαίνων. κγʹ, κδʹ. "Ἀγαλλιάσεται τὰ χείλη μου, ὅτ' ἂν ψαλῶ σοι· καὶ ἡ ψυχή μου, ἣν ἐλυτρώσω. Ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου· ὅτ' ἂν αἰσχυνθῶσι καὶ ἐντρα πῶσιν οἱ ζητοῦντες τὰ κακά μοι." Προλέγει κατὰ ταυτὸν τῶν Βαβυλωνίων τὸν ὄλεθρον ὑπὸ Κύρου τοῦ Πέρσου γεγενημένον, καὶ τὴν τῶν Ἰουδαίων ἀνάκλησιν. Ἐκείνων γὰρ, φησὶ, καταλυθέντων, ἐγὼ τῆς ἐπανόδου τεύξομαι· ἀπολαύσας δὲ τούτου, γεγηθὼς καὶ γαννύμενος χορεύσω, τὰς σὰς εὐερ γεσίας ὑμνῶν, καὶ τοῦ σοῦ νόμου διηνεκῆ τὴν με λέτην ποιούμενος.
ΕΡΜΗΝ. ΤΟΥ ΟΑʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς Σολομών." Ὅτι τῷ Σολομῶντι οὐδα 80.1429 μῶς ὁ προκείμενος
ἁρμόττει ψαλμὸς, οἶμαι καὶ Ἰουδαίους ἂν ὁμολογῆσαι τ' ἀληθῆ λέγειν ἐθέλον τας, ἤπου γε τῆς πίστεως τοὺς τροφίμους. Πρῶτον μὲν γὰρ οὔτε τῶν περάτων τῆς γῆς ἐκράτησε Σολο μών· οὔτε παρὰ τῶν ἑσπερίων καὶ ἑῴων ἐδέξατο φόρον. Ἔπειτα ἄνθρωπος ὢν, τὸν τῇ φύσει σύμμε τρον διαβιώσας χρόνον, τοῦ βίου τὸ τέλος ἐδέξατο, καὶ τοῦτο οὐκ εὐκλεές. Ὁ δὲ ψαλμὸς ἡλίου καὶ σελήνης ἀρχαιότερον δείκνυσι τὸν προφητευό μενον. Ἀκριβέστερον δὲ ταῦτα ἡ τῶν ῥητῶν ἑρμη νεία διδάξει. Καὶ ἡ ἐπιγραφὴ δὲ, οὐκ ἀνάρμοστος, ἀτεχνῶς δὲ τῷ Σωτῆρι συμβαίνουσα. Σολομὼν γὰρ εἰρηνικὸς ἑρμηνεύεται· καὶ τοῦτο σαφῶς ἡμᾶς ἡ τῶν Παραλειπομένων ἱστορία διδάσκει. Φησὶ γὰρ πρὸς τὸν ∆αβὶδ διὰ τοῦ Νάθαν ὁ Θεός· "Ὅτι Σολομὼν ὄνομα αὐτῷ, καὶ εἰρήνην δώσω ἐν ταῖς ἡμέραις αὐ τοῦ." Ταύτην δὲ τὴν προσηγορίαν καὶ ὁ ∆εσπότης ἔχει Χριστός. Καὶ βοᾷ Παῦλος, ὁ μέγας κήρυξ τῆς ἀληθείας· "Αὐτός