161
πρόεσθαι εὐχῆς συγχωρητικῆς πρὸς τοῦτο εἰς θεὸν βουλόμενος. οὐ θαυμάζεις, ὦ ἄνθρωπε τοῦ θεοῦ; οὐ πεπλήρωται τὸ προφητικόν, ὅτι ἱερεὺς καὶ προφήτης ἅμα ἐξέστησαν; τίς δῴη τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς βλεφάροις μου πηγὴν δακρύων καὶ κλαύσομαι ἐπὶ τῷ τηλικούτῳ συντρίμματι; οἱ τίμιοι καὶ ἰσόχρυσοι ἐγενήθησαν ὡς ἀγγεῖα ὀστράκινα. Ἀλλὰ τί τὰ ἄλλων κατοδύρομαι; εἰς ἐμαυτὸν ἐπιστρέψω τὸν θρῆνον. πῶς σωθῶ ἀπὸ τοῦ πονηροῦ; πῶς διαβιβάσοιμι τὸν ἐνεστῶτα ἀγῶνα ἀνίσχυρος ὤν, τῶν δυνατῶν ὀλισθησάντων; διὰ τοῦτο δέομαί σου τῆς ὁσιότητος, στῆθι κἂν αὐτὸς ὁ ἐκλεκτὸς τοῦ θεοῦ ἀκλινής, πάγιος, ἐρηρεισμένος ἐν τῇ ἀσαλεύτῳ πίστει Χριστοῦ, τῇ οἰκείᾳ στάσει στερεῶν καὶ βεβαιῶν σὺν πολλοῖς ἄλλοις, οἷς ἐστι πνεῦμα ζωτικόν, καὶ τὴν ἐμὴν χαυνότητα, φιλοῦσαν μὲν ὑπὲρ Χριστοῦ καὶ διὰ Χριστὸν παθεῖν πάντα, ἀναξιουμένην δὲ διὰ τὰ ἄμετρα ἁμαρτήματα. ἐρρωμένον σε καὶ ἰσχύοντα μετὰ θεοῦ κατὰ τῶν κατὰ θεοῦ ἡ μεγάλη χεὶρ τοῦ Κυρίου διαφυλάξειεν, τὸν ἐμὸν πατέρα καὶ δεσπότην. 231 {1Ἀθανασίῳ ἡγουμένῳ}1 Ἀδολεσχοῦντά με ἤδη ἐκ πολλοῦ χρόνου καὶ ποθοῦντα μαθεῖν τὰ τῆς ὁσιότητός σου, ἐπιστὰν τὸ θεοφιλές σου γράμμα, ὅσον εὔφρανεν καὶ ἥδυνεν τί χρὴ καὶ λέγειν; ἀπελύθην γὰρ τῆς μερίμνης καὶ ἐδόξασα τὸν ἀγαθὸν ἡμῶν θεόν, γνοὺς τὸ ὑγιές σου τῆς τε τοῦ σώματος ἕξεως καὶ τοῦ καταστήματος τῆς τιμίας σου ψυχῆς· οἵα γὰρ ἡ ἐπιστολή, ἀγάπης ἀδελφικῆς ἐπίμεστος, ἀνδρείας θεϊκῆς ἀνάπλεως, ζήλου διαπύρου κατάκαρπος, τῶν χαρισμάτων ὄντως τοῦ πνεύματος πεπληρωμένη, καὶ ταῦτα ἐν εἱρκτῇ ὄντος σου σιδηροδεσμίου, ὢ τῆς καλῆς σου ὁμολογίας, ὢ τῆς σταθηρᾶς σου καρδίας· ἐμαστιγώθης μετὰ Χριστοῦ, οὐχ ἅπαξ ἀλλὰ καὶ δίς, καὶ τετυμμένος ἐγεγήθεις καὶ τὴν ἐξορίαν εἵλου περιχαρῶς καὶ ὡς ἐντρυφήματα τὰ ὑπὲρ θεοῦ σοι βασανίσματα ἐγεγόνει. διὰ τοῦτό σε καλῶ πατέρα μου καὶ πατέρα πολλῶν, ἀθλητὴν εὐσεβείας, στῦλον καὶ ἑδραίωμα τῆς ἀληθείας καὶ ὁμολογουμένως ὁμολογητὴν Χριστοῦ, οὐχ ἕνα δίαυλον διανύσαντα ἐν τῷ δρόμῳ τῆς μαρτυρίας, εἶτα ἠτονηκότα καὶ εἰς τοὐπίσω τραπέντα, ὡς οἱ περὶ Ἰωσὴφ ὀλισθήσαντες (ἐν οἷς ἐκεῖνο ἂν λεχθείη εἰκότως· οὐδεὶς βαλὼν τὴν χεῖρα ἐπ' ἄροτρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω εὔθετός ἐστιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· οἷς μεγάλη μὲν ἡ ἀνομία, μείζων δὲ ἡ αἰσχύνη ἐν μέσῳ τοῦ κόσμου μετὰ καὶ τῆς ἀρᾶς τῆς μυλιονίτιδος τοῦ σκανδάλου), ἀλλὰ πολλοὺς καὶ καλοὺς διαμείβοντα καὶ διαμείψοντα, εὖ οἶδ' ὅτι, εὐδοκίᾳ θεοῦ ἐπὶ τέλει τῶν στεφάνων. Χαῖρε κράτιστε Ἀθανάσιε, τὸ μέγα παρὰ πᾶσιν καὶ σεβάσμιον ὄνομα, εἰκότως σοι ἐπιτεθὲν καὶ κατὰ φερωνυμίας λόγον· χαῖρε ὅρπηξ εὐστέλεχε Κυρίου, οὗ πρὸς σὲ ἡ ἀνάπαυσις. ἐν τίνι, φησί, κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου. χαίροις ἐμοὶ προσφιλέστατε καὶ τεκνοπάτωρ, τὸ μὲν διὰ τὸν πόθον, τὸ δὲ διὰ τὸ ἀξίωμα, ὁ συνεργὸς καὶ σύναθλος, εἴπερ ἔνεστιν εἰς ψήφισμα κἀμὲ τὸν ἀχρεῖον λαμβάνεσθαι· διότι οὐδὲν ἀγαθὸν κέκτημαι οὐδὲ συνεισήνεγκα τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, εἰ δὲ καὶ ἔστιν, αὐτῷ ἡ χάρις, συνυπουργούντων καὶ ὑμῶν τῇ ὁμοτροπίᾳ διὰ τῆς ἀλληλουχίας, ἵνα, καθὼς γέγραπται, ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα εὐχαριστηθῇ ὑπὲρ ὑμῶν. Αὕτη ἡ μικρά μου προσφώνησις τοῦ εὐτελοῦς. σὺ δέ, ὦ ἱερὰ κεφαλή, τῷ καλῷ σου θεμελίῳ ἐποικοδομῶν, τελείωσον σεαυτὸν οἶκον θεοῦ, μέχρις αἵματος ἑτοιμαζόμενος ἐν τῇ ὁμολογίᾳ Χριστοῦ, τὰ αὐτὰ κἀμοὶ ἀεὶ ὑπερευχόμενος, ὡς ἂν μὴ διὰ τὰς ἁμαρτίας ἀποσχισθείην τῆς ἱερᾶς ὑμῶν τριάδος μηδ' αὖ τῶν ἄλλων ἰσοκλεῶν ὑμῖν πατέρων· εἰσὶ γὰρ ἔτι οἱ μὴ κάμψαντες γόνυ τῇ Βαάλ. 232 {1Φιλίππῳ μονάζοντι}1 Τὰ συμβεβηκότα σοι, τέκνον πνευματικόν, γνωστὰ ἡμῖν ἐγένετο· τί ταῦτα; ὅτι μετὰ τὸ ὁμολογῆσαί σε ἐνώπιον θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων ἐν ὠσὶν τοῦ τε οἰκονόμου καὶ τῆς συμπαρούσης ἀδελφότητος τέκνον ἡμῶν εἶναι καὶ συναρίθμιον τοῖς ἄλλοις, ἔτυχεν κοιμηθέντος τοῦ κατὰ σάρκα σου πατρὸς ληφθῆναί