161
μικρὰς πρὸς τὸ φυλάξαι τὰ στόμια τῆς ἐρήμου. ἐν αὐτῷ δὲ τῷ καιρῷ ἦλθέ τις εὐνοῦχος δίδων τὰς ῥόγας τῶν στρατιωτῶν, καὶ ἐλθόντες οἱ Ἄραβες κατὰ τὸ ἔθος λαβεῖν τὴν ῥόγαν αὐτῶν, ὁ εὐνοῦχος ἀπεδίωξεν αὐτούς, λέγων ὅτι "ὁ δεσπότης μόγις τοῖς στρατιώταις δίδωσι ῥόγας, πόσῳ μᾶλλον τοῖς κυσὶ τού336 τοις;" θλιβέντες οὖν οἱ Ἄραβες ἀπῆλθον πρὸς τοὺς ὁμοφύλους, καὶ αὐτοὶ ὡδήγησαν αὐτοὺς ἐπὶ τὴν χώραν Γάζης στομίου οὔσης τῆς ἐρήμου κατὰ τὸ Σιναῖον ὄρος πλουσίας σφόδρα. Κόσμου ἔτη ρκδʹ. Τῆς θείας σαρκώσεως ἔτη χκδʹ. Ῥωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. κγʹ. Ἀράβων ἀρχηγὸς Ἀβουβάχαρος ἔτη γʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. κδʹ. Ἱεροσολύμων ἐπίσκοπος Μόδεστος ἔτη βʹ. βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Γεώργιος ἔτη ιδʹ. ιδʹ. Τούτῳ τῷ ἔτει ἔπεμψεν Ἀβουβάχαρος στρατηγοὺς τέσσαρας, οἳ καὶ ὁδηγηθέντες, ὡς προέφην. ὑπὸ τῶν Ἀράβων ἦλθον καὶ ἔλαβον τὴν Ἥραν καὶ πᾶσαν τὴν χώραν Γάζης. μόγις δὲ ἐλθών ποτε ἀπὸ Καισαρείας Παλαιστίνης Σέργιος σὺν στρατιώταις ὀλίγοις καὶ συμβαλὼν πόλεμον κτείνεται πρῶτος σὺν τοῖς στρατιώταις τριακοσίοις οὖσιν. καὶ πολλοὺς αἰχμαλώτους λαβόντες καὶ λάφυρα πολλὰ ὑπέστρεψαν μετὰ λαμπρᾶς νίκης. Αὐτῷ δὲ τῷ χρόνῳ σεισμὸς ἐγένετο κατὰ τὴν Παλαιστίνην· καὶ ἐφάνη σημεῖον ἐν τῷ οὐρανῷ κατὰ μεσημβρίαν, ὁ λεγόμενος δοκίτης, προμηνύων τὴν τῶν Ἀράβων ἐπικράτησιν· ἔμεινε δὲ ἡμέρας λʹ διατείνων ἀπὸ μεσημβρίας ἕως ἄρκτου. ἦν δὲ ξιφοειδής. Ἱεροσολύμων ἐπίσκοπος Σωφρόνιος ἔτη γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κῦρος ἔτη ιʹ. κδʹ. γʹ. κεʹ. αʹ. αʹ. Τούτῳ τῷ ἔτει Ἀβουβάχαρος τελευτᾷ ἀμηρεύσας ἔτη δύο ἥμισυ· καὶ παραλαμβάνει τὴν ἀρχὴν Οὔμαρος· ὃς πέμψας στρατιὰν κατὰ τῆς Ἀραβίας παραλαμβάνει Βόστραν τὴν πόλιν μετὰ καὶ ἄλλων 337 πόλεων. ἀπεδήμησαν δὲ μέχρι τοῦ Γαβιθᾶ. τούτοις συμβαλὼν Θεόδωρος, ὁ τοῦ βασιλέως Ἡρακλείου ἀδελφός, ἡττήθη καὶ πρὸς τὸν βασιλέα ἐν Ἐδέσῃ ἔρχεται. ὁ δὲ βασιλεὺς προχειρίζεται ἕτερον στρατηγόν, ὀνόματι Βαάνην, καὶ Θεόδωρον σακελλάριον μετὰ Ῥωμαϊκῆς δυνάμεως πέμπει κατὰ Ἀράβων· παραγενόμενος δὲ εἰς Ἔμεσαν συναντᾷ πλῆθος Σαρακηνῶν, καὶ ἀποκτείνας αὐτοὺς καὶ τὸν ἀμηρεύοντα αὐτῶν, τοὺς λοιποὺς ἀπελαύνει ἄχρι ∆αμασκοῦ· κἀκεῖσε παρὰ τὸν Βαρδανήσιον ποταμὸν παραφωσατεύει. Ἡράκλειος δὲ τὴν Συρίαν καταλιπὼν ὡς ἀπελπίσας, ἄρας καὶ τὰ τίμια ξύλα ἀπὸ Ἱερουσαλὴμ ἐπὶ τὴν Κωνσταντινούπολιν ἀπῄει. Βαάνην δὲ ἀπὸ ∆αμασκοῦ εἰς Ἔμεσαν στρέφει καὶ Θεόδωρον σακελλάριον ἔχοντας στρατὸν χιλιάδας μʹ, καὶ διώκουσι τοὺς Ἄραβας ἀπὸ Ἐμέσης ἕως ∆αμασκοῦ. Κόσμου ἔτη ρκʹ. Τῆς θείας σαρκώσεως ἔτη χκʹ. Ῥωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. κεʹ. Ἀράβων ἀρχηγὸς Οὔμαρος ἔτη ιβʹ. αʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. κʹ. Ἱεροσολύμων ἐπίσκοπος Σωφρόνιος ἔτη γʹ. βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κῦρος ἔτη ιʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσαν οἱ Σαρακηνοὶ τὴν Ἀραβίαν καταλιπόντες ἐπὶ τὰ μέρη ∆αμασκοῦ πλῆθος ὄντες ἄπειρον. Βαάνης δὲ μαθὼν πρὸς τὸν βασιλικὸν σακελλάριον ἀποστέλλει, ἵνα καταλάβῃ μετὰ τοῦ ἑαυτοῦ στρατοῦ εἰς βοήθειαν αὐτοῦ διὰ τὸ πλῆθος εἶναι τοὺς Ἄραβας. κατέλαβε δὲ ὁ σακελλάριος πρὸς Βαάνην, καὶ ἀπ338 άραντες ἀπὸ Ἐμέσης συναντῶσι τοῖς Ἄραψιν, καὶ συμβολῆς γενομένης τῇ πρώτῃ ἡμέρᾳ, ἥτις ἦν τρίτη τῆς ἑβδομάδος, κγʹ τοῦ Λώου μηνός, ἡττῶνται οἱ περὶ τὸν σακελλάριον. στασιάσαντες δὲ οἱ τοῦ Βαάνους Βαάνην προχειρίζονται βασιλέα καὶ Ἡράκλειον ἀπεκήρυξαν. τότε οἱ περὶ τὸν σακελλάριον ὑπεχώρησαν, καὶ οἱ Σαρακηνοὶ εὑρόντες ἄδειαν συμβάλλουσι πόλεμον. ἀνέμου δὲ πνεύσαντος κατὰ Ῥωμαίων νότου, μὴ δυνηθέντες ἀντωπῆσαι τοῖς ἐχθροῖς διὰ τὸν κονιορτὸν ἡττῶνται. καὶ ἑαυτοὺς βαλόντες εἰς τὰς στενόδους τοῦ Ἱερμουχθᾶ ποταμοῦ ἐκεῖ ἀπώλοντο ἄρδην. ἦσαν δὲ ἀμφοτέρων τῶν στρατηγῶν χιλιάδες μʹ. τότε οἱ Σαρακηνοὶ νικήσαντες λαμπρῶς ἐπὶ τὴν ∆αμασκὸν ἔρχονται καὶ ταύτην παραλαμβάνουσι καὶ τὰς χώρας τῆς Φοινίκης· καὶ οἰκίζονται ἐκεῖ, καὶ στρατεύουσι