162
οὐ πολὺ <Ἀννουβίων ἦλθε> πρὸς ἡμᾶς τὴν Σίμωνος ἡμῖν δηλῶν φυ- γὴν καὶ ὡς αὐτῆς νυκτὸς ἐπὶ Ἰουδαίαν ὥρμησεν. εὗρε δὲ τὸν πατέρα ἡμῶν κοπτόμενον καὶ μετὰ ὀδυρμῶν λέγοντα· Oἶμοι ὁ τάλας, μάγον αὐτὸν ἀκούων ἠπίστουν ὁ ταλαίπωρος· πρὸς μίαν ἡμέραν ἐπιγνωσθεὶς συμβίῳ καὶ τέκνοις ταχέως ἐπὶ τὴν προτέραν τῆς ἀγνοίας ἦλθον συμφοράν. καὶ ἡ μήτηρ ὀδυρομένη τὰς τρίχας κατέτιλλεν, ἡμεῖς δὲ περὶ τῆς τοῦ πατρὸς ἀλλοιώσεως ἀδημονοῦντες ἐστένομεν, ὅτι ποτὲ ἦν συννοῆσαι μὴ δυνάμενοι. Ἀννουβίων δὲ ταῦτα ἀκούων καὶ ὁρῶν ἀχανὴς ἔστη. ὁ δὲ Πέτρος ἡμῖν τοῖς τέκνοις ἐπὶ πάντων ἔφη· Πιστεύσατέ μοι, οὗτός ἐστι Φαῦστος ὁ πατὴρ ὑμῶν. διὸ δὴ κελεύω ὑμῖν ὡς πατρὶ προσέχειν· παρέξει γὰρ ὁ θεὸς πρόφασίν τινα, δι' ἧς τὴν Σίμωνος ἀποδυσάμενος μορφὴν τὴν τοῦ πατρὸς ὑμῶν προδήλως ἀναδείξει πάλιν. ταῦτα ἡμῖν εἰπὼν καὶ τῷ πατρὶ προσβλέψας ἔφη· Ἐγώ σοι ἐπέτρεψα προσαγορεῦσαι Ἀππίωνα καὶ Ἀννουβίωνα, ἐπει- δὴ ἐκ παίδων σοι φίλους εἶναι ὁμολογεῖς, οὐχὶ Σίμωνι τῷ μάγῳ συνο- μιλεῖν. καὶ ὁ πατήρ· Ἥμαρτον, ἔφη, ὁμολογῶ. καὶ Ἀννουβίων· Καὶ αὐτὸς ἐγώ, ἔφη, σὺν αὐτῷ δέομαί σου συγγνῶναι γέροντι εὐγενεῖ καὶ ἀγαθῷ ἠπατημένῳ· παίγνιον γὰρ γέγονεν ὁ δυστυχὴς τοῦ περιβοήτου. πλὴν ὡς γέγονε φράσω. ὁ ἀγαθὸς οὗτος γέρων ἦλθε προσαγορεύσων ἡμᾶς. ἐτυγχάνομεν δὲ αὐτῆς ὥρας κατὰ ταὐτὸν οἱ ἐκεῖ παρόντες ἀκούοντες Σίμωνος, ὃς ἀποδιδράσκειν ἤθελεν αὐτῇ νυκτί, ἀκηκοὼς ἐπιδημήσειν ποθέν τινας ἐνταῦθα τῇ Λαοδικείᾳ ἐκ προσταγῆς βασιλικῆς ζητοῦντας αὐτόν. Φαύστῳ δὲ εἰσιόντι τὸν ἴδιον θυμὸν <...> φήσας οὕτως πρὸς ἡμᾶς· Ἁλῶν αὐτὸν ἐλθόντα συμμετασχεῖν ὑμῖν ποιήσατε, ἐγὼ δὲ μύρον τι σκευάσω, ἵνα δειπνήσας καὶ ἀναλαβὼν τὸ ἴδιον χρίσας πρόσωπον τὴν ἐμὴν πᾶσιν ἔχειν δόξῃ μορφήν. ὑμεῖς δὲ βοτάνης τινὸς χυλοῖς προεναλειψάμενοι ὑπ' ἐμοῦ, οὐκ ἀπατηθήσεσθε ὑπὸ τῆς ξένης αὐτοῦ μορφῆς, πλὴν τοῖς ἄλλοις πᾶσιν ὁ Φαῦστος δόξει εἶναι Σίμων. ἐκείνου δὲ ταῦτα προλέγοντος ἔφην· Τί νῦν σοὶ ἐκ τῆς τοιαύτης μηχανῆς ἐστι κέρδος; καὶ ὁ Σίμων ἔφη· Πρῶτον μὲν συλλαβόντες αὐτὸν οἱ ἐμὲ ζητοῦντες παύσονται τῆς κατ' ἐμοῦ ζητήσεως. εἰ δὲ καὶ ὑπὸ βασιλικῆς χειρὸς ἀναιρεθείη, μέγιστον πένθος ἕξουσιν οἱ τούτου παῖδες, οἵτινες ἐμὲ καταλιπόντες προσφυγόντες τῷ Πέτρῳ συνεργοῦσι. νῦν γὰρ σοί, ὦ Πέτρε, ὁμολογῶ τὰ ἀληθῆ ὅτι ἐφο- βούμην τότ<ε τῷ Φαύ>στῳ τοῦτο μηνύειν. ἀλλ' οὐδὲ καιρὸν ἡμῖν ὁ Σίμων ἐδίδου πρὸς τὸ ἰδιάζειν, <ἵνα τις ἡ>μῶν αὐτῷ τὴν ἐκ τοῦ Σίμωνος κακὴν ἐκφάνῃ βουλήν. πλὴν ἐν μέσῃ γε νυκτὶ ἀναστὰς ὁ Σίμων τὴν ἐπὶ Ἰουδαίαν ἐποιεῖτο φυγήν, προπεμπόμενος ὑπό τε Ἀππίωνος καὶ Ἀθηνοδώ- ρου. τότε ἐγὼ δυσαρέστως ἔχειν τὸ σῶμα ὑπεκρινάμην, ὅπως μείνας μετὰ τὸ ἐκείνους πορευθῆναι εὐθὺς αὐτὸν ἐπὶ τὰ ἑαυτοῦ ἐπανελθεῖν ποιήσω, εἴ που δύναιτο παρ' ὑμῖν κρυπτόμενος λανθάνειν, μήπως ὑπὸ τῶν Σίμωνος ζητούν- των ὡς Σίμων ληφθεὶς ὑπὸ βασιλικῆς ὀργῆς ἀποθάνῃ. ἀωρίας οὖν αὐτὸν ἐξαπέστειλα πρὸς ὑμᾶς καὶ κηδόμενος αὐτοῦ νύχιος ἦλθον ὀψόμενός τε αὐτὸν καὶ τάχιον ἀπελευσόμενος, πρὶν τοὺς πέμψαντας <τὸν Σίμωνα> ἐπανελθεῖν. καὶ προσβλέψας ἡμῖν ἔφη· Ἐγὼ Ἀννουβίων τὴν τοῦ πατρὸς ὑμῶν ἀληθῆ μορφὴν ὁρῶ ἐναλειψάμενος ὑπ' αὐτοῦ τοῦ Σίμωνος ὡς προ-