1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

162

σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, ὁ τὸν ἀνθρω ποκτόνον ὄφιν δεσμώτην παραδοὺς ἡμῖν ὡς στρουθίον παι δίοις, ὃν φρίττει πάντα καὶ τρέμει ἀπὸ προσώπου δυνάμεώς σου, ὁ ·ήξας αὐτὸν ὡς ἀστραπὴν ἐξ οὐρανοῦ εἰς γῆν, οὐ τοπικῷ ·ήγματι, ἀλλὰ ἀπὸ τιμῆς εἰς ἀτιμίαν δι' ἑκούσιον αὐτοῦ κακόνοιαν· Oὗ τὸ βλέμμα ξηραίνει ἄβυσσον καὶ ἡ ἀπειλὴ τήκει ὄρη καὶ ἡ ἀλήθεια μένει εἰς τὸν αἰῶνα, ὃν αἰνεῖ τὰ νήπια καὶ εὐλογεῖ τὰ θηλάζοντα, ὃν ὑμνοῦσιν καὶ προσκυνοῦσιν ἄγγελοι· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται, ὁ ἀπειλῶν θαλάσσῃ καὶ ξηραίνων αὐτὴν καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν, οὗ νεφέλαι κονιορτὸς τῶν ποδῶν, ὁ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπ' ἐδάφους· Μονογενῆ Θεέ, μεγάλου Πατρὸς Υἱέ, ἐπιτίμησον τοῖς πονηροῖς πνεύμασιν καὶ ·ῦσαι τὰ ἔργα τῶν χειρῶν σου ἐκ τῆς τοῦ ἀλλοτρίου πνεύματος ἐνεργείας, ὅτι σοὶ δόξα, τιμὴ καὶ σέβας καὶ διὰ σοῦ τῷ σῷ Πατρὶ ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν. Ὁ διάκονος λεγέτω· Προέλθετε, οἱ ἐνεργούμενοι. Καὶ μετὰ τοῦτο προσφωνείτω· Eὔξασθε, οἱ φωτιζόμενοι. Ἐκτενῶς οἱ πιστοὶ πάντες ὑπὲρ αὐτῶν παρακαλέσωμεν, ὅπως ὁ Κύριος καταξιώσῃ αὐτούς, μυηθέντας εἰς τὸν τοῦ Χριστοῦ θάνατον, συναναστῆναι αὐτῷ καὶ μετό χους γενέσθαι τῆς βασιλείας αὐτοῦ καὶ κοινωνοὺς τῶν μυστηρίων αὐτοῦ, ἑνώσῃ καὶ συγκαταλέξῃ αὐτοὺς μετὰ τῶν σῳζομένων ἐν τῇ ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ. Ἔτι ἐκτενῶς ὑπὲρ αὐτῶν δεηθῶμεν· σῶσον καὶ ἀνάστησον αὐτοὺς ἐν τῇ σῇ χάριτι. Κατασφραγισάμενοι τῷ Θεῷ διὰ τοῦ Χριστοῦ αὐτοῦ, κλίνατε. Eὐλογείσθωσαν οὖν παρὰ τοῦ ἐπισκόπου τήνδε τὴν εὐλο γίαν· Ὁ προειπὼν διὰ τῶν ἁγίων σου προφητῶν τοῖς μυομένοις· «Λούσασθε, καθαροὶ γίνεσθε», καὶ διὰ τοῦ Χριστοῦ νομοθετήσας τὴν πνευματικὴν ἀναγέννησιν· αὐτὸς καὶ νῦν ἔπιδε ἐπὶ τοὺς βαπτιζομένους καὶ εὐλόγησον αὐτοὺς καὶ ἁγίασον, καὶ παρασκεύασον ἀξίους γενέσθαι τῆς πνευματι κῆς σου δωρεᾶς καὶ τῆς ἀληθινῆς σου υἱοθεσίας, τῶν πνευμα τικῶν σου μυστηρίων, τῆς μετὰ τῶν σῳζομένων ἐπισυναγωγῆς διὰ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν, δι' οὗ σοι δόξα, τιμὴ καὶ σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν. Καὶ λεγέτω ὁ διάκονος· Προέλθετε, οἱ φωτιζόμενοι. Καὶ μετὰ τοῦτο κηρυττέτω·