Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
καὶ ἐνθέντες τε αὐτὴν τῷ κεράμῳ, καὶ σφραγίσαντες, καθίεσαν εἰς τὴν θάλασσαν, τελετάς τινας ἐπ' αὐτῷ ποιησάμενοι· καὶ ὥς γε ἔφασκον, αὐτομάτως εἰς Βίβλον ἀπεκομί- ζετο κατὰ φανερὰς τοῦ ἔτους ἡμέρας. Ὃν δὴ καὶ ἀποδεξάμεναι γυναῖκές τινες τῆς Ἀφροδίτης φίλαι, εἶτα λαβοῦσαι τὴν ἐπιστολὴν ἐπαύοντο τοῦ θρηνεῖν, ὡς ηὑρημένου παρὰ τῆς Ἀφροδίτης τοῦ Ἀδώνιδος. ∆ιαγελᾷ τοίνυν ὁ προφητικὸς ἡμῖν λόγος, ὡς εἰδωλο- λάτρας ποτὲ καὶ ἀνοσίους, καὶ ἀπατεῶνας, καὶ θεο- μισεῖς, τοὺς κατοικοῦντας τὴν γῆν τὴν ἐπέκεινα ποταμῶν Αἰθιοπίας, καί φησιν· Ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα, καὶ ἐπιστολὰς βιβλίνας ἐπάνω τοῦ ὕδατος. Ἕπεται δὲ πάντως καὶ τούτῳ τὸ, Οὐαί· καθάπερ ἀμέλει καὶ ταῖς πτέρυξι τῶν πλοίων. Οὐαὶ γὰρ γῆς πτέρυγες πλοίων, φησίν! Οὐκοῦν ἀπὸ κοινοῦ προσεπάγεται τὸ, Οὐαὶ, τῷ ἀποστέλλοντι ἐν θαλάσσῃ ὅμηρα· τοῦτ' ἔστιν, ἐνέχυρα τῆς ὁμοψυχίας. Ὡς γὰρ Ἀφροδίτης τελοῦντες μυστήριον τοῖς ταύτην ἐν Βίβλῳ σεβομένοις, καὶ τὴν ἴσην αὐτοῖς νοσοῦσι μανίαν, ἐξέπεμπον τὰς ἐπιστολὰς, οὐ πλοίοις ἐνθέντες τοὺς διακομιστὰς, ἀλλ' οἷον ἐπάνω τοῦ ὕδατος, διὰ τὸ κεράμῳ, καθάπερ ἔφην, ἐντεθεῖσθαι ταύτας. Ἠναγκά- σμεθα δὲ μύθων ὀδωδότων καὶ γεγηρακότων, καὶ 70.444 βδελυρίας Ἑλληνικῆς ποιήσασθαι μνήμην, ὑπέρ γε τοῦ σαφηνίσαι μόνον τῶν προκειμένων τὸν νοῦν. Πορεύσονται γὰρ ἄγγελοι κοῦφοι πρὸς ἔθνος μετέω- ρον, καὶ ξένον λαὸν καὶ χαλεπόν. Τίς αὐτοῦ ἐπέκεινα; Ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον. Φθάσας ἔφην, ὅτι προσκεκρούκασι τοῖς Ἀσσυρίων βασιλεῦσιν οἱ κατοικοῦντες τὴν γῆν τὴν ἐπέκεινα ποταμῶν Αἰ- θιοπίας· ἐπείπερ αἰτοῦσιν ἐπικουρίαν τοῖς ἐξ Ἰσραὴλ, οὐ κατεπηγγέλλοντο μόνον, ἀλλὰ γὰρ καὶ πεπόμφασιν, εἰ καὶ ὤνησαν αὐτοὺς παντελῶς οὐδέν. Οἱ δὲ πρὸς τοῦτο λελυπημένοι, μετὰ τὸ πᾶσαν, ὡς ἔπος εἰπεῖν, καταδῃῶσαι τὴν Ἰουδαίαν, κεχωρήκασι κατὰ τῆς Αἰγυπτίων, εἷλόν τε ἅπασαν ἀμογητὶ, Θεοῦ διδόντος αὐτοῖς τὸ δύνασθαι κατευμεγεθεῖν τῆς τῶν ἀνθεστηκότων χειρὸς, διάτοι τὸ λελυπῆσθαι κατ' Αἰγυπτίων. Μέλλοντος τοίνυν καταστρατεύειν τῆς χώρας αὐτῶν τοῦ Βαβυλωνίου, δρομαῖοί τινες ἐβαδί- ζοντο ἐκ τῆς Ἰουδαίας, ἀπαγγέλλοντες αὐτοῖς τὴν οὐκ εἰς μακρὰν ἐσομένην ἔφοδον. Καὶ περὶ αὐτῶν φησιν ὁ προφήτης, ὅτι Πορεύσονται ἄγγελοι κοῦ- φοι, τοῦτ' ἔστι, ταχεῖς, καὶ οἱονεὶ πτηνοί τε καὶ ἐλαφροὶ, γείτονά τε καὶ ἐπὶ θύραις ἤδη γεγενημένην τὴν ἐκ τοῦ πολέμου καταμηνύοντες συμφοράν. Ἔθνος δὲ μετέωρον, καὶ ξένον λαὸν καὶ χαλεπὸν, τοὺς Αἰγυπτίους ὀνομάζει· τὸ, μετέωρον, ἀντὶ τοῦ, ὑπέροπτον, ἤτοι τὸ κοῦφον καὶ ἐλαφρὸν, καὶ ἀνούστατον· ξένον δὲ καὶ χαλεπὸν, ὡς ἐν χαλεπότητι ξενίζον, καὶ οὐκ ἔχον τινὰ τὸν ἐπέκεινα πρὸς τοῦτο. Τίς γὰρ αὐτοῦ ἐπέκεινα, φησίν, ἀντὶ τοῦ, Τίς οὕτω κοῦφος, καὶ ἀμαθὴς καὶ ἀσύνετος, καὶ ἀσυνήθη τοῖς ἄλλοις ἐπιτη- δεύων φαυλότητα, ὡς ὁ ἐν Αἰγύπτῳ λαός; Σφόδρα γὰρ ἦσαν εἰδωλολάτραι. Τοιγάρτοι καὶ ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον αὐτοὺς ὀνομάζει. Ἀνέλπιστον μὲν, διάτοι τὸ μὴ εἰδέναι τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεόν· καταπεπατημένον δὲ, ὅτι ταῖς τῶν δαιμονίων ἀπάταις πολὺ δὴ λίαν τὸν νοῦν ὑποστρώσαντες. μονονουχὶ τοῖς ἐκείνων ὑπέκειντο ποσίν· ἢ καὶ ἑτέρως ἐκδέξῃ τὸ εἰρημένον. Περιπεσόντες γὰρ ταῖς Ἀσσυρίων χερσὶν, πᾶσαν ἀποβεβλήκασιν εὐθυμίας ἐλπίδα, καταπεπάτηνται δὲ οὕτως, ὡς μηδὲ, ὅσον εἰπεῖν, ἀνασφῆλαι δύνασθαί ποτε, ὑποπεπτωκέναι τε καὶ ὑπεστρῶσθαι ταῖς τῶν νενικηκότων ποσίν. 9Νῦν οἱ ποταμοὶ τῆς γῆς πάντες, ὡς χώρα κατ- οικουμένη, κατοικηθήσεται ἡ χώρα αὐτῶν.9 Προαπαγγέλλει χρησίμως καὶ τὸν τῆς ἁλώσεως τρόπον. Ὤοντο μὲν γὰρ οἱ τὴν Αἰγυπτίων ἔχοντες γῆν, ἀνάλωτοι γεγενῆσθαι τοῖς Βαβυλωνίοις, διάτοι τὸ πᾶσαν αὐτῶν τὴν χώραν πλείστοις τε ὅσοις καὶ μέντοι καὶ μεγάλοις διεζῶσθαι ποταμοῖς, εὐρείας τε καὶ μακρὰς ἐσχηκέναι τὰς λίμνας. ∆υσέμβατοι γάρ πως, καὶ οὐκ εὐκατάδρομοι λίαν τοῖς καταδῃοῦν ἐθέ- λουσιν, αἱ τοιαίδε τῶν χωρῶν. Ἐπειδὴ δὲ Θεὸς αὐτοῖς ἐπεμήνισεν, ἕτοιμον καὶ τοῦτο τοῖς Βαβυλωνίοις ἐτί- θει. Πᾶσαν γὰρ