Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
γὰρ ὑπὸ τὸ ὄρος Σινᾶ, καταβεβηκότος ἐπ' αὐτῷ τοῦ Θεοῦ ἐν εἴδει πυρός. Εἶτα, καθὼς ἐν τῇ Ἐξόδῳ γέγραπται, ἐλάλησε Κύριος τοὺς λόγους τούτους· "Ἄκουε, Ἰσραήλ· Ἐγώ εἰμι Κύριος ὁ Θεός σου, ὁἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας." Καὶ μετ' ὀλίγα, εἶτά φησι τὸ Γράμμα τὸ ἱερόν· "Καὶ ὁ λαὸς ἅπας ἑώρακε φωνὴν, καὶ τὰς λαμπάδας τοῦ πυρὸς, καὶ τὴν φωνὴν τῆς σάλπιγγος, καὶ τὸ ὄρος καπνίζον. Καὶ ἐφοβήθησαν πᾶς ὁ λαὸς, καὶ ἀπ έστησαν μακρόθεν. Καὶ εἶπον τῷ Μωσεῖ λέγοντες· Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεὸς, ἵνα μὴ ἀποθάνωμεν." Ἀκούεις ὅπως ἀσυνήθους οὐκ ἀνέχονται φωνῆς· Οὐ φέρουσι λαλοῦντα τὸν Θεόν; Καὶ μετ' ὀλίγα, διὰ τοῦτο θαυμάζων φησὶν ὁ Ψαλμῳδὸς περὶ αὐτοῦ· "Ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου," καὶ τὰ ἑξῆς. Ἤκουσε γὰρ νομοθε τοῦντος τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἅπαξ ἀφόρητον ἦν τὸ πρᾶγμα αὐτοῖς, ἐξήτουν μεσίτην, λέγοντες τῷ μακα ρίῳ Μωσεῖ· "Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεὸς, ἵνα μὴ ἀποθάνωμεν." Εἶτα τί τὸ ἐντεῦθεν; Συνεῖδεν εὐθὺς ὁ Θεὸς καὶ Πατὴρ ὅτι χρῄ ζομεν τοῦ μεσιτεύοντος. Ἀλλ' οὐκ ἐνεδέχετο Μωσέα, θνητὸν ὄντα καθ' ἡμᾶς, μεσίτην ἀεὶ γενέσθαι Θεοῦ καὶ ἀνθρώπων· διὰ τοῦτο παραχρῆμα τὴν ἐπὶ Χριστῷ προφητείαν ἐποιεῖτο λέγων· "Προφήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σέ· καὶ θήσω τοὺς λόγους μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει κατὰ πάντα ὅσα ἂν ἐντείλωμαι αὐτῷ. Καὶ ἔσται ὃς ἂν μὴ ἀκούσῃ ὅσα ἂν λαλήσῃ ὁ προφήτης 69.1204 ἐκεῖνος ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ." Γέγονε τοίνυν ἡμῶν καὶ Θεοῦ μεσίτης ὁ Υἱός. Μεσίτης δὲ πῶς; Καθῆκεν ἑαυτὸν εἰς κένωσιν, ἔλαβε δούλου μορφὴν, συνανεστράφη τοῖς ἐπὶ τῆς γῆς ὡς ἄνθρω πος. Καὶ μετὰ πολλὰ ὁ Πατὴρ ἔφη, ὅτι Θήσω τοὺς λόγους μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς πάντα ὅσα ἂν ἐντείλωμαι αὐτῷ. Ὁ δὲ Υἱὸς ἔφη· "Ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ' ὁ πέμψας με Πατὴρ, αὐτός μοι ἐντολὴν δέδωκεν τί εἴπω καὶ τί λαλήσω." Καὶ πάλιν· "Τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν, οὐκ ἔστιν ἐμὰ, ἀλλὰ τοῦ πέμψαντός με." Λαλεῖ δὲ τὰ τοῦ Πατρὸς οὐχ ὡς διάκονος λόγων, ἀλλ' ὡς αὐτὸς ὢν ὁ Λόγος τοῦ Πατρός. ∆ιὰ τοῦτό φησιν Ἡσαΐας ὁ προφήτης περὶ αὐτοῦ, ὅτι "Παιδίον ἐγεννήθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ· καὶ καλεῖται τὸ ὄνομα αὐ τοῦ μεγάλης βουλῆς Ἄγγελος." Μεγάλη δὲ βουλὴ τοῦ Θεοῦ καὶ Πατρὸς, ἣν ἐξήγγειλεν ἡμῖν ὁ Υἱὸς, Λόγος ὢν, ὡς ἔφην, τοῦ Πατρός. Αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν. (D f. 207, E f. 169 b) Οἱ γὰρ τοῖς τῆς πλινθίας ὑπηρετοῦντες πόνοις, κοφίνῳ τὸν πηλὸν ἐμβάλλοντες φέρουσι κατὰ νώτου. Κόφινος δὲ καλεῖται καὶ μέχρι νῦν τὸ σκεῦος ἐν ᾧ ποιοῦνται τὰ βαστάγματα. Τὸν τοίνυν νῶτον αὐτῶν, φησὶν, ἀπέστησεν ἀπὸ ἄρσεων, τουτέστιν, ἠλευθέρωσε βασταγμάτων. Ἠλευθέρωσε δὲ καὶ τὰς χεῖρας τοῦ μὴ δουλεύειν ἐν τῷ κοφίνῳ. Αὕτη μὲν οὖν ὡς ἐν ὀλίγοις ἡ τῶν στίχων διάνοια, τὸ δυσχερὲς ἔχουσα παντελῶς οὐδέν. Καὶ μετὰ πολλά· Ἀλλὰ τῶν μὲν ἐλευθερουμένων σαρκικῶς διά κονος ἦν ὁ Μωσῆς· ἡμῶν δὲ τῶν κατὰ πνεῦμα μεσί της γέγονεν ὁ Χριστός· αὐτὸς γὰρ τὸν νοητὸν κατ έλυσε Φαραὼ, τουτέστιν τὸν Σατανᾶν· ἀπεσόβησεν αὐτὸν τῆς κατὰ πάντων πλεονεξίας. Αὐτὸς ἡμᾶς ἀπήλλαξεν οὐ σωματικῆς μᾶλλον, ἀλλὰ νοητῆς δου λείας. Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ. (E f. 170 b) Προσδοκηθέντες γὰρ ὅτι πάντη τε καὶ πάντως τῆς εἰς Θεὸν εὐσεβείας ἀποδώσουσι τὸν καρπὸν, ἐκ τῶν ἐναντίων γεγόνασι πονηροί. Ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς. (D f. 208 b, G f. 91 b, L f. 195 b) Ὡσεὶ καὶ ἔφασκεν· ὡσεὶ παιδίον, ἔφη, ἀρτιγενὲς καὶ βραχὺ καὶ πολλῆς δεόμενον τῆς ἐπιμελείας ἐξέθρεψε Θεὸς, ἄρτον μὲν εἰς κόρον παρατιθεὶς αὐτοῖς, τροφῇ δὲ τῇ διὰ μέλιτος ἐμπλησθῆναι παρασκευάσας οἰκειοτάτη γὰρ αὕτη νηπίοις τροφή.
ΨΑΛΜΟΣ ΠΑʹ.