1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

162

Σαδδουκαίων καὶ Ἐσσηνῶν, εὐσεβέστερον εἶναι δοκοῦν, καὶ τούτοις τὴν τῶν πραγμάτων ἐγχειρεῖ διοίκησιν ὡς θεοφιλής. καὶ ἦν ἡ μὲν ἀπόλαυσις τῆς ἀρχῆς τῶν Φαρισαίων δεσμούντων καὶ λυόντων ὡς ἤθελον, αἱ δὲ δυσχέρειαι τῆς γυναικός, καίπερ οὔσης δεινοτέρας καὶ φοβερᾶς τοῖς ἔξω. πλὴν ἦρχε τῶν 356 πολλῶν καὶ ἤρχετο ὑπ' αὐτῶν. δύο δὲ παίδων Ἀριστοβούλου καὶ Ὑρκανοῦ 356 ταύτῃ προσόντων αὐτὴ τὴν βασιλείαν Ὑρκανῷ τῷ πρεσβυτέρῳ ἐπέτρεπε περὶ τὸν θάνατον, Ἀριστοβούλῳ δὲ τῷ νεωτέρῳ τὴν ἀρχιερωσύνην. ἀλλ' οὗ τος ἀσθενούσης τῆς μητρὸς ἁρπάσας τὸν καιρὸν μετὰ πολλῶν οἰκετῶν κρατεῖ τῶν ἐρυμάτων καὶ μισθοφόρους ἐκ τούτων ἀθροίσας τοῖς χρήμασιν ἀνεῖπεν ἑαυτὸν βασιλέα. Τὸν δὲ Ὑρκανὸν οἰκτείρουσα Σαλίνα πονούμενον τὴν Ἀριστοβούλου γαμετὴν σὺν τέκνοις καθεῖρξε πρὸς τῷ βορείῳ κλίματι τοῦ ναοῦ εἰς Βαρεῖς τὸ φρούριον· καὶ ἐν τούτοις τελευτᾷ πρὶν Ἀριστόβουλον τιμωρήσασθαι περὶ τῆς καθ' Ὑρκανοῦ ἐπαναστάσεως, διοικήσασα, ὡς προείρηται, τὴν ἀρχὴν ἔτεσιν θʹ καὶ τὸν Ὑρκανὸν ταύτης κληρονόμον καταλιποῦσα. πρὸς ὃν Ἀριστόβουλος παραταξάμενος πολέμῳ νικᾷ πρὸς Ἱεριχοῦντα συμβαλών, καὶ μεταβαίνουσι πρὸς αὐτὸν οἱ πλείους τῆς Ὑρκανοῦ μοίρας. ὁ δὲ μετ' ὀλίγων φίλων τὸ λεχθὲν ἐν Ἱερουσαλὴμ πρὸς τῷ ναῷ τῆς Βάρεως φρούριον φυγὰς προκαταλαβών, κρατεῖ τὰ προσόντα τῷ Ἀριστοβούλῳ σὺν τέκνοις καὶ γυναικί· Ἀριστόβουλός τε σπεύσας φθάνει καὶ διαλύεται πρὸς Ὑρκανὸν ἐν τῷ ἱερῷ πρὸς τὸ βασιλεύειν μὲν αὐτόν, ἐπεὶ καὶ κρείττων ἐδό κει τῇ ἐντρεχείᾳ, τὸν δ' Ὑρκανόν, ὡς βασιλέως πρῶτον ἀδελφόν, τἄλλα νωθέστερον ὄντα, τῆς βασιλείας ἐκστῆναι, πάσης τιμῆς ἀπολαύοντα. κἀπὶ τούτοις περιεστῶτος τοῦ πλήθους ἀλλήλους περιπτυξάμενοι διήμειψαν τὰς οἰκίας, ὡς ὁ παρ' Ὁμήρῳ ποτὲ Γλαῦκος καὶ ∆ιομήδης, καὶ Ἀριστόβουλος μὲν εἰς τὰ βασίλεια, Ὑρκανὸς δὲ εἰς τὴν Ἀριστοβούλου ἀνεχώρησεν οἴκησιν. Ἐντεῦθεν δέος καὶ λύπη τοῖς Ὑρκανοῦ φίλοις ἐπιπίπτει παρ' ἐλπίδα κρατήσαντος Ἀριστοβούλου, καὶ μάλιστα Ἀντιπάτρῳ τινί, Ἡρώδου πατρὶ τοῦ βασιλεύσαντος ἔπειτα Ἰουδαίων, ὃς ἦν ἀλλόφυλος Ἰδουμαῖος κατὰ Ἰώσηππον, κατὰ δὲ Ἀφρικανὸν Ἀσκαλωνίτης, υἱός τινος ἱεροδούλου καλουμένου Ἡρώδου τῶν περὶ τὸν νεὼν τοῦ Ἀπόλλωνος τεταγμένων ἐν Ἀσκαλῶνι. τοῦτον Ἰδουμαῖοι λῃσταὶ τὸν Ἀντίπατρον εἶχον αἰχμαλωτίσαντες ἐν αὐτοῖς λῃστεύοντα, λαβεῖν ἐλπίζοντες ἐκ τοῦ πατρὸς αὐτοῦ Ἡρώδου λύτρα. διὰ δὲ τὸ πτωχὸν εἶναι τὸν αὐτοῦ πατέρα καὶ λύτρα δοῦναι ἀπορεῖν ἐχρόνισε συλλῃστεύων καὶ τοῖς αὐτῶν ἐντρεφόμενος ἤθεσιν. 357 Οὗτος ὕστερον Ὑρκανῷ φιλωθεὶς πλούτῳ καὶ δόξῃ τῶν πολλῶν προεῖχεν ἐντρεχείας χάριν καὶ τῆς περὶ τὰ κοινὰ πράγματα δεινότητος· ὃς ἀναπείθει τὸν Ὑρκανὸν Ἀρέτᾳ τῷ τῶν Ἀράβων προσφυγόντα βασιλεῖ τὴν Ἰουδαίωἀρχὴν ἀνακτήσασθαι. καὶ δὴ σὺν αὐτῷ νυκτὸς ἀναλαβὼν τῆς πόλεως τὸν Ὑρκανὸν ἀποδιδράσκει πρὸς Ἀρέταν ὄντα κατὰ τὴν Πέτραν πόλιν Ἀράβωνβασίλειον, καὶ πολλοῖς πείθει δώροις συμμαχήσοντα καταγαγεῖν ἐπὶ τὴν ἀδίκως ἀφαιρεθεῖσαν ἀρχήν. Τοῦ δὲ Ἀρέτα δύναμιν ἱππικὴν καὶ πεζικὴν πεντακισμυρίων ἀνδρῶν σὺν αὐτοῖς πέμψαντος, οὐκ ἐνεγκὼν Ἀριστόβουλος ἐκ πρώτης συμβολῆς εἰς Ἱεροσόλυμα φεύγει· καὶ ἦν πολιορκούμενος ὑπ' αὐτῶν. κατὰ κράτος τε ἂν ἐλήφθη λειφθείς, εἰ μὴ Σκαῦρος ἐνδημήσας τηνικαῦτα τῇ ∆αμασκῷ προσφάτως ὑπὸ Γεμέλλου καὶ ∆ολλίου Ῥωμαίων καὶ αὐτῶν ληφθείσῃ στρατηγῶν ἐπεκηρυκεύσατο πρὸς Ὑρκανὸν καὶ τοὺς Ἄραβας, ὀργὴν ἀπειλῶν αὐτοῖς Πομπηίου καὶ τῆς ὅλης συγκλήτου μὴ λύουσι τὴν κατὰ Ἀριστο βούλου πολιορκίαν, τριακοσίοις ταλάντοις ὁ Σκαῦρος τοῖς παρὰ Ἀριστο βούλου δοθεῖσι παραβλεψάμενος τὸ δίκαιον. Ἀρέτας καταπλαγεὶς ἐπὶ τὴν Ἀραβίαν ἀναχωρεῖ λύσας τὴν πολιορκίαν. Ἀριστόβουλος δὲ τοῖς περὶ τὸν Ὑρκανὸν καὶ Ἀντίπατρον συμβαλὼν περὶτὸν Παπυρῶνα κτείνει Φαλλίωνα τὸν ἀδελφὸν Ἀντιπάτρου καὶ πλείους ἢ ἑξακισχιλίους. Ἐντεῦθεν λοιπὸν τῆς Ἰουδαίων συμμαχίας