162
συμμαχίαν ἀνεχώρησεν· εἴτε δὲ τούτου ἕνεκα εἴτε καὶ ἑτέρου τινὸς, ἔμεινεν ἐν ἀδήλῳ. καὶ ὁ Κράλης δὲ τῆς αὐτῆς ἕνεκα αἰτίας οἰόμενος ἀνακεχωρηκέναι ῥῆγα, βασιλεῖ τε ὡμολόγει χάριτας πολλὰς, καὶ τοὺς στρατηγοὺς ἅμα καὶ τὴν στρατιὰν δώροις φιλοφρονησάμενος ἀξίως, χαίροντας ἀπέστειλεν εἰς τὴν οἰκείαν. καὶ ὁ βασιλεὺς τὸ ἔτος ἐκεῖνο διεχείμασεν ἐν Θεσσαλονίκῃ. κʹ. Ἅμα δὲ ἦρι ἀρχομένῳ γράμματα ἧκε βασιλεῖ ἐκ Βυζαντίου ἀγγέλλοντα, ὡς δύο τῶν παρὰ Μυσοῖς δυνατῶν, Ῥαξίνας ὁ πρωτοβεστιάριος καὶ Φίλιππος ὁ λογοθέτης, πρὸς τὴν βασιλεύουσαν αὐτῶν τοῦ Μιχαὴλ γαμετὴν, θείαν οὖσαν Κράλη τοῦ Στεφάνου, διαστασιάσαντες ἐξήλασαν τῆς ἀρχῆς· καὶ αὐτὴ μὲν φεύγουσα ἅμα τέκνοις, πρὸς Κράλην τὸν ἀδελ 1.459 φιδοῦν ἥκει. ἐκεῖνοι δὲ ἅμα καὶ τοὺς ἄλλους πείσαντες δυνατοὺς τῶν Μυσῶν, τὸν ἀδελφιδοῦν τοῦ προβεβασιλευκότος Μιχαὴλ, Ἀλέξανδρον τὸν Στρεαντζιμήρου ἀπέδειξαν βασιλέα ἑαυτῶν· ὃς ἅμα τῷ ἐγκρατὴς γενέσθαι τῆς ἀρχῆς τήν τε στρατιὰν ὅση ἦν Μυσοῖς παραλαβὼν, καὶ ἐκ Σκυθῶν κατασυμμαχίαν οὐκ ὀλίγην, ταῖς πρότερον ἐπεστράτευσε πόλεσι προσχωρησάσαις βασιλεῖ· καὶ πλὴν Μεσημβρίας τὰ μὲν τῶν ἄλλων τοῖς ὅπλοις, τὰ δὲ παρεστήσατο ὁμολογίᾳ. τοιαῦτα δὲ πυθομένῳ βασιλεῖ, οὐκέτι ἀνεκτὸν ἐδόκει μένειν ἐν Θεσσαλονίκῃ· ἀλλ' ἄρας ἐκεῖθεν, εἰς Βυζάντιον ἀφικνεῖται. καὶ πρῶτα μὲν Συναδηνὸν τὸν πρωτοστράτορα εἰς Μεσημβρίαν ἄρχοντα ἐκπέμπει· δείσας μὴ καὶ Μεσημβριανοὶ ἄχρις ἂν ἡ στρατιὰ ἀποσταῖεν παρασκευασθῇ. ἐκέλευέ τε εἰς Βυζάντιον ἀθροίζεσθαι τὴν στρατιάν· καὶ αὐτὸς παρεσκευάζετο ὡς τοῖς Μυσοῖς πολεμησείων. μεταξὺ δὲ παρασκευαζομένου, ἠγγέλλετο ἐκ τῆς ἕω, ὡς στρατιὰ Περσῶν εἴη παρεσκευασμένη ἐπιθέσθαι Νικομηδεῦσι. Νικομήδεια δὲ ὅπλοις μὲν ἀνάλωτος ἦν καὶ βίᾳ χειρῶν, τειχῶν τε καρτερωτάτων περιβολῇ καὶ τῇ ἄλλῃ τοῦ τόπου φύσει εὐφυῶς πρὸς ὀχυρότητα ἐχούσῃ· ἐδεδίει δὲ τὴν ἔνδειαν τὴν ἐκ τοῦ σίτου. ὃ δὴ καὶ οἱ βάρβαροι συνιδόντες, τῶν τειχῶν μὲν ἠμέλουν ὡς ἀναλώτων ἐσομένων ἐκ τειχομαχίας, τῆς παρόδου δὲ ἐσπούδαζον κρατῆσαι, δι' ἧς ἐτρέφετο ἡ πόλις. καὶ ὁ βασιλεὺς δὲ ὁμοίως ὅ,τι διανοοῦνται οἱ βάρβαροι σαφῶς εἰδὼς, διὰ σπουδῆς ἁπάσης τρο 1.460 φὴν παρέχειν Νικομηδεῦσιν ἐπιόντων τῶν βαρβάρων ἐποιεῖτο· ὡς εἰ τοῦτο παρείη, ῥᾷστα τὴν λοιπὴν οἰσόντων πολιορκίαν. καὶ τότε οὖν πυθόμενος ἐστρατοπεδεῦσθαι τοὺς βαρβάρους παρ' αὐτὴν, τῆς μὲν κατὰ τῶν Μυσῶν ἠμέλει εἰσβολῆς· στόλον δὲ ἐξαρτυσάμενος ἔκ τε τριήρεων καὶ φορτίδων νεῶν ἑτέρων, στρατιάν τε ἐνθέμενος καὶ σῖτον, ἔπλει ἐπὶ Νικομήδειαν. πρὶν δὲ κατᾶραι, οἱ βάρβαροι αἰσθόμενοι, σκηνὰς ἀναλαβόντες καὶ τὴν ἄλλην ἀποσκευὴν, ἀνεχώρουν εἰς τὴν οἰκείαν, δείσαντες τὴν βασιλέως ἔφοδον. Ὀρχάνης γὰρ αὐτῶν ὁ σατράπης ἔτι οὐ παρῆν. ἀπόβασιν δὲ ποιησάμενος ὁ βασιλεὺς καὶ Νικομηδέας λόγοις τε καὶ ἄλλαις φιλοφροσύναις ἐπιῤῥώσας, τόν τε σῖτον παρασχὼν, ηὐλίσατο ἐκεῖ ἐπὶ δυσὶν ἡμέραις. ἅμα δὲ ἕῳ εἰς τὴν τρίτην παντὶ τῷ στόλῳ ἐπανέπλεεν εἰς Κωνσταντίνου. καὶ διατρίψας ἐν αὐτῇ ἡμέρας οὐ πολλὰς, ἐπεὶ καὶ ἡ στρατιὰ πᾶσα ἤδη παρῆν, καὶ ὅσα ἔδει ἐπεπόριστο, ἄρας ἐκ Βυζαντίου, οὐ πολλαῖς ὕστερον ἡμέραις ἐσέβαλεν εἰς τὴν Μυσίαν καὶ ἐδῄωσέ τινα αὐτῆς· ὑπερβάς τε τὸν Αἷμον, τὰ μὲν ἄλλα πολίσματα ὅσα ἦν καὶ πρότερον ἔχων, παρεστήσατο ὁμολογίᾳ πάλιν· Ἀγχίαλος δὲ ἔτι ἐφρουρεῖτο παρὰ τῶν Μυσῶν. Ἀλέξανδρος γὰρ ὁ τῶν Μυσῶν βασιλεὺς, αἰσθόμενος τὴν βασιλέως εἰσβολὴν, ἐβοήθει κατὰ τάχος πανστρατιᾷ ἄγων τοὺς Μυσούς. καὶ ἐλθὼν ἐστρατοπεδεύσατο παρὰ τὸ Ἀετὸν, οὐ πολὺ ἀπέχων βασιλέως παρὰ τὸ Ῥωσόκαστρον ἐστρατοπεδευμένου· πλὴν ὅτι στενή τις καὶ ἀπόκροτος δίοδος τὰ στρατεύματα ἀμφότερα διεῖρ 1.461 γεν· ἣν φθάσας ὁ Ἀλέξανδρος, ἐφρούρει πεζὴν ἐπιστήσας στρατιάν. βασιλεὺς δὲ ἐπεὶ ἐπύθετο Ἀλέξανδρον ἐγγὺς ἐστρατοπεδευκέναι, ἐς τὴν ὑστεραίαν ἅμα ἕῳ ἐκέλευεν ὁπλίζεσθαι τὴν στρατιάν· καὶ ἐπειδὴ ἦσαν ὡπλισμένοι, παραλαβὼν αὐτοὺς ὡς μάχην παρατεταγμένους, ἐγγὺς τῆς διόδου ἦλθεν, ἣ παρὰ