162
ἁπάντων ἀπαιτοῦμεν αὐτοὺς λόγον· οὕτως καὶ ὁ Θεὸς ῥήματα ἡμῖν ἐμπιστεύσας, τὰ αὐτοῦ ζητήσει, καὶ τῆς δαπάνης τὸν τρόπον. Ἀδύνατον τὰ οὕτως μεγάλα καὶ θεῖα τοὺς μὴ πρότερον παρὰ τῶν εἰδότων μεμαθηκότας, ἢ αὐτοὺς εἰδέναι, ἢ ἑτέρους δύνασθαι διδάσκειν ὀρθῶς. Ἡ τοῦ διδασκάλου ἀπειρία ἀπόλλυσι τοὺς μαθητευομένους, καὶ ἡ τῶν μαθητευομένων ἀμέλεια κίνδυνον φέρει τῷ διδασκάλῳ, καὶ μάλιστα ὅταν παρὰ τὴν αὐτοῦ ἀνεπιστημοσύνην ῥᾳθυμοῖεν ἐκεῖνοι. Μὴ νομιζέτωσαν ἀνέσεως καὶ ἀπολαύσεως εἶναι πρόφασιν τὸ πρᾶγμα. Πάντων γάρ ἐστιν ἐπιπονώτερον ἄρχειν ψυχῶν. Καὶ δεῖ τοὺς ἐπὶ ταῦτα ἐρχομένους ἀλείψασθαι ὡς πρὸς ἀγῶνα ἐπίπονον εἰσβάλλοντας. Σχίζων ξύλα κινδυνεύσει ἐν αὐτοῖς, ἐὰν ἐκπέσῃ τὸ σιδήριον. Ὁ γὰρ διαιρῶν τῷ λόγῳ τὰ πράγματα, ἐὰν μὴ πανταχόθεν ἔχῃ προησφαλισμένον τὸν λόγον, κινδυνεύσει ἐν τοῖς ἀκούουσι, σκανδάλου ἀφορμὴν τῷ λόγῳ τοῖς μαθητευομένοις παρεχόμενος. Ἐκεῖνο μὴ ἀγνοήσῃς, ὅτι πολλοὶ τῶν ἐπισκόπων ἔχουσι κατακοσμῆσαι τὴν κάμινον τοῦ πυρός. Ἑκάστου ἱερέως, καὶ διδασκάλου τὸ ἔργον, ὁποῖόν ἐστιν, τὸ πῦρ δοκιμάσει τὸ αἰώνιον. Ἡ γὰρ ἡμέρα ἐκείνη τὰ πάντα ἐκκαλύψει καὶ φανεροποιήσει, διότι ἐν πυρὶ ἀποκαλυφθήσεται. Οὐκ οἶσθα, ὅτι καὶ ἐπίσκοποί ποτε ὑφίστανται ὀλέθρου καὶ πτώματος; Ἄτοπόν ἐστι διώκοντα τὰς τιμὰς, φεύγειν τοὺς πόνους δι' ὧν αἱ τιμαί. Νόμος ἔστω κατὰ τῶν τὰ σεμνὰ καὶ θεῖα μὴ σεμνῶς, καὶ θεοπρεπῶς ὁρᾷν ἀξιούντων, κόλασιν ἐπιφέρειν ἀορασίας.
ΤΙΤΛ. ΙΘʹ. -Περὶ ἐγγύης. ΤΙΤΛ. Κʹ. -Περὶ ἐπιθυμίας· καὶ ὅτι οὐ δεῖ ἡμᾶς ἐξακολουθεῖν ταῖς πονηραῖς
ἐπιθυμίαις. «Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου, οὔτε τὴν οἰκίαν, οὔτε τὸν
ἀγρὸν, οὔτε τὸν παῖδα, οὔτε τὴν παιδίσκην, οὔτε τοῦ βοὸς αὐτοῦ, οὔτε τοῦ ὑποζυγίου αὐτοῦ, οὔτε πᾶν ὅσα τῷ πλησίον σού ἐστιν.» «Ἐπεθύμησε ∆αβὶδ ἐπιθυμίαν, καὶ εἶπεν· Τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου, τοῦ ἐν Βηθλεέμ; Καὶ ἔλαβον οἱ τρεῖς δυνατοὶ, καὶ παρεγένοντο πρὸς ∆αβίδ· καὶ οὐκ ἐθέλησε πιεῖν αὐτὸ, καὶ ἔσπεισεν αὐτὸ τῷ Κυρίῳ, καὶ εἶπεν· Ἵλεώς μοι, Κύριε, τοῦ ποιῆσαι τοῦτο, εἰ αἷμα τῶν ἀνθρώπων τῶν πορευθέντων ἐν ταῖς ψυχαῖς αὐτῶν πίομαι. «∆ένδρον ζωῆς ἐπιθυμία ἀγαθή.» 95.1557 «Ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου, καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου.» «Ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.» «Ὃς ἐὰν ἴδῃ γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.» «Πᾶν τὸ ἐν τῷ κόσμῳ ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου, ἣ οὐκ ἔστιν ἐκ τοῦ Πατρὸς, ἀλλ' ἐκ τοῦ κόσμου ἐστίν.» «Παρακαλῶ ὑμᾶς ὡς παροίκους καὶ παρεπιδήμους ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες πρωτεύονται κατὰ τῆς ψυχῆς.» «Ἐγὼ ὁ δημιουργὸς ἐνέταξα τῷ πλάσματι ἐπιθυμίαν, καὶ οὐ τὸ φυσικὸν κίνημα διαβάλλω. Οὐ λέγω γάρ· Οὐκ ἐπιθυμήσεις. Οὐκ ἀνασπῶ τοῦ καλῶς φυτευθέντος τὴν ῥίζαν, ἀλλὰ τοῦ προφθαρέντος φυτοῦ τὰ νόθα πρέμνα κλαδεύω. Οὐ λέγω οὖν τὴν ἐπιθυμίαν αὐτὴν ἐξορίσαι τῆς ψυχῆς, ἀλλὰ τοῦ μαχικοῦ πάθους τὰς παραφυάδας ἔτι βλαστανούσας ἐκκόπτω. Τίς τῇ καλῇ ἀρούρᾳ ζιζάνια παρασπείρει; Σπέρμα καλὸν ἔσπειρα· πόθεν τῶν ζιζανίων ὁ ὄλεθρος; ἔκτριψον, πάτησον, ἀπόπνιξον τὸ σπέρμα τὸ πονηρὸν, καὶ οὐ πονέσεις ἁδρυνομένου τοῦ ζιζανίου. Πᾶς δὲ ὃς ἐὰν ἐμβλέψῃ γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Ὥσπερ τῷ στρουθῷ τῶν πτερῶν ὄφελος οὐδὲν ὑπὸ τῆς παγίδος ἁλόντι, ἀλλ' εἰκῆ καὶ μάτην πτερύσεται· οὕτω καὶ ἐπὶ τῶν λογισμῶν οὐδὲν ὄφελος, ἐὰν κατὰ κράτος ὑπὸ τῆς πονηρᾶς ἐπιθυμίας ἁπλῶς, ἀλλ' ὅσα ἐὰν σκιρτήσῃς, ἑάλως.