1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

 309

 310

 311

 312

 313

 314

 315

 316

 317

 318

 319

 320

 321

 322

 323

 324

 325

 326

 327

 328

 329

 330

162

ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιή σας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας." Καὶ αὐτὸς δὲ ὁ Κύριος τοῖς ἱεροῖς ἀποστό λοις φησί· "Τὴν ἐμὴν εἰρήνην δίδωμι ὑμῖν, τὴν ἐμὴν εἰρήνην ἀφίημι ὑμῖν." Τὴν αὐτοῦ τοίνυν βασι λείαν, καὶ τὴν ὑπ' αὐτοῦ κατορθωθεῖσαν εἰρήνην, καὶ τῶν ἐθνῶν τὴν σωτηρίαν, οὗτος ὁ ψαλμὸς προ θεσπίζει. Καὶ ἐπειδὴ καὶ Θεός ἐστι, καὶ ἄνθρω πος, τὸ μὲν ὢν ἀεὶ, τὸ δὲ δι' ἡμᾶς προσλαβὼν, ἀμφό τερα ἡ προφητεία διδάσκει· καί φησιν, αὐτὸν μὲν ἔχειν, ὡς Θεὸν, ἁπάντων τὴν ἐξουσίαν· λαμβά νειν δὲ ταύτην, καὶ ὡς ἄνθρωπον, παρὰ τοῦ οἰ κείου Πατρός. "Ὁ Θεὸς, τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασι λέως." Καὶ βασιλεύς ἐστι, καὶ υἱὸς βασιλέως ὁ ∆εσπότης Χριστός. ∆ιὸ καὶ βασιλέα αὐτὸν, καὶ υἱὸν βασιλέως ἡ προφητεία καλεῖ· οὕτω καὶ λέοντα αὐτὸν ὁ πατριάρχης Ἰακὼβ καὶ σκύμνον λέοντος ὀνομάζει· "Σκύμνος γὰρ λέοντος, φησὶν, Ἰούδα, ἐκ βλαστοῦ μου, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος, τίς ἐγερεῖ αὐτόν;" Οὐ γὰρ μόνον βασιλεύς ἐστιν, ἀλλὰ καὶ βασιλέως υἱός. Καὶ γὰρ ὡς Θεὸς ἐκ τοῦ παμβασιλέως ἐγεννήθη Θεοῦ, καὶ ὡς ἄνθρωπος, πρόγονον ἔχει τὸν βασιλέα ∆αβίδ. Τούτῳ ὁ προφητικὸς λόγος, ὡς ἀνθρώπῳ, δοθῆναι παρὰ τοῦ Θεοῦ τὴν δικαιοσύνην παρακαλεῖ. Εἶτα τὴν αἰτίαν διδάσκει. 80.1432 βʹ. "Κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχούς σου ἐν κρίσει." Τοὺς γὰρ πτωχείᾳ τῆς ἁμαρτίας κατεχομένους τῆς τοῦ πονηροῦ τυράν νου δουλείας ἐλευθερώσει· δικαίως αὐτῷ καὶ τοῖς ὑπ' αὐτοῦ κατεχομένοις δικάσας. γʹ. "Ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ, καὶ οἱ βουνοὶ δικαιοσύνην." Προσωποποιία ἐστὶ τὴν πάντων δεικνῦσα μεταβολήν. Οὕτω τοῦ λαοῦ τὴν ἔξοδον διηγούμενος ἔφη· "Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων." Ὁρῶμεν δὲ ὅμως καὶ τῶν ὀρῶν καὶ τῶν βουνῶν τὴν μεταβολήν· ἀντὶ γὰρ τῆς πάλαι πολιτευσαμένης ἐν αὐτοῖς ἀσε βείας, οἱ τὸν ἀγγελικὸν ἀσπασάμενοι βίον τὴν εὐαγ γελικὴν ἐν αὐτοῖς δικαιοσύνην καρποῦνται· καὶ τὰς ὑπὲρ τῶν ἀνθρώπων πρεσβείας ποιούμενοι, τὰς θείας καταλλαγὰς πραγματεύονται. δʹ. "Κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ, καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων, καὶ ταπεινώσει συκοφάν την." Εἰκότως ὁ διάβολος κέκληται συκοφάντης· τόν τε γὰρ Θεὸν ἐσυκοφάντησε, διὰ φθόνον φήσας κεκωλυκέναι τὴν τοῦ ξύλου μετάληψιν· καὶ κατὰ τοῦ Ἰὼβ ταῖς αὐταῖς ψευδολογίαις ἐχρήσατο, φήσας· "Μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν Θεόν; Ἅψαι γὰρ, φησὶ, πάντων ὧν ἔχει, ἦ μὴν εἰς πρόσωπόν σε εὐ λογήσει." Τοῦτον ἐν τῷ ὀγδόῳ ψαλμῷ ἐχθρὸν καὶ ἐκδικητὴν ὠνόμασεν, ἐνταῦθα δὲ συκοφάντην. Ἀλλὰ τοῦτον μὲν ὁ ∆εσπότης ἐταπείνωσε καὶ κατέλυσε· τοὺς δὲ ὑπ' αὐτοῦ τυραννουμένους ἐλευθερίας καὶ σωτηρίας ἠξίωσε. εʹ. "Καὶ συμπαραμενεῖ τῷ ἡλίῳ· καὶ πρὸ τῆς σελήνης γενεᾶς γενεῶν." Ὁ ταῦτα, φησὶν, ἅπαντα κατορθῶν, οὔτε ἀρχὴν ἡμερῶν, ἀποστολικῶς εἰ πεῖν, οὔτε ζωῆς τέλος ἔχει. Ἐγεννήθη μὲν γὰρ ἐκ τοῦ Πατρὸς πρὸ τῆς σελήνης γενεᾶς γενεῶν, του τέστιν, ἀπείροις τισὶ γενεαῖς προϋπάρχων τῆς κτίσεως. Ἀλλὰ καὶ "συμπαραμενεῖ τῷ ἡλίῳ·" ἀντὶ τοῦ, διαρκὲς ἕξει τὸ εἶναι· οὐκ ἐπειδὴ ὁ ἥλιος διαρκὲς ἔχει τὸ εἶναι· ἀλλ' εἰκόνα διαρκεστέ ραν οὐχ εὑρὼν, ἐπίσημον δὲ τοῦτον εἰδὼς, καὶ χρόνων καὶ ἡμερῶν ∆ημιουργὸν, τούτῳ παρέβαλε τὴν ἀπὸ σκότους εἰς φῶς τῶν πραγμάτων μεταβολήν. Ἐπειδὴ καὶ αὐτὸς ὁ ∆εσπότης Χριστὸς ἥλιος δι καιοσύνης ὠνόμασται. 80.1433 ʹ. "Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον· καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν." ∆ιὰ τούτων σα φῶς ἡμῖν τὴν ἀνθρωπείαν ὑπέδειξε γέννησιν ἀψοφητὶ γεγενημένην, καὶ λίαν ἡσύχως καὶ μυ στικῶς. Καθάπερ γὰρ πόκος δεχόμενος ὑετὸν, οὐδένα κτύπον ἀποτελεῖ, καὶ ψεκάδες εἰς γῆν δροσώδεις φε ρόμεναι, αἴσθησιν ταῖς ἀκοαῖς οὐδεμίαν παρέχουσιν· οὕτως ἡ δεσποτικὴ γεγένηται σύλληψις· οὐδὲ τοῦ συνοικοῦντος αἰσθομένου μνηστῆρος. Ὕστερον γὰρ, μετὰ τὴν κύησιν ἀτοπίαν ὑποτοπήσας τινὰ, ἠβου λήθη λάθρα ἀπολῦσαι αὐτήν· ἀλλὰ δι' ἀγγέλου μεμά θηκεν ὡς πνευματικὸς ὁ τόκος, καὶ οὐκ ἀνθρώπινος. ζʹ. "Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιο σύνη." Καὶ