162
σε εἰς προστασίαν τῶν ἐν τοῖς αὐτόθι ἀδελφῶν μεσιτείᾳ τοῦ ἀδελφοῦ Θεοδούλου καὶ τέκνου ἡμῶν, ἀποσταλέντος αὐτοῦ παρά τε τοῦ οἰκονόμου, τοῦ τε ἀντιπροσώπου μου καὶ τῶν ὑπ' αὐτῷ ἀδελφῶν, εἰς αὐτὸ τοῦτο συνεργησάντων πάντων. καί γε ἐδεξάμεθα καὶ ἡμεῖς οἱ ταπεινοὶ τὴν ψῆφον, σφραγισάμενοι ἐν Πνεύματι Ἁγίῳ τὸ γεγονός, εἶναί σε ἡγούμενον τοῦ τῇδε μοναστηρίου ὡς ὑφ' ἡμῶν αὐτῶν προβληθέντα καὶ δοθέντα εἰς κεφαλὴν τοῦ σώματος τῆς αὐτῆς ἀδελφότητος, διὰ σοῦ προσειληφότες τοὺς ἅπαντας. χαίρομεν οὖν ἐν τούτοις καὶ ἔχομέν σε ἐν τοῖς αὐτόθι ἑπόμενον καὶ μαθητιοῦντα ἡμῖν, προηγούμενον δὲ τῶν λοιπῶν ἐν Κυρίῳ. βλέπε οὖν, τέκνον, πῶς μέλλεις βιοῦν, θεοπρεπῶς καὶ κεκανονισμένως, τῇ κατὰ τὴν ἀδελφότητα ἡμῶν μιμήσει, εὐθυνόμενος εἰς πᾶσαν ἐντολὴν θεοῦ. ἐπειδὴ δὲ τὸ ζητούμενον ἄρτι ἡ τῆς ὀρθοδοξίας φυλακή, φύλαξαι, τέκνον, τῆς τῶν αἱρετικῶν κοινωνίας παντάπασιν ἀπεχόμενος, ἕτοιμος εἶναι εἰς πᾶσαν θλῖψιν καὶ στενοχωρίαν ὑπὲρ Χριστοῦ, δι' ὃν καὶ ὁ πόλεμος πανταχοῦ τοῦ διωγμοῦ. στῆθι κραταιῶς πρὸς τὰς προσβολὰς τῶν ὑπεναντίων τῆς πίστεως, μὴ πτοηθῇς, μὴ προδῷς τὸν Χριστὸν προδιδοὺς τὴν ἀλήθειαν· ἐὰν δεῖ διωχθῆναι, χαίρων διώχθητι, καλὸν τὸ συμφυγαδευθῆναι Χριστῷ· ἐὰν ἀπαιτοίη καὶ ἄλλο τι ὁ καιρός, δὸς τὸ σῶμά σου εἰς μάστιγας, τὸ αἷμα εἰς μαρτύριον Χριστοῦ, συνδιεγείρων ἐν τούτῳ καὶ τοὺς ὑπὸ χεῖρά σου τὰ αὐτὰ παθεῖν, διδάσκων, νουθετῶν, παρακαλῶν, ἀλείφων, ὁπλίζων ὡς καλὸς πρωτοστρατιώτης Χριστοῦ. ἄρεσον τῷ στρατολογήσαντί σε θεῷ εἰς τὴν καλὴν στρατείαν ταύτην, μὴ συνδεόμενος τῇ ἐπιθυμίᾳ τῶν γηίνων, ὅτι πάντα παρερχόμενα καὶ ξένα ἡμῶν, διότι πάροικοι πάντες καὶ παρεπίδημοι. ποῦ ὁ ἐνεγκών σε εἰς φῶς; οὐ παρῆλθεν; οὐ πάντα εἴασεν, ἓν μόνον ἀράμενος, τὸ φορτίον τῶν ἔργων, εἴτε καλὸν εἴτε ἄλλως; Ἐὰν οὕτω εὐθυνθῇς πολιτεύσασθαι, ἰδοὺ μετὰ σοῦ τὸ πνεῦμα τῆς ταπεινώσεώς μου. ὁμολογῶ σε μέλος μου εἶναι τίμιον, τέκνον γνήσιον ἐν μερίδι τῆς ἡμετέρας ἀδελφότητος, οἰκειότερον δὲ εἰπεῖν ἐν κλήρῳ ἁγίων. εἴληφας τὸ ποίμνιον Χριστοῦ, ἀγρύπνησον, ποίμανον, κοπίασον ὡς Ἰακὼβ τῷ παγετῷ τῆς νοητῆς νυκτὸς καὶ τῷ καύσωνι τῆς ἡμέρας, τὸ ἠσθενηκὸς ἐνισχύων, τὸ πλανώμενον ἐπιστρέφων, τὸ συντετριμμένον καταδεσμῶν, τοὺς νοητοὺς θῆρας εὐχαῖς ἀποσοβῶν, σεαυτὸν περὶ πάντα παρεχόμενος τύπον καλῶν ἔργων, ἵνα βασιλείας οὐρανῶν διὰ τῆς εὐαρέστου ποιμνιαρχίας ἄξιος ἔσῃ, προσευχόμενος ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὡς διδάσκειν ἐπιστεύθημεν ὑπὸ θεοῦ καὶ πράττοντες πορευώμεθα. ἔρρωσο, ἄνερ. 233 {1Κωνσταντίνῳ κουράτορι}1 Ἀκοὴ ἀγαθὴ τῆς τιμιότητός σου ἐλθοῦσα ἐν ὠσί μου ἔπεισέν με ἐπιστεῖλαί σοι, ἄνερ ἀγαθέ. τίς δὲ αὕτη; ὅτι μετὰ τῆς ἄλλης σου ἀρετῆς, ἧς ἔσχες ἀπὸ χάριτος θεοῦ, ἔτι ἔχεσαι ἀκακίας, φυλάττων τὴν ὀρθόδοξον πίστιν ὡς θησαυρὸν ἐν τῷ ταμιείῳ τῆς τιμίας σου ψυχῆς καὶ ἀφιστάμενος τῆς κοινωνίας τῶν αἱρετικῶν. χάριν πολλὴν ἔσχον ἐν τούτῳ τῷ θεῷ μου, ὅτι λαϊκοὶ ἴσα μονάζουσιν ἀγωνίζονται εὐαρεστεῖν Κυρίῳ, φεύγοντες τὸν βόθρον τῆς αἱρέσεως· βόθρος γάρ ἐστιν ὡς ἀληθῶς, ἀδελφέ, καὶ παγὶς διαβόλου, καὶ ἡ κοινωνία αὐτῶν διίστησι τοῦ Χριστοῦ τὸν ἁλῶντα καὶ μακρὰν τῆς ποίμνης Κυρίου ἀποφέρει. ὡς γὰρ τὸ φῶς ἀπὸ τοῦ σκότους κεχώρισται, οὕτως καὶ ἡ ὀρθόδοξος μετάληψις τῆς αἱρετικῆς κοινωνίας· ἡ μὲν γὰρ φωτίζει, ἡ δὲ σκοτίζει, καὶ ἡ μὲν ἑνοῖ τῷ Χριστῷ, ἡ δὲ τῷ διαβόλῳ, καὶ ἡ μὲν ζωοποιεῖ τὴν ψυχήν, ἡ δὲ θανατοῖ. Καλῶς οὖν ποιεῖς, ἐπὶ τὴν πηγὴν τῆς ζωῆς τρέχων καὶ οὐκ ἀρυόμενος τοῦ θανασίμου ποτηρίου τῆς ἀσεβείας, ἧς τὸ τέλος ὄλεθρος αἰώνιος. μακαρίζω σε πάνυ· ἀλλὰ βλέπε ἵνα καθὼς ἐνήρξω καὶ τελειώσῃς ἐν τῇ δυνάμει Χριστοῦ, τοῦ ἔχοντός σε προσλαβέσθαι εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν διὰ τοῦ ἀγαθοῦ τέλους. προσεύχου περὶ ἡμῶν τῶν ἁμαρτωλῶν, ἀδελφὲ ὁμόπιστε. 234 {1Σισόῃ ἐπισκόπῳ}1 Ἤινεσα τὸν θεὸν ἡμῶν τὸν ἀγαθόν, ἐντυχὼν τοῖς γράμμασι τῆς ἁγιωσύνης σου, ἠγαπημένον μου τέκνον καὶ ἀδελφὲ καὶ