162
κατ' Αἰγύπτου. μαθὼν δὲ Κῦρος, ὁ τῆς Ἀλεξανδρείας ἐπίσκοπος, τὴν τούτων ὁρμὴν ἐσπούδασεν, καὶ φοβούμενος τὴν πλεονεξίαν αὐτῶν πάκτα στοιχήσας ὑπισχνεῖται ὅτι ιβʹ μυριάδας δηναρίων κατ' ἔτος παρέξει αὐτοῖς ἡ Αἴγυπτος καὶ χρυσίον διὰ τὰς ὁρισθείσας ἐνοχὰς πέμψει. καὶ ταῦτα παρασχὼν διὰ τριῶν ἐτῶν ἀμέτοχον ἔστησε τῆς ὀλέθρου τὴν Αἴγυπτον. κατηγορεῖται δὲ ὁ Κῦρος ἐπὶ τοῦ βασιλέως, ὡς τὸ χρυσίον τῆς Αἰγύπτου τοῖς Σαρακηνοῖς δούς· καὶ ἀποστείλας μετ' ὀργῆς τοῦτον μετεπέμψατο, Μανουὴλ δέ τινα Ἀρμένιον τῷ γένει ἐκπέμπει αὐγουστάλιον. πληρωθέντος δὲ τοῦ χρόνου, οἱ τῶν Σαρακηνῶν πράκτορες παρεγένοντο λαβεῖν τὸ χρυσίον. ὁ δὲ Μανουὴλ ἀπράκτους αὐτοὺς ἐξελαύνει λέγων, ὅτι "οὔκ εἰμι ἐγὼ Κῦρος ὁ ἄοπλος, ἵνα τέλη ὑμῖν παράσχω, ἀλλ' ἐγὼ ἔνοπλός εἰμι." τούτων δὲ ἀπελθόντων, εὐθέως ὁπλίζονται οἱ Σαρακηνοὶ κατ' Αἰγύπτου καὶ συνάψαντες κατὰ Μανουὴλ πόλεμον ἀπελαύνουσι τοῦτον, αὐτὸς δὲ μετ' ὀλίγων τινῶν εἰς Ἀλεξάνδρειαν διασώζεται. τότε οἱ Σαρακηνοὶ ἐφορολόγησαν τὴν Αἴγυπτον. ἀκούσας δὲ Ἡράκλειος τὰ πραχθέντα ἀποστέλλει Κῦρον πρὸς τὸ πεῖσαι αὐτοὺς ἀναχωρῆσαι τῆς Αἰγύπτου τῷ πρώτῳ στοιχήματι· καὶ ἀπελθὼν ὁ Κῦρος εἰς τὴν παρεμβολὴν τῶν Σαρακηνῶν ὑπεραπελογεῖτο ὡς ἀναίτιος ὢν τῆς παραβάσεως, καὶ εἰ βούλοιντο τὴν προτέραν συμφωνίαν ὅρκοις βεβαιῶσαι. πρὸς 339 τούτοις οἱ Σαρακηνοὶ οὐκ ἐπείσθησαν λέγοντες τῷ ἐπισκόπῳ· "δύνῃ τοῦτον τὸν παμμεγέθη στύλον καταπιεῖν;" ὁ δὲ εἶπεν· "οὐκ ἐνδέχεται." ἔφησαν δέ· "οὐδὲ ἡμῖν ἐνδέχεται ἀναχωρῆσαι τῆς Αἰγύπτου ἔτι." Κόσμου ἔτη ρκζʹ. Τῆς θείας σαρκώσεως ἔτη χκζʹ. Ῥωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. κʹ. Ἀράβων ἀρχηγὸς Οὔμαρος ἔτη ιβʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. κζʹ. Ἱεροσολύμων ἐπίσκοπος Σωφρόνιος ἔτη γʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κῦρος ἔτη ιʹ. γʹ. Τούτῳ τῷ ἔτει. ἐπεστράτευσεν Οὔμαρος κατὰ Παλαιστίνης, καὶ παρακαθίσας τὴν ἁγίαν πόλιν διετῆ χρόνον παρέλαβεν αὐτὴν λόγῳ· Σωφρόνιος γάρ, ὁ Ἱεροσολύμων ἀρχιερεύς, λόγον ἔλαβε πάσης Παλαιστίνης ἀσφαλείας. εἰσελθὼν δὲ Οὔμαρος εἰς τὴν ἁγίαν πόλιν τριχίνοις ἐκ καμήλων ἐνδύμασιν ἠμφιεσμένος ἐρρυπωμένοις ὑπόκρισίν τε σατανικὴν ἐνδεικνύμενος τὸν ναὸν ἐζήτησε τῶν Ἰουδαίων, ὃν ᾠκοδόμησε Σολομών, προσκυνητήριον αὐτὸν ποιῆσαι τῆς αὐτοῦ βλασφημίας. τοῦτον ἰδὼν Σωφρόνιος ἔφη· "ἐπ' ἀληθείας τοῦτό ἐστι τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ ∆ανιὴλ τοῦ προφήτου ἑστὸς ἐν τόπῳ ἁγίῳ." πολλοῖς τε δάκρυσι τὸ Χριστιανῶν φῦλον ἀπωδύρετο τῆς εὐσεβείας ὁ πρόμαχος. ὄντος δὲ αὐτοῦ ἐν τοῖς ἐκεῖσε, παρεκάλεσεν αὐτὸν ὁ πατριάρχης δέξασθαι παρ' αὐτοῦ σινδόνιον σὺν ἐνδύματι ἐνδύσασθαι. ὁ δὲ οὐκ ἠνέσχετο ἐνδύσασθαι αὐτά. μόγις οὖν ἔπεισε φορέσαι, ἕως οὗ ἐπλύθησαν τὰ ἱμάτια αὐτοῦ, καὶ πάλιν ἀπέστρεψεν αὐτὰ τῷ Σωφρονίῳ καὶ ἐφόρεσε τὰ ἴδια. ἐν τούτοις ἀπεβίω Σωφρόνιος, ὁ λόγῳ καὶ πράξει τὴν Ἱεροσολύμων κατακοσμήσας ἐκκλησίαν καὶ κατὰ τῆς Ἡρακλείου καὶ τῶν σὺν αὐτῷ Μονοθελητῶν κακοδοξίας ἀγωνισάμενος Σεργίου καὶ Πύρρου. Τῷ δ' αὐτῷ ἔτει ἀπολύει Οὔμαρος τὸν Ἰὰδ εἰς Συρίαν, καὶ ὑπέταξε πᾶσαν τὴν Συρίαν τοῖς Σαρακηνοῖς. 340 κζʹ. γʹ. κηʹ. δʹ. Τούτῳ τῷ ἔτει ἦλθεν Ἰωάννης, ὁ ἐπίκλην Καταίας, ὁ ἐπίτροπος Ὀσροηνῆς πρὸς Ἰὰδ εἰς Χαλκίδα, καὶ ἐστοίχησε δοῦναι αὐτῷ κατ' ἐνιαυτὸν δέκα μυριάδας νομισμάτων, τοῦ μὴ περᾶσαι τὸν Εὐφράτην, μήτε εἰρηνικῶς, μήτε πολεμικῶς, ἕως οὗ τὴν ποσότητα τοῦ χρυσίου ἀποδίδωσιν. ἐπὶ τούτοις Ἰωάννης εἰς Ἔδεσαν ἀνέστρεψε καὶ τὸν ἐνιαύσιον φόρον ἀνύσας πρὸς Ἰὰδ ἐκπέμπει. Ἡράκλειος δὲ τοῦτο ἀκούσας ὑπαίτιον ἔκρινε τὸν Ἰωάννην ὡς ἄνευ τῆς βασιλικῆς εἰδήσεως τοῦτο πεποιηκότα, καὶ τοῦτον μεταπεμψάμενος ἐξορίᾳ κατέκρινεν. ἀντ' αὐτοῦ δὲ ἐκπέμπει Πτολεμαῖόν τινα στρατηλάτην. κηʹ. δʹ. κθʹ. εʹ. Τούτῳ τῷ ἔτει παρέλαβον οἱ Ἄραβες τὴν Ἀντιόχειαν. καὶἐπέμφθη Μαυΐας ὑπὸ Οὐμάρου στρατηγὸς καὶ ἀμηρᾶς πάσης τῆς ὑπὸ τοὺς Σαρακηνοὺς χώρας ἀπὸ Αἰγύπτου ἕως Εὐφράτου. Κόσμου ἔτη ρλʹ. Τῆς