1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

163

διηγησάμην, ἵνα τοῖς ἐμοῖς ὀφθαλμοῖς ἡ ἀληθὴς Φαύστου φαίνηται μορφή. ἐκπεπληγμένος οὖν σφόδρα θαυμάζω τὴν Σίμωνος μαγείαν, ὅτι ἑστῶτες τὸν ὑμέτερον οὐ γνωρίζετε πατέρα. κλαιόντων δὲ τοῦ τε πατρὸς καὶ τῆς μητρὸς καὶ ἡμῶν αὐτῶν, ἐπὶ τῇ κοινῇ πάντων ἡμῶν συμφορᾷ συμπαθήσας καὶ ὁ Ἀννουβίων ἐδάκρυσε. τότε καὶ ὁ Πέτρος τῆς τοῦ πατρὸς μορφῆς τὴν ἀποκατάστασιν ἡμῖν ἐπηγγείλατο εἰπὼν πρὸς αὐτόν· Ἤκουσας, ὦ Φαῦ- στε, τὰ καθ' ἡμᾶς. ὅταν οὖν ἡμῖν χρήσιμος ἡ περικειμένη σοι πλάνος μορφὴ γένηται καὶ ὑπουργήσῃς ἡμῖν πρὸς ἃ κελεύομεν, τότε κἀγώ σοι τὴν ἀληθινήν σου μορφὴν ἀποδώσω πρότερον ποιήσαντι τὰ παρ' ἐμοῦ σοι λεγόμενα. τοῦ δὲ πατρὸς εἰπόντος· Πᾶν ὅτι ἄν μοι δυνατὸν ᾖ, προθυμότατον ποιήσω, μόνον τὴν ἐμὴν τοῖς ἐμοῖς ἀπόδος μορφήν, ὁ Πέτρος ἀπεκρίνατο· Aὐτὸς ἰδίοις ὠσὶν ἀκήκοας τῶν προόδων μου ἀπὸ Ἀντιοχείας ἐληλυθότων καὶ εἰπόν- των ὡς ἐκεῖ γεγονὼς ὁ Σίμων ἰσχυρῶς τοὺς ὄχλους κατ' ἐμοῦ παρώξυνε, μάγον καὶ μιαιφόνον πλάνον τε καὶ γόητα ἀποκαλῶν, ἐπὶ τοσοῦτον ὡς γλίχεσθαι πάντας τοὺς ἐκεῖ τῶν ἐμῶν ἀπογεύσασθαι σαρκῶν. ποιήσεις οὖν ὡς ἐγὼ λέγω, καταλιπὼν Κλήμεντα παρ' ἐμοὶ καὶ προαγαγὼν ἡμᾶς εἰς Ἀντιόχειαν μετὰ τῆς συμβίου σου, ἔτι δὲ Φαυστίνου καὶ Φαυστινιανοῦ τῶν υἱῶν σου. συνέσονται δέ σοι καὶ ἄλλοι τινές, οὓς ἐγὼ κρίνω δυνατοὺς ὑπουρ- γῆσαι τῷ ἐμῷ θελήματι. μετὰ τούτων ἐν τῇ Ἀντιοχείᾳ γενόμενος ἐν ὅσῳ ὡς Σίμων φαίνῃ, δημοσίᾳ κήρυξον τὴν σεαυτοῦ μετάνοιαν <λέ- γων·> Ἐγὼ Σίμων ταῦτα ὑμῖν κηρύσσω. ὁμολογῶ ἀδίκως καταψεύσασθαι Πέτρου· οὐκ ἔστι πλάνος, οὐ μιαιφόνος, οὐ γόης οὐδὲ ὅσα ποτὲ φαῦλα περὶ αὐτοῦ λέγων ἔφθανον ὑπὸ θυμοῦ ἐλαυνόμενος. δέομαι ὑμῶν αὐτὸς ἐγὼ ὁ τοῦ πρὸς ὑμᾶς μίσους αἴτιος αὐτῷ γεγονώς, παύσασθε μισοῦντες αὐτόν· τοῦ γὰρ ὑπὸ θεοῦ πρὸς σωτηρίαν κόσμου ἀπεσταλμένου ἀληθοῦς προ- φήτου ἀληθής ἐστιν ἀπόστολος. διὸ καὶ αὐτὸς συμβουλεύω αὐτῷ ὑμᾶς πείθεσθαι περὶ ὧν κηρύσσει, ἐπεὶ πᾶσα ὑμῶν ἡ πόλις ἄρδην ἀπολεῖται. δι' ἣν δὲ αἰτίαν ὑμῖν ταῦτα ὡμολόγησα, εἰδέναι ὑμᾶς θέλω. ταύτης τῆς νυκτὸς ἄγγελοί με τοῦ θεοῦ τὸν ἀσεβῆ ὡς ἐχθρὸν ὄντα τῷ τῆς ἀληθείας κήρυκι δεινῶς ἐμαστίγουν. παρακαλῶ οὖν, μηδ' ἂν αὐτὸς ἐγὼ ἄλλοτε ἐπελθὼν κατὰ Πέτρου ἐπιχειρῶ λέγειν, μὴ ἀποδέξησθέ με. ἐξομολογοῦμαι γὰρ ὑμῖν· Ἐγὼ μάγος, ἐγὼ πλάνος, ἐγὼ γόης, ἀλλὰ μετανοῶ· ἔξεστι γὰρ ἴσως μετανοίᾳ ἀπολῦσαι τὰ προπεπραγμένα μοι ἁμαρτήματα. ταῦτα τοῦ Πέτρου ὑποτιθεμένου· Oἶδα, ἔφη ὁ πατήρ, ὅτι βούλει· διὸ μὴ κάμνε. ἐμοὶ γὰρ οὐχ ἧττον μελήσει ἐκεῖσε ἐλθόντι διαλεχθῆναι ἃ χρὴ περὶ σοῦ διαλέγεσθαι. καὶ ὁ Πέτρος πάλιν ὑπετίθετο· Ὅταν οὖν νοήσῃς τὴν πόλιν μεταβαλομένην τοῦ μίσους, ἐπιθυμοῦσαν δὲ ἰδεῖν ἡμᾶς, πέμψας δήλωσόν μοι, καὶ αὐτόθι ἐπικαταληψόμεθά σε. γενόμενος δὲ ἐκεῖ αὐθήμερον τὴν ἀλλοτρίαν σου μορφὴν ἀπελάσας τὴν σὴν τοῖς σοῖς καὶ πᾶσι τοῖς ἄλλοις ἀπλανῶς φαίνεσθαι ποιήσω. ταῦτα εἰπὼν συνεῖναι αὐτῷ τοὺς υἱούς, ἀδελ- φοὺς δὲ ἐμούς, ἐποίησε καὶ Ματτιδίαν τὴν μητέρα ἡμῶν καὶ τῶν γνησιω- τέρων τινὰς συναπέρχεσθαι ἐκέλευσεν. ἡ δὲ μήτηρ συναπελθεῖν αὐτῷ ὀκνη- ρῶς εἶχεν· Μοιχὰς γὰρ εἶναι δοκῶ τῇ Σίμωνος συνοῦσα μορφῇ. εἰ δ' ἄρα συναπέρχεσθαι αὐτῷ ἀναγκασθήσομαι, ἀδύνατον ἐπὶ τῆς αὐτῆς κλίνης