163
Eὔξασθε, οἱ ἐν τῇ μετανοίᾳ. Ἐκτενῶς πάντες ὑπὲρ τῶν ἐν μετανοίᾳ ἀδελφῶν ἡμῶν παρακαλέσωμεν, ὅπως ὁ φιλοικτίρ μων Θεὸς ὑποδείξῃ αὐτοῖς ὁδὸν μετανοίας, προσδέξηται αὐτῶν τὴν παλινῳδίαν καὶ τὴν ἐξομολόγησιν, καὶ συντρίψῃ τὸν σατα νᾶν ὑπὸ τοὺς πόδας αὐτῶν ἐν τάχει καὶ λυτρώσηται αὐτοὺς ἀπὸ τῆς παγίδος τοῦ διαβόλου καὶ τῆς ἐπηρείας τῶν δαιμό νων, καὶ ἐξέληται αὐτοὺς ἀπὸ παντὸς ἀθεμίτου λόγου καὶ πάσης ἀτόπου πράξεως καὶ πονηρᾶς ἐννοίας· Συγχωρήσῃ δὲ αὐτοῖς πάντα τὰ παραπτώματα αὐτῶν, τά τε ἑκούσια καὶ τὰ ἀκούσια καὶ ἐξαλείψῃ τὸ κατ' αὐτῶν χειρόγραφον καὶ ἐγγράψηται αὐτοὺς ἐν βίβλῳ ζωῆς, καθάρῃ δὲ αὐτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος καὶ ἑνώσῃ αὐτοὺς ἀποκαταστήσας εἰς τὴν ἁγίαν αὐτοῦ ποίμνην. Ὅτι αὐτὸς γινώσκει τὸ πλάσμα ἡμῶν, ὅτι τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν, ἢ τίς παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας; Πάντες γάρ ἐσμεν ἐν ἐπιτιμίοις. Ἔτι ὑπὲρ αὐτῶν ἐκτενέστερον δεηθῶμεν, ὅτι χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἀμαρτωλῷ μετανοοῦντι, ὅπως ἀποστρα φέντες πᾶν ἔργον ἀθέμιτον προσοικειωθῶσιν πάσῃ πράξει ἀγαθῇ, ἵνα ὁ φιλάνθρωπος Θεὸς ᾗ τάχος εὐμενῶς προσδεξά μενος αὐτῶν τὰς λιτάς, ἀποκαταστήσῃ αὐτοὺς εἰς τὴν προτέραν ἀξίαν καὶ ἀποδώσῃ αὐτοῖς τὴν ἀγαλλίασιν τοῦ σωτηρίου καὶ πνεύματι ἡγεμονικῷ στηρίξῃ αὐτούς, ἵνα μηκέτι σαλευθῶσιν τὰ διαβήματα αὐτῶν, ἀλλὰ καταξιωθῶσιν κοινωνοὶ γενέσθαι τῶν ἁγίων αὐτοῦ ἱερῶν καὶ μέτοχοι τῶν θείων μυστηρίων, ἵνα ἄξιοι ἀποφανθέντες τῆς υἱοθεσίας τύχωσιν τῆς αἰωνίου ζωῆς. Ἔτι ἐκτενῶς ὑπὲρ αὐτῶν πάντες εἴπωμεν· Κύριε ἐλέησον· σῶσον αὐτούς, ὁ Θεός, καὶ ἀνάστησον τῷ ἐλέει σου. Ἀναστάντες τῷ Θεῷ διὰ τοῦ Χριστοῦ αὐτοῦ κλίνατε καὶ εὐλογεῖσθε. Ἐπευχέσθω οὖν ὁ ἐπίσκοπος τοιάδε τινά· Παντοκράτορ Θεὲ αἰώνιε, δέσποτα τῶν ὅλων, κτίστα καὶ πρύτανι τῶν ὄντων, ὁ τὸν ἄνθρωπον κόσμου κόσμον ἀναδείξας διὰ Χριστοῦ καὶ νόμον δοὺς αὐτῷ ἔμφυτον καὶ γραπτὸν πρὸς τὸ ζῆν αὐτὸν ἐνθέσμως ὡς λογικόν, καὶ ἁμαρτόντι ὑποθήκην δοὺς πρὸς μετάνοιαν τὴν σαυ τοῦ ἀγαθότητα· ἔπιδε ἐπὶ τοὺς κεκλικότας σοι αὐχένα ψυχῆς καὶ σώματος, ὅτι οὐ βούλει τὸν θάνατον τοῦ ἁμαρ τωλοῦ, ἀλλὰ τὴν μετάνοιαν, ὥστε ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ζῆν. Ὁ Νινευιτῶν προσδεξάμενος τὴν μετάνοιαν, ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ὁ τὸν υἱὸν προσδεξάμενος τὸν καταφαγόντα τὸν βίον αὐτοῦ ἀσώτως