Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν. (D f. 208 b, F f. 135) Καὶ Θεὸν μὲν ἐν τούτοις ἀναμφιλόγως τὸν Σωτῆρα καλεῖ, Θεὸν ἀληθινὸν, οὐ νόθον, οὐ ψευδώνυμον, ἀλλ' οὐδὲ ἐν χάριτος μέρει παρ' ἑτέρου λαχόντα τὴν κλῆσιν, ἀλλ' ὄντα τοῦτον κατὰ φύσιν καὶ ἀληθῶς ὅπερ ἦν, ὃ καὶ λέγεται. 69.1205 Θεοὺς δὲ πάλιν φησὶν τοὺς οὐκ ὅντας μὲν τοῦτο κατὰ ἀλήθειαν, ὠνομασμένους δὲ οὕτω κατὰ χάριν· ὧν καὶ ὁ πάνσοφος Παῦλος διαμνημονεύει λέγων· "Καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοὶ καὶ κύριοι πολλοὶ ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς ἐξ αὐτοῦ· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὖ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ." Εἰσὶν οὖν ἄρα τινὲς κατὰ χάριν ὠνο μασμένοι θεοί. Καὶ γοῦν εἴρηται καὶ πρὸς ἡμᾶς διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· "Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες." Θεὸς οὖν ὑπάρχων ἀλη θινὸς, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἔστη ἐν συν αγωγῇ θεῶν. Καὶ ποίων ἄρα θεῶν; Τῶν διὰ τῆς ἱερωσύνης ἀξίωμα τῇ τοῦ Θεοῦ κλήσει τετιμημένων. Οὕτω γὰρ αὐτοὺς καὶ ὁ Παῦλος ὀνομάζει λέγων· "Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς." [Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου. Ἐπειδὴ γὰρ υἱοὶ γεγόναμεν αὐτοῦ, ἅτε τὸν φύ σει καὶ ἀληθῆ Υἱὸν λαβόντες εἰς νοῦν διὰ τοῦ ἁγίου Πνεύματος, διὰ τοῦτο καὶ τετιμήμεθα τῇ κλήσει καὶ ὠνομάσθημεν θεοὶ, καίτοι κατὰ φύσιν οὐκ ὄντες τοῦ το, ἀλλὰ τιμῆς ἕνεκα καὶ δόξης. Πλὴν εἰ καὶ λεγό μεθα θεοὶ, ἀλλ' εἷς ἐστι φύσει καὶ ἀληθῶς, καὶ ἐπά νω πάντων· ἡμεῖς δὲ κατὰ μέθεξιν, ὡς ἔφην.]
ΨΑΛΜΟΣ ΠΒʹ.
[Ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν. Ἰδοὺ ἕτερον εἶδος τῆς πρὸς Θεὸν ἔχθρας ὁ
Προφή της ἐξέθετο. Οἱ γὰρ τῷ λαῷ τοῦ Θεοῦ καὶ τοῖς ἁγίοις ἐχθραίνοντες, πρὸς αὐτὸν ἂν αἱροῦνται πόλεμον· οὗπερ ἐκεῖνοι δοῦλοι καὶ οἰκεῖοι φίλοι τυγχάνουσιν.] [Καὶ τίς κατὰ Θεοῦ βουλεύσασθαί τι ἢ διαθέσθαι ἢ καὶ ὅλως φαντασθῆναι, τοῦ μὴ μόνον ὄψεσιν, ἀλλὰ καὶ λογισμοῖς ἀπροσίτου δυνήσεται; Ἀλλ' ἑαυτῷ τὰ τῶν εἰς αὐτοὺς πεποιθότων λογίζεται· καὶ τούτου χάριν αἱ κατ' ἐκείνων ἐπιβουλαὶ κατ' αὐτοῦ τοῦ Θεοῦ, ὡς πατρὸς τῶν ἐπιβουλευομένων καὶ προστά του καὶ κηδεμόνος λέγονται. -Τίνες δὲ οἱ τὰς ἐπι βουλὰς ἐργαζόμενοι;] Οἱ μισοῦντές σε ἦραν κεφαλήν. (B f. 349 b, C f. 178 b, F f. 136, G f. 95, H f. 331 b, L f. 196 b) Πάλιν ὡς ἐπὶ ὄφεων καὶ ἀσπί δων φησὶ τὸ "Ἦραν κεφαλήν." Ὥσπερ γὰρ οἱ ὄφεις δάκνοντες αἴρουσιν ἠρέμα τὴν κεφαλὴν καὶ ἀνακουφίζουσι τῆς γῆς, οὕτω καὶ οἱ μαχόμενοι τῇ δόξῃ Χριστοῦ ἐπαίρουσιν ἠρέμα τὴν κεφαλήν· ἀλλὰ πίπτουσι παραχρῆμα· πλήττονται γὰρ παρ' αὐτοῦ, ὅτι αὐτός ἐστιν ὁ συντρίβων τὰς κεφαλὰς τῶν δρα κόντων. Τὰ σκηνώματα τῶν Ἰδουμαίων, καὶ οἱ Ἰσμαηλῖται, κ.τ.λ. (B f. 549 b, G f. 93 b, H f. 332 b) Ἔθνη δὲ ταῦ 69.1208 τα βάρβαρα καὶ πολέμια τῷ κατὰ σάρκα Ἰσραὴλ, ἀλλόφυλοι διαφερόντως ἐκλήθησαν. Ἀλλ' ἔσωζε μὲν κἀκείνους τὸ τηνικαῦτα δὲ Θεὸς, ἀπράκτους τὰς τῶν ἐθνῶν ἀποφαίνων ἐφόδους. Καὶ Ἀσσοὺρ συμπαρεγένετο μετ' αὐτῶν. (G f. 93 b) Εἰς αὐτὴν ἁμαρτάνει τὴν γνῶσιν, ὁ τὸν πεφυκότα νοῦν ὁρᾷν τὴν γνῶσιν ἁμαρτάνειν [cod. ἁμαρτάνων] ἀναγκάζει. Οἱ δὲ τὸν κατὰ σοῦ πόλεμον ἀναδεξάμενοί εἰσιν Γεβὰλ, ἔτι καὶ Ἀσσοὺρ, καὶ ἑξῆς.
ΨΑΛΜΟΣ ΠΓ.
Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου. (E f. 173 b) Αἰώνια καὶ ἐπουράνια ταῦτα τὰ
σκη νώματα λέγει. [Ἐπειδὴ δὲ χάριτι καὶ φιλανθρωπίᾳ τοῦ πάντας οἰκτείροντος Θεοῦ κέκληνται παρὰ Χριστοῦ, καὶ τὸν τῆς διανοίας ἀνοίξαντες ὀφθαλμὸν