1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

163

Ὑρκανὸς ἀφαιρεθεὶς ἅμα τῷ Ἀντιπάτρῳ τὴν ∆αμασκὸν καταλαμβάνει πρὸς Μάγνον Πομπήιον τὸν τηνικαῦτα καταλαβόντα ἐξ Ἀρμενίας τὴν Συρίαν μετὰ τῆς πολυθρυλήτου ἀριστείας κατὰ Μηθριδάτου καὶ Τιγράνου Ἀλβανίας τε καὶ Ἰβηρίας καὶ Κολχίδος καὶ αὐτῶν Ἀσσυρίων, καὶ δώρων χωρὶς μόναις εὐλόγοις δικαιολογίαις πείθουσι τὸν Μάγνον ἀληθῶς καὶ φιλαλήθη Πομπήιον ἐπινεῦσαι τῇ Ὑρκανοῦ βοηθείᾳ. Ἀριστόβουλος δὲ καὶ αὐτὸς ἐλθὼν ταῖς εἰς Σκαῦρον ἐλπίσι διαμαρτάνει μὲν τῆς εὐμενείας Πομπηίου ἐρχομένου πρὸς τὰ Ἱερο σόλυμα καὶ τὴν Παλαιστίνην, ἐκ ∆ιοσπόλεως δὲ λάθρα χωρισθεὶς ἐπ αχθέστερον ἑαυτῷ καθίστησιν ἐξ ἀνοίας τὸν Πομπήιον. ἀγανακτήσας γὰρ 358 τὴν Ῥωμαϊκὴν καὶ Συριακὴν ἐπαναλαμβάνει δύναμιν, ἀκούσας αὐτὸν καὶ τὴν Ἀλεξάνδρειαν προκατειληφότα τὸ ὀχύρωμα τὸ ὑπὲρ ὄρους ὑψηλοῦ κείμενον φρούριον, ἐλθεῖν τε κελεύει καίπερ μὴ βουλόμενον. τὸ δ' ἀνύπ οιστον τοῦ κράτους φοβούμενον καὶ τὸ πλῆθος ὀρρωδοῦν ὁρῶντα τῇ συμ βουλῇ τε τῶν φίλων εἴκοντα κατελθεῖν καὶ περὶ τῆς ἀρχῆς δικαιολογηθέν τα πάλιν ἐπανελθεῖν εἰς τὸ ἔρυμα κατηνάγκασε. καὶ δὴ τούτου πραχθέντος οὐχ ἅπαξ ἢ δὶς καὶ Ὑρκανοῦ διενεχθέντος πρὸς αὐτὸν ἐπὶ τοῦ Πομπηίου ὡς ἠδικηκότος αὐτὸν καὶ τὴν ἀρχὴν πλεονεκτήσαντος προστάττεται τῶν φρουρίων Ἀριστόβουλος ἐξίστασθαι. τῶν φρουράρχων δ' αὐτὸν μὴ δεχομέ νων καταλαμβάνει τε τὰ Ἱεροσόλυμα καὶ πόλεμον ἐξάγειν πειρᾶται κατὰ Ῥωμαίων στρατοπεδευόντων εἰς Ἱεριχοῦντα, τὸ πιότατον Ἰουδαίας φοινικοφόρον καὶ βαλσαμοφόρον χωρίον· ὧν Ἀριστόβουλος ἐκπλαγεὶς τὴν ἔφοδον χρήμασιν ἱκετεύει ἐξιλεώσασθαι τὸν Πομπήιον ἐπειγόμενον εἰς Ἱεροσόλυμα. Γαβινίου δὲ πρὸς τοῦ Ἀριστοβούλου πεμφθέντος εἰς κομιδὴν τῶν χρη μάτων καὶ μηδὲ τῆς εἰσόδου τυχόντος τῆς πόλεως φρουρεῖ μὲν τὸν Ἀριστό βουλον, πολιορκεῖ δὲ τὴν Ἱερουσαλὴμ ταῖς Ὑρκανοῦ καὶ Ἀντιπάτρου καὶτῶν περὶ αὐτοὺς ἔνδον καὶ ἔξω τῆς πόλεως ὑπηρεσίαις καὶ ἐπινοίαις οὐ μικρὰ πρὸς τὸ δυσάλωτον αὐτοῖς βοηθούμενος ὁ Πομπηίου στρατηγὸς Πείσων τὴν ἅλωσιν ἐγχειρισθείς. μηνὶ δὲ τρίτῳ μόλις ἕνα τῶν πύργων καθελόντες Ῥωμαῖοι διὰ τοῦ τείχους εἰς τὸ ἱερὸν εἰσεπήδησαν, Φαύστου Κορνηλίου παιδὸς Σύλλα πρώτου τολμήσαντος, ἐπακολουθησάντων δὲ Φρουρίου καὶ Φαβίου τῶν ἑκατοντάρχων σὺν τοῖς οἰκείοις στίφεσιν, οἳ τοὺς Ἰουδαίους περιεῖχον κτείνοντες καθ' ὅλης τῆς πόλεως, τὸ πλεῖστον δὲ ἐν τῷ ἱερῷ φεύγοντας· ἀλλὰ καὶ ὑπὸ τῶν ὁμοφύλων ἀντιστασια στῶν ἀπεσφάττοντο πολλοί. τότε μυρίους πρὸς δισχιλίοις Ἰουδαίους λέγεται πεφονεῦσθαι Ῥωμαίοις, ὀλίγων πάνυ κτανθέντων αὐτοῖς ἐξ εὐτάκτου καὶ ἀλληλοσυμμάχου ἀνδρείας· τὸ γὰρ ἄτακτον ἐν μάχαις θράσους, οὐκ ἀνδρείας ἔργον, ὡς ἥττης πρόξενον τοῖς ἀσυμφράκτως προπετοῦσι. Πομπήιος οὖν ἁλούσης τῆς πόλεως εἰς τὸ ἱερὸν ἅμα τοῖς φίλοις εἰσελθὼν μέχρι τοῦ ἁγιάσματος οὐδενὸς τῶν ἱερῶν ἥψατο σκευῶν ἢ χρημάτων ὄν των προδήλων ταλάντων β ἐκτὸς ἀρωμάτων λυχνίας τε καὶ λύχνου καὶ 359 σπονδίων καὶ θυμιατηρίων ἁπάντων ὀλοχρύσων, ἀλλὰ καὶ καθαρθῆναι τῶν αἱμάτων τὸ ἱερὸν ἐπέταξε τοῖς νεωκόροις. τῇ ἐπαύριον ἀναδείξας Ὑρκανὸν ἀρχιερέα, τὸν δ' Ἀριστόβουλον δεσμήσας εἶχε σὺν τῷ πενθερῷ, πάντας ἀνελὼν σιδήρῳ τοὺς τῆς μάχης αἰτίους καὶ λαμπροῖς ἀμειψάμενος τοῖς συμμαχήσασι δώροις, Φαύστῳ μάλιστα Σύλλου παιδὶ γενναίῳ καὶ τοῖς ἀμφ' αὐτόν. Οὗτος Ἰουδαίους ὑποφόρους Ῥωμαίοις κατέστησεν, ἀφελόμενος αὐτῶν πάσας πόλεις Ἑλληνίδας Συρίας κοίλης, ἃς εἷλον ἐπὶ τῶν Μακκαβαίων, καὶ μόνοις περικλείσας τοῖς ἰδίοις ὅροις. πρὸς ταύταις καὶ τὰς ἐν τῷ μεσο γείῳ πόλεις ἠλευθέρωσε τῆς Ἰουδαίων ἀρχῆς, ὧν ἦσαν ἐπισημότεραι αὗ ται· Σκυθόπολις ἤτοι Βασάν, Ἵππος, Πέλλα, Σαμάρεια, Μάρισα, Ἄζωτος, Ἰάμνεια, Ἀρέθουσα, τάς τε παραλίους Γάζαν, Ἰώππην, ∆ῶρα, Στράτωνος πύργον ἤτοι Καισάρειαν. ταύτας ἀποδοὺς τοῖς γνησίοις πολίταις ὑπὸ τὴν Συριακὴν ἐπαρχίαν ἔταξε σὺν τῇ Ἰουδαίᾳ ἀπὸ τῶν ὁρίων Αἰγύ πτου