163
Ἀλεξάνδρου ἐφρουρεῖτο, καὶ προὐκαλεῖτο ὡς ἐς μάχην τοὺς Μυσούς. προσβάλλειν γὰρ αὐτῶν τῷ στρατοπέδῳ οὐκ ἐνῆν διὰ τὴν δίοδον οὖσαν τραχεῖαν καὶ στενὴν καὶ φρουρουμένην ὑπ' αὐτῶν. διημερεύσας δὲ ἐκεῖ ἐν ὅπλοις, ἐπεὶ οὐδεὶς ἀντεπεξῄει, εἰς τὸ οἰκεῖον στρατόπεδον πάλιν ἐπανῆλθε. καὶ ὕστερον ἡμέραις οὐ πολλαῖς πάλιν ἧκεν ἄγων ὡπλισμένην τὴν στρατιὰν ἐπὶ τὴν μάχην, καὶ διημέρευσεν ὥσπερ καὶ πρότερον πρὸς τῶν στενῶν τὰς εἰσβολάς. Μυσοὶ δὲ οὐδ' οὕτως ἐτόλμησαν εἰς τὴν εὐρυχωρίαν ἐξελθόντες ἐκ τοῦ ἴσου διαγωνίσασθαι πρὸς βασιλέα. ὁ δὲ εἰς τὸ στρατόπεδον τὸ οἰκεῖον πάλιν ἐπανέζευξε καταπλήξας τῇ τόλμῃ τοὺς βαρβάρους. Ἀλέξανδρος δὲ ὁρῶν ἤδη ἀδύνατος ὢν ἐκ παρατάξεως ἀντιστῆναι βασιλεῖ, πρεσβείαν πέμψας διελέγετο περὶ εἰρήνης. ἠξίου τε ἔχοντας ἑκάτερον ἃ ἔχουσι, πολέμου ἀποσχέσθαι. βασιλεὺς δὲ οὔτε πολέμου ἔφασκεν αὐτὸς ἄρξαι, οὔτε ἀποστερῆσαί τινα τῶν Μυσοῖς διαφερόντων· ἀλλ' ἀδικούμενος ὑπ' αὐτῶν πολέμου ὑπαρχόντων, ἀμύνεσθαί τε ἀναγκαίως, καὶ τὰ ὑπ' αὐτῶν ἀφῃρημένα ἀνασώζεσθαι. ἀποστερεῖσθαι δὲ ἔτι Ἀγχιάλου, ἣν εἰ ἀπολήψεται, σπονδὰς θέσθαι ἕτοιμος εἶναι πρὸς αὐτοὺς εἰρηνικάς. καίτοι γε ἐχρῆν εἰ φιλόνεικος ἦν 1.462 καὶ ἀπαραίτητος πρὸς τὰς ἀντιδόσεις, πᾶσαν ἐπιδείξασθαι σπουδὴν, ὥστε καὶ αὐτὸν ἐκ τῶν αὐτοῖς διαφερόντων τινὰ κτήσασθαι πολέμῳ. διὰ δὲ τὸ τὰ στρατεύματα ἀμφότερα τῆς αὐτῆς ἔχεσθαι θρησκείας· ἄλλως θ' ὅτι καὶ ἡ εἰρήνη παντὸς πολέμου εἶναι δοκεῖ αἱρετωτέρα, μᾶλλον αὐτὴν αἱρεῖσθαι, εἰ τὰ οἰκεῖα μόνον ἀπολήψεται. Ἀλέξανδρος δὲ ἰσχυρίζετο ἀδικεῖν οὐδὲ αὐτός· Ἀγχίαλόν τε γὰρ καὶ τὰ ἄλλα πολίσματα, ἃ ἦν ἀφῃρημένος, οὐ Ῥωμαίοις προσήκειν μᾶλλον ἢ Μυσοῖς. τοῖς γὰρ πρὸ αὐτοῦ βεβασιλευκόσιν ἐξ ἱκανοῦ εἶναι ὑποχείρια τοῦ χρόνου. διὸ καὶ μᾶλλον βασιλέα ἀδικεῖν πρὸς οἷς ἀφῄρηται ἀπαιτοῦντα καὶ Ἀγχίαλον. βασιλέως δὲ ἀποκριναμένου μὴ δεῖν τὴν ἀδικίαν ἐν δικαιώματος ποιεῖσθαι λόγῳ, μηδὲ ὅτι ἐπὶ χρόνον ἀπεστέρησαν, οἴεσθαι διὰ τοῦτο δίκαιον εἶναι καὶ διηνεκῶς ἀποστερεῖν. τὰς γὰρ τοιαύτας πόλεις οὐ μόνον ἄνωθεν ἐκ παλαιοῦ ὑπηκόους Ῥωμαίοις εἶναι, ἀλλὰ καὶ αὐτῶν τὰς πλείους ὑπ' αὐτῶν τε ἐκτίσθαι καὶ κατῳκίσθαι ἀποικίας πεπομφότων· οὔπω δὲ χθὲς καὶ πρώην ὑφ' ἑαυτοὺς πεποιῆσθαι Μυσοὺς ἐκ τῶν Σφεντισθλάβου τοῦ βασιλέως χρόνων, ὃς ἦν τὴν αὐτοῦ ἀδελφὴν γεγαμηκὼς, τοῦ πρὸς Κατελάνους καὶ Πέρσας τοῖς Ῥωμαίοις πολέμου κεκινημένου· ὃς πλεῖστα δὴ ἐκάκωσε τὰ πράγματα αὐτοῖς, δι' ὃν οὐδὲ ταῦτα ἀνασώσεσθαι ἠδυνήθησαν ἐξ αὐτῶν. νυνί τε αὐτὸν ἀδικεῖν οὐδὲν, ἀλλὰ τά τε ὄντα ἔχειν καὶ τὰ ἐλλείποντα ἀπαιτεῖν, ἃ 1.463 εἰ μὲν εἰρήνης ἐπιθυμοίη ἀποδιδόναι· εἰ δὲ μὴ, ἀλλ' αὐτόν γε μὴ δύνασθαι προΐεσθαι, τρόπῳ δὲ παντὶ πειράσεσθαι διασώζειν τὴν ἀρχὴν, ὁ Ἀλέξανδρος, ἐπεὶ ἐγγὺς ἐστρατοπεδεύοντο ἀλλήλων καὶ δι' ἐλαχίστου τὰς ἀποκρίσεις ἐποιοῦντο, οὐκ ἔφασκε δεῖν περὶ ἀρχῆς τινα διαλεγόμενον ἀποδείξεσι χρῆσθαι καὶ λόγοις πιθανοῖς, ἀλλ' ὅπλοις καὶ χειρὶ βιαιοτέρᾳ τὰ δίκαια βραβεύειν. οἷς καὶ αὐτὸν ἐκ τοῦ ὑπερέχοντος χρώμενον νυνὶ, περὶ γῆς ὅρων διαλέγεσθαι ἀσφαλῶς· ἐγὼ δὲ παρεχώρησα ἂν καὶ Ἀγχιάλου ἐκ τοῦ ῥᾴστου, εἰ μὴ πολλὴν ἐμοί τε καὶ στρατιᾷ τὴν ἀτολμίαν καὶ τὴν μέμψιν ἐπῆγε. πρὸς γὰρ τῷ μὴ ἀντιστῆναι τολμῆσαι, μηδὲ ἐκ παρατάξεως διαγωνίσασθαι ὑμῖν, καίτοι γε ἅπαξ καὶ δὶς πρώτοις ἐπελθοῦσιν, εἰ καὶ Ἀγχιάλου ἐπ' οὐδεμιᾷ παραχωρήσομεν ἀντιδόσει, σαφέστατα δὴ ἐν πᾶσιν ἀνθρώποις ὁμολογήσομεν τὴν ἧτταν. ἀλλά τινος ἕνεκα αἰσχύνης προκαλύμματος εἰ βούλοιτο ∆ιάμπολιν ἀποδόντα, τὴν Ἀγχίαλον ἀπολαμβάνειν. πάντως δὲ εἰδέναι ἀκριβῶς, ὡς, ὅ φασι, χάλκεα χρυσείων ἀνταλλάττεται. τούτου δὲ γενομένου, αὐτόν τε ἔχειν ἃ συμβήσεται αἰτεῖ καὶ αὐτὸν αἰσχύνης ἀπηλλάχθαι, ἴσ' ἀντ' ἴσων δοκοῦντα ἔχειν. βασιλεὺς δ' ἐπεὶ ἐδόκουν οἱ λόγοι προσηνεῖς τε εἶναι καὶ ἄξιοι παραδέχεσθαι, τοῦτο μὲν Ἀγχιάλου, ∆ιαμπόλεως οὐδ' ὅσον εἰπεῖν διαφερούσης, τοῦτο δ' εἴτι καὶ πρόοιτο τῆς εἰρήνης ἕνεκα, οὐδεμίαν αὐτῷ μέμψιν ἂν οἰηθεὶς ἐπαγαγεῖν· ἄλλως τε καὶ