163
καὶ παῖδας γεννήσασα ἐξ ἐμοῦ, λήθῃ τῶν ἐμῶν ἐρώτων δευτέροις γάμοις ὡμίλησας· καὶ οὐδ' ουτως σοι κόρος τῆς εἰς ἡμᾶς ἐγένετο υβρεως, ἀλλὰ καὶ τρίτον σαυτῇ νυμφίον παρακατέκλινας, καὶ ταῦτα ἐμὸν ἀδελφόν. ἀλλ' ἐγώ σε αυθις ἐμὴν ποιησάμενος τῆς ἐπὶ τούτῳ ἀπαλλάξω αἰσχύνης." ταῦτα διηγησαμένη πρὸς τὰς συνήθεις τῶν γυναικῶν μετὰ μικρὸν τελευτᾷ. ̔Η δὲ ̓Αρχελάῳ ὑπήκοος χώρα τῇ Συρίᾳ προσενεμήθη. ἐπέμφθη δὲ καὶ Κυρήνιος ἀπογραψόμενος τὴν Συρίαν καὶ αὐτὴν ̓Ιουδαίαν προσθήκην ἐκείνης γεγενημένην. ̓Ιουδαῖοι δέ, καίπερ πρότερον καὶ μέχρις ἀκοῆς τὴν ἀπογραφὴν δυσχεραίνοντες, τότε τοῦ ἀρχιερέως ̓Ιωαζάρου πείσαντος αὐτοὺς ἐνέδοσαν. Γαυλανίτης δέ τις ἀνήρ, Σαδὼκ Φαρισαῖον προσεταιρισάμενος, πολέμων καὶ λῃστηρίων τὸ εθνος ἐνέπλησαν, λέγοντες οὐδὲν ετερον ειναι τὴν τῶν οὐσιῶν ἀποτίμησιν η δουλείαν αντικρυς· καὶ ἐδόκουν μὲν ἐπὶ διορθώσει τῶν κοινῶν κεκινῆσθαι, τῇ δ' ἀληθείᾳ δι' οἰκείων εσπευδον κερδῶν ἀφορμάς. ἐξ ων στάσεις ἐφύησαν καὶ φόνος πολλῶν καὶ αὐτῶν τῶν πρώτων ἀνδρῶν, ὁ μὲν ἐμφυλίοις σφαγαῖς, ὁ δὲ τῶν πολεμίων, λιμός τε καὶ πόλεων ἁλώσεις καὶ κατασκαφαὶ καὶ τοῦ ἱεροῦ ἐμπρησμός. Τριῶν γὰρ οὐσῶν ἐκ παλαιοῦ τοῖς ̓Ιουδαίοις φιλοσοφίας ὁδῶν, ὡς καὶ πρόσθεν ειρηται, τῆς τῶν ̓Εσσηνῶν, τῆς τῶν Φαρισαίων, καὶ τῆς τῶν Σαδδουκαίων, τετάρτη αυτη ἐπείσακτος παρὰ Σαδὼκ καὶ 2.9 ̓Ιούδα κεκαίνισται. οἱ μὲν γὰρ Φαρισαῖοι εὐτελῶς διαιτῶνται, οὐδ' ἐπικλίνονται πρὸς τὸ μαλακώτερον, περί τε τὴν τῶν νομίμων φυλακήν εἰσιν ἀκριβεῖς, καὶ τοῖς ἐν γήρᾳ παραχωροῦσι τιμῆς, οὐδ' ἀντιλέγουσι θρασέως τοῖς παρ' ἐκείνων εἰσηγουμένοις. εἱμαρμένην τε δογματίζοντες καὶ τοῖς ἀνθρώποις διδόασι μὴ εικειν ταῖς ταύτης ὁρμαῖς μετὰ σπουδῆς ἀντιπράττουσιν. ἀθανασίαν τε ταῖς ψυχαῖς ἀπονέμουσι, καὶ δικαιώσεις ὑποχθονίους τῶν βεβιωμένων δοξάζουσι. δι' α τοῖς τε δήμοις εἰσὶ πιθανώτατοι καὶ ἐν εὐχαῖς καὶ ποιήσεσιν ἱερῶν ἐκείνοις χρῶνται ἐξηγηταῖς. Σαδδουκαῖοι δὲ θνητὰς δοξάζουσι τὰς ψυχάς, καὶ ταύτας τοῖς σώμασι συνδιαφθείρεσθαι λέγουσι. καὶ ἡ τῶν νόμων αὐτοῖς οὐ παρατηρεῖται παράβασις, καὶ τὸ πρὸς τοὺς γεραιτέρους καὶ τοὺς διδασκάλους αὐτοὺς ἀντιλέγειν ἀρετὴν οιονται. εἰ δέ τινες αὐτῶν εἰς ἀρχὰς ελθοιεν, προσχωροῦσι τοῖς τῶν Φαρισαίων λόγοις καὶ ακοντες· οὐ γὰρ αλλως ἀνεκτοὶ δοκοῦσι τοῖς πλήθεσιν. ̓Εσσηνοὶ δὲ ἐπὶ θεῷ τὰ πάντα πεποίηνται· ἀθανάτους ηγηνται τὰς ψυχάς· τοῦ δικαίου ἀντέχονται. ἀναθήματα μὲν εἰς τὸ ἱερὸν στέλλουσιν, οὐ μήν γε καὶ θύουσι, διαφερόμενοι τοῖς αλλοις περὶ ἁγνισμῶν· διὸ καὶ εἰργόμενοι τοῦ κοινοῦ τεμενίσματος, ἐφ' ἑαυτῶν θύουσι. καὶ ἐπὶ πόνους γεωργικοὺς τρέπονται. κοινὰ τὰ χρήματα εχουσιν· οθεν οὐδέν τι πλέον ὁ πλούσιος τῶν οἰκείων ἀπολαύει παρὰ τὸν πάνυ πενέστατον. καὶ ουτε γαμετὰς εἰσάγονται ουτε δούλους κτῶνται, τὸ μὲν ἀδικίαν οἰόμενοι, τὴν δὲ τῶν γυναικῶν ἐπεισαγωγὴν στάσεως ἀφορμήν· καθ' ἑαυτοὺς δὲ βιοῦντες ἀλλήλοις ὑπηρετοῦσι. καὶ ἀποδέκτας 2.10 τῶν τῆς γῆς καρπῶν καὶ τῶν αλλοθεν κομιζομένων αὐτοῖς προχειρίζονται. ̔Η δὲ τετάρτη, ης ὁ Γαλιλαῖος ̓Ιούδας γέγονεν ἡγεμών, τὰ μὲν αλλα τοῖς Φαρισαίοις ὁμογνώμων ἐστί, τῆς δ' ἐλευθερίας αὐτῇ δριμὺς ερως ἐντέτηκεν, ης οἱ τρόφιμοι μόνον ἡγεμόνα καὶ δεσπότην τὸν θεὸν ὀνομάζουσιν, ἀνθρώπῳ τῶν ὀνομάτων τούτων μεταδιδόναι μὴ ἀνεχόμενοι, ἀλλὰ καὶ θανάτους καὶ τιμωρίας ποικίλας τε καὶ δεινὰς ὑφίστασθαι μὴ ἀπαναινόμενοι, ινα μὴ τῆς σφετέρας ἐκσταῖεν ἐνστάσεως. ̓Εντεῦθεν ουν ηρξατο τὸ τῶν ̓Ιουδαίων εθνος νοσεῖν ἐξ ἀνοίας ἀπόνοιαν, Γεσσίου Φλώρου τοῦ ἡγεμόνος εἰς ταύτην αὐτοὺς ἐρεθίσαντος υβρεσιν. ὁ μέντοι Κυρήνιος, τῆς ἀπογραφῆς καὶ τῶν ἀποτιμήσεων περαιωθεισῶν, αι ἐγένοντο ἐν ετει τριακοστῷ καὶ ἑβδόμῳ μετὰ τὴν ἐν ̓Ακτίῳ ητταν τοῦ ̓Αντωνίου ὑπὸ τοῦ Καίσαρος, ̓Ιωάζαρον τὸν ἀρχιερέα καταστασιασθέντα ὑπὸ τοῦ πλήθους ἀφελόμενος τὴν τιμήν, Ανναν τὸν Σεθὶ ἀρχιερέα καθίστησι. Κυρηνίου δὲ εἰς ̔Ρώμην ἀπάραντος Κοπώνιος τὴν ̓Ιουδαίαν διεῖπε. τούτῳ δὲ διάδοχος γίνεται Μάρκος