163
ἐκκρουόμενος. ̓Εκρουσάμην. ἀπέῤῥιψα. epsilon.674 ̓Εκκρίνεται. ἐκρέει. λαμβάνεται δὲ καὶ ἐπὶ τῆς ἀνθρωπίνης ῥοώδους γονῆς, καὶ τῆς τῶν κτηνῶν. ̓Εκριπισθέντεσ. ἐξαφθέντες. ῥιπίζειν γὰρ τὸ ὀπτᾷν. ἀπὸ τῶν ῥιπίδων. ̓Εκρέμω. παράγωγον ῥῆμα. ἐκ τοῦ κρεμῶ γίνεται κρέμημι, ὡς ἱστῶ ιστημι· ειτα κρέμαμαι, ὡς ισταμαι· ἐκρεμάμην, ἐκρέμασο, ἐκρέματο. κρεμὰς γὰρ ἡ ἐνεστῶτος μετοχὴ, ωσπερ ἱστάς. καὶ κατὰ ἀποβολὴν τοῦ ˉς ̓Ιωνικῶς ἐκρέμαο, καὶ κατὰ κρᾶσιν τῶν φωνηέντων ἐκρέμω. καὶ οὐκ εστιν ἐκ τοῦ κρεμῶ· η γὰρ αν περισπᾶτο, ὡς ἐβοῶ, ἐγελῶ. ̓Εκσιφωνισθείη. ἐκκενωθείη, ἐκρυῇ, διασκορπισθείη. Εκστρεψον. μετάβαλε. ἀπὸ μεταφορᾶς τῶν ῥυπουμένων καὶ ἐκστρεφομένων ἱματίων. εκστρεψον ὡς τάχιστα τὸν σαυτοῦ τρόπον. ̓Εκτεθνεῶτα. οιον τὸν εσχατον οντα. ̓Εκτετηκότεσ. δεδαμασμένοι, τεταριχευμένοι. ̓Εκτετηκυῖα. ἀπεῤῥυηκυῖα. ἐκτετηκυῖα τὰς ὁράσεις ὑπὸ τῶν δακρύων. epsilon.675 ̓Εκτετοξεῦσθαι. ἐκκενῶσθαι. ἀνηλῶσθαι. ἀπὸ μεταφορᾶς τῶν ἐν τῇ τοξείᾳ ἀναλισκόντων τὰ βέλη. ̓Αριστοφάνης· τὸν ἐμὸν ηδη νομίζων ἐκτετοξεῦσθαι βίον. ̓Εκτειχίσαι. τειχοποιῆσαι. ἐν ἐκικαίρῳ τῷ χωρίῳ ἐδόκει ἐκτειχίσαι τὴν πόλιν. ̓Εκτετικότεσ. ἀποπληρώσαντες, ἀποδεδωκότες. ἐκ τοῦ τίω τὸ ἀνταποδίδωμι. ̓Εκτιθέναι. ἀντὶ τοῦ εἰς βορὰν θηρίοις δοθῆναι η καὶ αλλως εἰς διαφθορὰν παρατιθέναι ἐπ' ἐρημίαν. ἐκτιθέναι τὰ βρέφη βορὰν τοῖς θηρσίν. ̓Εκτιμᾶται. ἀντὶ τοῦ ἐπιτέταται, ηυξηται κατὰ τιμήν. ̓Εκτιννύων καὶ ἐκτίνων. ἀποδιδούς. τῇ μητρὶ †γῇ† τὸ χρέος ἐκτίνων. καὶ ἐκτίσαι καὶ ἐκτίσει. ὁ δὲ καθ' ἡμᾶς βασιλεὺς ἐκτίσει μοι δίκας ἐνδέοντι. Εκτισε. κατέστησε, κατέταξεν. ̓Εκτιλωμένοισ. συνήθεσιν. ἐπεὶ ὁ κτίλος ὁ προηγούμενος τῆς ποίμνης κριὸς προβάτων συνήθης ἐστὶ τῷ ποιμένι. ἡ λέξις ῥητορική. epsilon.676 ̓Εκτίλλω. ἀνασπάσω, μετοικίσω. ̓Εκτεθηλυμένοι. μαλακισθέντες. ̓Εκτελείσθω. λειτουργείσθω. ̓Εκτενῶ. κρεμάσω. ̓Εκτολυπεύσασ. ἐργασάμενος. ἡ μεταφορὰ ἀπὸ τῆς τολύπης τοῦ κατεργασαμένου ἐρίου. ̓Εκτολυπεῦσαι. τὸ πληρῶσαι. ̓Εκτοπίζω. πόῤῥω διάγω. τὸν πολιτισμὸν ἐκτοπίζων ἐν ἀκαδημίᾳ διέτριβεν. ̓Εκτοπίσαι. μακρὰν καταστῆσαι. ̓Εκτορμεῖν. τὸ ἐκ τοῦ καθήκοντος δρόμου πόῤῥω ἐκβαίνειν. ̓Εκτραχηλίζω καὶ ἐκτραχηλισθῶσιν. ἀντὶ τοῦ τοὺς τραχήλους συγκλασθῶσιν. ἱππασίας μετὰ θορύβου γινομένης πολλοὶ μὲν τῶν ἱππέων ἐκτραχηλισθῶσιν. ̓Εκτραχηλισθῆναι. ἐκπεσεῖν τῶν ιππων, οιον τὸν αὐχένα ἐπικάμψαντες ἀποσείονται τὸν ἐπιβάτην. ἐκτραχηλισθῆναι λέγουσιν, οὐχὶ ἐκσφονδυλισθῆναι. ̓Εκτρυπῆσαι. μετὰ βίας ἐξελθεῖν. epsilon.677 ̓Εκτοιχωθείσ. ἐκφθαρεὶς, ἐκπιεσθείς. ̓Εκτριβήσῃ. ἐξαναλωθήσῃ. ̓Εκτριβῆναι. ἀφανισθῆναι. ̓Εκτρεπόμενοσ. ἀποστρεφόμενος. Εκταν. οιον· εκταν σὺν οὐλομένῃ ἀλόχῳ. ἀντὶ τοῦ εκτανεν. ἐὰν ἀναγνῷς εκταν, ἀττικὴ κλίσις ἐστὶν ἀπὸ τοῦ κτῆμι. ὁ δεύτερος ἀόριστος εκτην καὶ συστολῇ εκταν. ἐὰν δὲ κατέκταν, ἀπὸ τοῦ κατέκτανεν. ουτως ̔Ηρωδιανός. ̓Εκτῆσθαι. ἀπὸ τοῦ κεκτῆσθαι, ἀποβολῇ τοῦ ˉκ. ̓Εκτυποῖ. ἐξομοιοῖ. ̓Εκτυφῆναι. τὸ τύφειν ἐπὶ τοῦ κάπνου. τὸ ουν ἐκτυφῆναι παρὰ μικρὸν ἐκτυφλωθῆναι. ̓Εκκυβεύειν. ῥίπτειν εἰς κίνδυνον. ὀϊσάμενος κατὰ τὸν ποιητὴν δόλον ειναι, οὐδαμῶς εκρινεν ἐκκυβεύειν. ̓Εκύει. ἐνεγκυμόνει. ἐν γαστρὶ ειχεν. ὁ δὲ εκρυπτεν· καὶ ἐξειπεῖν τὴν ὠδῖνα ην οὐκ ἐτόλμα ἐκύει. epsilon.678 ̓Εκκυκλεῖ. ἐκκαλύπτει. καὶ ἐκκυκλούμενος, ἐκκύκλημα εχων. ̓Εκκυμανθῆναι. ἐκ τοῦ κύματος τῷ λιμένι προσορμισθῆναι. ̓Εκύρουν. ἐτύγχανον. βωμῷ θύων ἐκύρουν. ̓Εκύκα. ἐτάρασσεν. ̓Εκφαυλίζων. εὐτελίζων, φανερὸν ποιῶν. ̓Εκφέρεται. λέγεται. ἐκκομίζεται. ̓Εκφανθέντοσ. δηλωθέντος. ̓Εκφθαρείσ. ἐξελθών. ουτως λέγεται τὸ ἐπὶ κακῷ ἐξελθεῖν. εἰσφθαρεὶς δὲ τὸ ἐπὶ κακῷ εἰσελθεῖν που. ̓Εκφρησθέντων. ἐκβληθέντων. ἐκφρησθέντων δὲ τῶν ἐπικούρων ἐκ τῆς πόλεως τοὺς ἱερεῖς ἐκκαθάραι τὰ ἱερά. ̓Εκφορῶ. τὸ ἐκβάλλω. ̓Εκφοιτᾷ. ἐξέρχεται. ̓Εκφυλλοφορεῖν. οἱ ἀρχὴν τινὰ αρξαντες αν εὐθυνομένως ὑπὸ τῆς βουλῆς ἁλῶσιν, ἐν φύλλοις ἐλαίας τὰ ὀνόματα αὐτῶν ἐνέγραφον οἱ βουλευταὶ καὶ καθιᾶσιν εἰς τοὺς ἐχίνους· αμα