163
∆ιὰ τοῦτο πτερὰ τοῖς στρουθίοις, ἵνα ἐκφύγῃ παγίδας· διὰ τοῦτο λογισμοὶ τοῖς ἀνθρώποις, ἵνα ἐκφύγωσι τὰ ἁμαρτήματα.
ΤΙΤΛ. ΚΑʹ. -Περὶ ἑκουσίων καὶ ἀκουσίων ἁμαρτημάτων.
«Ἐὰν πατάξῃ τίς τινα, καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω. Ὁ δὲ οὐχ ἑκὼν, ἀλλ' ὁ Θεὸς παρέδωκεν εἰς τὰς χεῖρας αὐτοῦ, δώσω σοι τόπον, οὗ φεύξεται ἐκεῖ ὁ φονεύσας.» «Ἐκεῖνος ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς. Ὁ δὲ μὴ γνοὺς, δαρήσεται ὀλίγας.» «Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς τὴν διακονίαν τὸν πρότερον ὄντα βλάσφημον, καὶ διώκτην, καὶ ὑβριστήν· ἀλλ' ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ. Ὑπερεπλεόνασε δὲ ἡ χάρις τοῦ Κυρίου μετὰ πίστεως, καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.» «Ἑκουσίως ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.» 95.1560 Τῶν ἁμαρτημάτων, τὰ μὲν ἀκούσιά ἐστιν, τὰ δὲ ἀπὸ γνώμης πονηρᾶς γίνεται. Ὑποθώμεθα γὰρ πορνείαν εἶναι τὸ κρινόμενον, καὶ πόρνας δύο· ἀλλ' ἡ μὲν πορνοβοσκῷ πραθεῖσα, πρὸς ἀνάγκην ἐστὶν ἐν τῷ κακῷ, τὴν ἐκ τοῦ σώματος ἐργασίαν τῷ πονηρῷ δεσπότῃ παρεχομένη· ἡ δὲ διὰ τὴν ἡδονὴν ἑκουσίως ἑαυτὴν ἐπιδοῦσα τῇ ἁμαρτίᾳ. Ἄλλως οὖν τὰ ἀκούσια τυγχάνει συγγνώμης, καὶ ἄλλως τὰ ἐκ μοχθηρᾶς προαιρέσεως κατακρίνεται. Τὸ ἀκούσιον οὐ κρίνεται. ∆ιττὸν δὲ τοῦτο· τὸ μὲν γινόμενον μετὰ ἀγνοίας, τὸ δὲ δι' ἀνάγκην. Εἰ πρῶτον ἀγνοίᾳ σφάλλεταί τις, οὐ κολαστέος, ἐκείνου κολαστέου τοῦ καθ' ἕξιν ἁμαρτάνοντος. Τὰ μὲν ἀκούσια ἁμαρτήματα καὶ νόμος συγχωρεῖ, καὶ Θεὸς παρορᾷ, φιλάνθρωπος ὢν, καὶ οὐκ ἀπηνὴς, καὶ τῶν ἑκουσίως. Ὡς τὸ ἑκουσίως ἁμαρτάνειν ἐστὶν ἄδικον, οὕτω τὸ ἀκουσίως καὶ κατ' ἄγνοιαν, οὐκ εὐθὺς δίκαιον, ἀλλὰ ταχύ που μεθόριον ἀμφοῖν, δικαίου καὶ ἀδίκου, τὸ ὑπό τινων καλούμενον ἀδιάφορον. Ἁμάρτημα γὰρ οὐδὲν, ἔργον δικαιοσύνης. Τῷ μὲν ἀγνοίᾳ τοῦ κρείττονος διαμαρτάνοντι, συγγνώμη δίδοται· ὁ δὲ ἐξ ἐπιστήμης ἀδικῶν, ἀπολογίαν οὐκ ἔχει, προεαλωκὼς ἐν τῷ τοῦ συνειδότος δικαστηρίῳ.
ΤΙΤΛ. ΚΒʹ. -Περὶ εὐχαριστούντων καὶ εὐγνωμονούντων· καὶ ὅτι χρὴ τοὺς
εὐεργέτας κηρύσσειν. «Τοῖς δύο νεανίσκοις τοῖς κατασκοπήσασιν εἶπεν Ἰησοῦς· Εἰσέλθετε εἰς τὴν
οἰκίαν τῆς γυναικὸς, καὶ ἐκβάλετε αὐτὴν, καὶ πάντα τὰ αὐτῆς. Καὶ εἰσῆλθον, καὶ ἐξήγαγον τὴν Ῥαὰβ τὴν πόρνην, καὶ τὸν πατέρα, καὶ τὴν μητέρα, καὶ τοὺς ἀδελφοὺς αὐτῆς.» «Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι.» «Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;» «Ἐὰν ἐπιλάθωμαί σου, Ἱερουσαλὴμ, ἐπιλησθείη ἡ δεξιά μου.» «Φρονήσεώς ἐστιν καὶ τὸ εἰδέναι τίνος ἡ χάρις.» «Ὁ ἀνταποδιδοὺς χάριτας, μέμνηται εἰς τὸ μετὰ ταῦτα, καὶ ἐν καιρῷ πτώσεως αὐτοῦ εὑρήσει στήριγμα.» «Χάριν ἀνθρώπου ὡς κόρην συντήρησον.» «Εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον.» «Εἰσερχομένου αὐτοῦ εἰς τὴν πόλιν, ὑπήντησαν 95.1561 αὐτῷ δέκα λεπροὶ ἄνδρες, καὶ ἦραν φωνὴν λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. Καὶ ἰδὼν εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. Καὶ ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. Εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεὸν, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς Σαμαρείτης. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; Οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ, εἰ μὴ ὁ ἀλλογενὴς οὗτος. Καὶ εἶπεν αὐτῷ· Ἀναστὰς πορεύου, ἡ πίστις σου σέσωκέν σε.» «Ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημά ἐστιν Θεοῦ ἐν Χριστῷ