163
μαρτυρεῖ τοῖς λόγοις τὰ πράγματα· τῆς γὰρ προτέρας δυσσεβείας ἀπαλλαγεῖσα τῶν ἀνθρώ πων ἡ φύσις, μετέμαθε τὴν εὐσέβειαν. Εἰ δὲ καί τινες τῶν πεπιστευκότων κατὰ τοὺς εὐαγγελικοὺς οὐ πολιτεύονται νόμους, ἀλλ' οὖν εἰσι μυριάδες ἀριθ μοῦ κρείττους, καὶ ἐν στρατιώταις, καὶ ἐν ἰδιώ ταις, καὶ ἐν ἀστοῖς, καὶ ἐν χωριτικοῖς, ἀρετῆς πολλὴν φροντίδα ποιούμενοι. "Καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη." Πάλαι μὲν γὰρ αἱ τοπαρχίαι, καὶ αἱ καθ' ἕκαστον ἔθνος διῃρημέναι βασιλεῖαι συχνοῖς πολέμοις ταλαιπωρούμεναι, τοῦ δώρου τῆς εἰρήνης ἀπολαύειν οὐκ εἶχον. ∆ιηνεκῶς γὰρ τὸν ὁπλιτικὸν μετῄεσαν βίον· καὶ τούτους τοὺς πολέμους πολλοὶ καὶ Ῥωμαίων καὶ Ἑλλήνων συνέγραψαν. ∆ιδάσκουσι δὲ ἡμᾶς καὶ αἱ τῶν Βασιλέων, καὶ αἱ τῶν Μακκαβαίων ἱστορίαι, ὅσα προὐξένουν αἱ τοπαρχίαι κακά. Μετὰ δὲ τὴν τοῦ Θεοῦ καὶ Σω τῆρος ἡμῶν ἐνανθρώπησιν, πέπαυται μὲν ἐκεῖνα, μία δὲ βασιλεία τῆς καθ' ἡμᾶς οἰκουμένης κρατεῖ, δι' ἣν εἰρήνη πολιτευομένη, τῷ θείῳ κηρύγματι δέδωκε τὴν ἰσχύν. Τὸ δὲ, "ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη," ἀντὶ τοῦ, πάντα τοῦ παρόντος βίου τὸν χρόνον. Περιττὸν γὰρ περὶ τοῦ μέλλοντος λέγειν, καθ' ὃν εἰρήνη ἀληθὴς πολιτεύσεται. ηʹ. "Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσ σης." Ἀντὶ τοῦ, πάντων κρατήσει τῶν τερμάτων τῆς οἰκουμένης. Ἐπειδὴ γὰρ πέραν τῆς γῆς τὰ μεγάλα ἐστὶ καὶ ἄπλωτα πελάγη, ἅ τινες Ἀτλαντικὰ καλοῦσιν, ἢ ὠκεανὸν ἑσπέριον καὶ ἑῷον, εἰκότως τῆς οἰκουμένης τὸ κράτος ταῖς ἔξωθεν κυκλοῦσθαι θα λάσσαις ἐδήλωσε. Καὶ τοῦτο σαφέστερον ὁ μετὰ τοῦ τον πεποίηκε στίχος. "Καὶ ἀπὸ ποταμῶν ἕως πε ράτων τῆς οἰκουμένης." Ποταμὸν λέγει τὸν Ἰορ δάνην, ἐν ᾧ βαπτισθεὶς ὁ ∆εσπότης ὑπὸ τοῦ Πα τρὸς ἐμαρτυρήθη, ὡς αὐτός ἐστιν ὁ ἀγαπητὸς Υἱὸς, ἐν ᾧ ηὐδόκησεν. Ἀπὸ τότε δὲ, φησὶν ὁ εὐαγγελι 80.1436 στὴς, ἤρξατο κηρύττειν καὶ λέγειν, "Μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν." Οὗ δὴ χάριν καὶ ἡ προφητεία φησὶν, ὅτι "Κρατήσει ἀπὸ τοῦ πο ταμοῦ ἕως τῶν περάτων τῆς οἰκουμένης." Εἶτα καὶ ἑτέρωθεν τοῦτο ποιεῖ φανερόν. θʹ, ιʹ. "Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι. Βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσι· βασιλεῖς Ἀράβων καὶ Σαββὰ δῶρα προσάξουσι." Θαρσεῖς τὴν Καρχη δόνα, τὴν τῆς Λιβύης προκαθημένην, καὶ ὁ μακάριος Ἡσαΐας καὶ ὁ θαυμάσιος Ἰεζεκιὴλ ὀνομάζουσι. Σαββὰ δὲ Αἰθιοπικὸν ἔθνος· ἀλλὰ Λίβυες μὲν οἱ καὶ Ἀφροὶ προσαγορευόμενοι, τὰ ἑσπέρια τῆς οἰκου μένης κατέχουσι τμήματα· Αἰθίοπες δὲ τὰ ἑῷα καὶ νότια· Ἄραβες δὲ τὴν μέσην ἤπειρον· οἱ δὲ νησιῶ ται τῆς θαλάσσης τὰ μέσα. Τούτους δὲ ἔφη προ πεσεῖσθαι ἐνώπιον αὐτοῦ, καὶ προσοίσειν ὡς Θεῷ τὴν προσκύνησιν, καὶ δῶρα προσκομιεῖν ὡς βασιλεῖ· τοὺς δὲ ἐχθροὺς ὑποβληθήσεσθαι ταῖς κατὰ τοῦ ὄφεως γεγενημέναις ἀραῖς· "Ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ, καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου." Ἐχθροὶ δὲ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, οἱ παμπόνηροι δαίμονες, καθ' ὧν ἔδωκε τὴν ἐξου σίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. Ἐπειδὴ δὲ τριῶν ἢ τεττάρων ἐθνῶν ἐμνημόνευσε, καὶ αἰνιγματωδῶς τὴν τῶν ἐθνῶν ἁπάντων μετα βολὴν παρεδήλωσε, σαφέστερον τὸν λόγον ποιεῖ. ιαʹ. "Καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασι λεῖς τῆς γῆς." Οἱ μὲν κατὰ τὸν παρόντα βίον ἑκόντες· οἱ δὲ μετὰ τὴν ἀνάστασιν ἅπαντες. "Οὐ δέπω γὰρ," ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, "ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα," ἀλλὰ τότε "κάμψει αὐτῷ πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ κα ταχθονίων." -"Πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ." Συμβαίνει ταῦτα τῇ τοῦ πατριάρχου Ἰα κὼβ προφητείᾳ, "Ὅτι αὐτὸς προσδοκία ἐθνῶν." Ὁρῶμεν δὲ καὶ τὸ τῆς προῤῥήσεως τέλος· οὐδὲ γάρ ἐστιν ἔθνος τῶν εὐαγγελικῶν κηρυγμάτων ἀνήκοον· ἀλλ' εἰσὶν ἐν ἑκάστῳ οἱ τῆς θεογνωσίας τὴν αἴγλην δεξάμενοι. ιβʹ, ιγʹ. "Ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου, καὶ πένητα ᾧ οὐχ ὑπῆρχε βοηθός. Φείσεται πτωχοῦ καὶ πένητος, καὶ ψυχὰς πενήτων σώσει." Προσ κυνήσουσιν αὐτῷ ἅπαντες, τῆς πικρᾶς τοῦ δια βόλου τυραννίδος ἀπαλλαγέντες. ∆υνάστην γὰρ αὐτὸν ὠνόμασε, πτωχὸν δὲ τὴν ἀνθρωπείαν φύσιν, ὡς ἔρημον